- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1231.32-1232.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德如何从普遍论证推导出第一推动者要么是不动者要么是自运动者,审视了亚历山大对此的解释,并通过区分质料因与动力因回应了基于元素周期性转化的诘难。
τὸ δὲ τὰ πεπερασμένα ἄπειρα ὑποθέσθαι πλασματῶδες ὄντως ἐστί, κενὰς μακαρίας ἀναπλάττοντος1 τὸ δύνασθαι ἄλλην κίνησιν ἀεὶ μετ’ ἄλλην λαμβάνειν. οὕτω δὲ καὶ τὴν καθολικὴν ἀπόδειξιν προαγαγὼν ὁ Ἀριστοτέλης, συμπέρασμα ἐπήγαγεν, ὅτι οὐκ ἄρα ἀνάγκη κινεῖσθαι τὸ κινούμενον ὑπ’ ἄλλου, καὶ τούτου κινουμένου, οὐ τοῦτο λέγων, ὅτι οὐκ ἀνάγκη ἀεὶ ὑπ’ ἄλλου κινεῖσθαι τὸ κινούμενον (τὸ γὰρ κινούμενον ὑπ’ ἄλλου τινὸς δέδεικται κινούμενον), οὐδὲ ὅτι οὐχ ὑπ’ ἄλλου μέν τινος κινουμένου δὲ καὶ αὐτοῦ κινήσεται (δείξει γὰρ ὅτι ὑπὸ τοῦ αὐτοκινήτου κινεῖται), ἀλλ’ ὅτι οὐκ ἀνάγκη τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, καὶ αὐτοῦ ἀεὶ ὑπ’ ἄλλου κινουμένου. διὸ καὶ συνάγει λοιπὸν τὸ τὸ πρώτως κινοῦν ἢ ἀκίνητον εἶναι ἢ αὐτοκίνητον ἐξ αὑτοῦ καὶ μὴ ὑπ’ ἄλλου κινούμενον. κἂν γὰρ ᾖ τινα τὰ κινούμενα ὑπό τινων ἔξωθεν καὶ αὐτῶν κινουμένων, ὡς ὁ λίθος ὑπὸ τῆς βακτηρίας τῆς ὑπὸ χειρὸς κινουμένης, ἀλλ’ οὐκ ἐπ’ ἄπειρον τοῦτο προελεύσεται, ἀλλὰ στήσεται, ὡς μηκέτι τὸ κινοῦν ὑπ’ ἄλλου κινεῖσθαι, ἀλλ’ ἢ ἀκίνητον εἶναι ἢ αὐτοκίνητον. “Δεδειγμένου δὲ τοῦ μήτε κατὰ τὸ αὐτὸ εἶδος ἀεὶ κινούμενον τὸ κινοῦν κινεῖν μήτε καθ’ ἕτερον, εἵπετο, φησὶν ὁ Ἀλέξανδρος, τὸ τὸ πρώτως κινοῦν ἀκίνητον εἶναι, εἴπερ ἀνῄρηται τὸ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι. ὁ δὲ τοῦτο οὐδέπω λαμβάνει, ὡς μὴ προηγουμένως αὐτὸ δείξας.” μήποτε δὲ τοῦ μὴ ὑπ’ ἄλλου κινούμενον τὸ κινοῦν κινεῖν δεδειγμένου, ἀλλ’ οὐχὶ τοῦ μὴ ὑπὸ κινουμένου ἁπλῶς, ἕπεται οὐχὶ τὸ ἀκίνητον μόνως εἶναι τὸ πρώτως κινοῦν, ἀλλ’ ἢ ἀκίνητον ἢ αὐτοκίνητον, ᾧ καὶ αὐτὸς προελθὼν ἐπέστησεν ὁ Ἀλέξανδρος. ἀπορήσοι δὲ ἄν τις, ὡς οἶμαι, τὴν τῶν στοιχείων μεταβολὴν ὁρῶν, πῶς ἀδύνατον τὸ τὸ κινούμενον ὑπὸ κινουμένου ἔξωθεν καὶ αὐτοῦ κινεῖσθαι· τὸ γὰρ γινόμενον πῦρ ὑπὸ πυρὸς γίνεται καὶ αὐτοῦ τὴν γένεσιν ἔχοντος ἐξ ἄλλου πυρὸς ἢ ὑπὸ ἀέρος παρατριβομένου καὶ ἐξαπτομένου. καὶ γὰρ δέδεικται ἐν τῇ Περὶ γενέσεως, ὅτι ἐξ ἀλλήλων ἀεὶ γίνεται τὰ στοιχεῖα ἀνακυκλούμενα. ὥστε τὸ κινούμενον πᾶν ἐν τοῖς ὑπὸ σελήνην ὑπὸ κινουμένου καὶ αὐτοῦ ἔξωθεν κινεῖσθαι, ἐπ’ ἄπειρον ἀεὶ κατὰ κύκλον προϊούσης τῆς τοιαύτης κινήσεως, ὥσπερ καὶ τῆς γενέσεως, κἄν πεπερασμένα ᾖ τὰ τῆς κινήσεως εἴδη. μήποτε οὖν ῥητέον πρὸς ταῦτα, ὅτι νῦν ὁ λόγος οὐ τὸ ὑλικὸν αἴτιον τῆς γενέσεως ζητεῖ, καθ’ ὃ ἐξ ἀλλήλων2 γίνεται, ἀλλὰ τὸ ποιητικόν, καθ’ ὃ ὑπ’ ἀλλήλων. τὸ οὖν γινόμενον πῦρ ὑπὸ πυρὸς ἤδη ὄντος καὶ οὐ γινομένου πυρὸς γίνεται, ὥστε οὐχ ὑπὸ κινουμένου ἔξωθεν κινεῖται, τὸ δὲ ὑπὸ τοῦ παρατριβομένου ἀέρος ἐξαπτόμενον πῦρ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτὸ γίνεται· πᾶν γὰρ τὸ καθ’ αὑτὸ ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ γινόμενον.
然而假定有限之物为无限确实是虚构的,属于那编造空洞幻象、以为总能在一种运动之后接连获得另一种运动之人的做法。亚里士多德在以此方式推进了普遍论证之后,得出了结论:因此,被推动者并非必然受另一者推动且此[另一者]自身亦受推动——这并非意指被推动者并非必然总受另一者推动(因为已被证明的是,被推动者受某种别物推动),亦非意指它不会受自身亦受推动的某种别物推动(因为他将表明它受自运动者推动),而是意指被推动者并非必然受那自身总受另一者推动之物推动。因此他进而推导出,第一推动者要么是不动者,要么是自运动者,即出于自身且不受另一者推动而运动。因为即使存在着某些受外在于它们且自身亦受推动之物所推动的事物,正如石头受手所推动的木杖所推动那样,但这绝不会进行至无限,而是将停驻,从而使推动者不再受另一者推动,而是要么是不动者,要么是自运动者。“既然已被证明推动者绝非总是依相同之种受推动而推动,亦非依另一之种如此,那么,”亚历山大说,“既然凡被推动者皆受受推动者推动已被消除,随之而来的本该是第一推动者是不动者。但他尚未采纳这一结论,因为他尚未以首要方式证明它。”但也许因为已被证明的是推动者在不受另一者推动的情况下进行推动,而非断然证明了它不受受推动者推动,所以随之而来的并非第一推动者仅是不动者,而是它要么是不动者要么是自运动者——亚历山大自己在后文中亦注意到了这一点。然而正如我认为的那样,人们看到元素的转化时可能会产生疑惑:被推动者受外在于它且自身亦受推动之物推动,怎么会是不可能的呢?因为生成的火是由自身亦从另一火中获得其生成的火所生成的,或是由受到摩擦并被点燃的空气所生成的。因为在《论生成》中确实已证明,元素总是循环往复地互为生成;以至于在月下界中,凡被推动者皆受外在于它且自身亦受推动之物推动,而此类运动一如生成那样,即便运动的诸种是有限的,亦总是循着圆周进行至无限。那么,对于这些疑惑,难道不应当说当前的论述并非在探求生成的质料因——依据质料因它们从彼此中生成——而是在探求动力因——依据动力因它们受彼此生成?因此,生成的火是由那已经存在且并非正在生成为火的火所生成的,所以它并非受外在受推动之物推动;而由受到摩擦的空气所点燃的火则是偶性地生成的,而非自体地生成的;因为凡自体施动者皆使生成之物与自身相似。
- 8.40κενὰς μακαρίας ἀναπλάττοντος
此处无显式主语的属格分词 ἀναπλάττοντος 作独立属格结构(genitive absolute),其逻辑主语为提出该假说的泛指主体(“编造……之人”)。短语 κενὰς μακαρίας 是表示“空洞幻象”或“徒劳幻想”的希腊语习语,其后的带冠词不定式 τὸ δύνασθαι... 与之同格,具体解释幻象的内容。
- 8.40καθ’ ὃ ἐξ ἀλλήλων γίνεται, ἀλλὰ τὸ ποιητικόν, καθ’ ὃ ὑπ’ ἀλλήλων
通过介词 ἐκ(来源/质料因,“从彼此中”)与 ὑπό(施动/动力因,“受彼此”)的鲜明对立,简洁地表达了两种原因的功能差异。在后一短语 ὑπ’ ἀλλήλων 之后,语法上承前省略了动词 γίνεται,需在理解时予以补足。
