- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1230.31-1231.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了257a14以下的论述,阐明了基于施动与受动不可并存的普遍证明,并就“不可能”与“虚构”之区分提出了亚历山大的见解以及他自己的解释。
" Ἔτι δὲ μᾶλλον τούτων ἄλογον ἕως τοῦ ἢ αὐτὸ ἢ ἑαυτὸ κινήσει." Δείξας πρῶτον ἀπὸ τῶν τῆς κινήσεως τρόπων τοῦ τε κατὰ συμβεβηκὸς καὶ τοῦ καθ’ αὑτό, καὶ τούτου τῶν τε κατὰ τὸ αὐτὸ εἶδος κινούντων τε καὶ κινουμένων καὶ τῶν καθ’ ἕτερον, ὅτι ἀδύνατόν ἐστι πᾶν τὸ κινοῦν ὑφ’ ἑτέρου καὶ αὐτὸ κινούμενον κινεῖν, νῦν ταὐτὸ τοῦτο καθολικώτερον δείκνυσι,1 καὶ διὰ τοῦτο μᾶλλον ἄλογον φαίνεσθαι τὸ οὕτω δεικνύμενον φησιν, ὅτι τὰ καθόλου δεικνύμενα τῶν ἐπὶ μέρους ἐστὶν ἀναγκαστικώτερα. εἰ γὰρ πᾶν, φησί, τὸ κινοῦν κινούμενον κινεῖ, συμβήσεται τὸ κινοῦν καθ’ ὃ κινητικόν ἐστι καὶ κινητὸν εἶναι καὶ καθ’ ὃ κινεῖ κινεῖσθαι, καὶ τῇ αὐτῇ δυνάμει κινητικόν τε καὶ κινητὸν εἶναι, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ γὰρ τὸ μὲν κινεῖν ποιεῖν τί ἐστι, τὸ δὲ κινεῖσθαι πάσχειν, ταῦτα δὲ ἀδύνατον ἅμα περὶ ταὐτὸν κατὰ ταὐτὸν ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, ἀδύνατον ἂν εἴη πᾶν τὸ κινοῦν κινούμενον κινεῖν. καὶ πιστοῦται πάλιν τὸ καθόλου διὰ τῶν κατὰ μέρος παραδειγμάτων, ἐφ’ ὧν πρότερον ἐποιήσατο τὴν ἀπόδειξιν. οὐ γὰρ οἷόν τε τὸ αὐτό, καθ’ ὃ ὑγιαστικόν ἐστιν, ὑγιαστὸν εἶναι καὶ τὸ οἰκοδομικὸν οἰκοδομητόν. τοῦτο δὲ συμβαίνει τοῖς λέγουσι πᾶν τὸ κινοῦν κινούμενον κινεῖν· ἀλλ’ ἢ εὐθὺς αὐτοῖς συμβαίνει, ὅταν κατὰ ταὐτὸν εἶδος λέγωσι κινεῖν τε καὶ κινεῖσθαι, ἢ διὰ πλειόνων, ὅταν κατ’ ἄλλο μὲν εἶδος κινεῖν λέγωσιν οἷον κατὰ τὴν ὑγείαν ὑγιάζειν, κατ’ ἄλλο δὲ κινεῖσθαι ὡς κατὰ τὴν ἀλλοίωσιν ἀλλοιοῦσθαι· καὶ τούτοις γὰρ τὸ αὐτὸ ἀκολουθεῖ πάλιν τὸ κατὰ τὸ αὐτὸ λέγειν κινεῖν καὶ κινεῖσθαι. διοίσει δὲ τῷ διὰ πλειόνων μέσων εἰς τοῦτο καταντᾶν πεπερασμένων ὄντων τῶν εἰδῶν τῆς κινήσεως, ὡς δέδεικται πρότερον, εἴπερ τὸ ἔσχατον κινούμενον ὑπὸ τοῦ πρώτου κινοῦντος μᾶλλον κινεῖται ἢ ὑπὸ τοῦ προσεχοῦς. τούτοιν δὲ ἀμφοῖν, τοῦ τε κατὰ τὸ εἶδος καὶ τοῦ καθ’ ἕτερον, τὸ μὲν ἀδύνατόν ἐστι, φησί, τὸ δὲ πλασματῶδες. καὶ ὡς μὲν ὁ Ἀλέξανδρός φησιν “οὐ τοῦτο λέγει, ὅτι τὸ πλασματῶδες αὐτῶν οὐκ ἀδύνατον (ἄμφω γὰρ ἀδύνατα· ἐπὶ γὰρ ταὐτὸν ἄτοπον ἄμφω πρόεισιν), ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι τὸ μὲν ἀδύνατον αὐτῶν,2 τὸ δὲ πρὸς τῷ ἀδυνάτῳ καὶ πλασματῶδες καὶ ἀπίθανον. ἔστι δὲ ἄμφω ἔχον, τὸ κατ’ ἄλλο μὲν εἶδος κινήσεως ἀξιοῦν τὸ κινοῦν κινεῖν, κατ’ ἄλλο δὲ κινεῖσθαι ἐξ ἀνάγκης· ἄτοπος γὰρ ἡ ὑπόθεσις τὸ λέγειν ἐξ ἀνάγκης τὸ ἀλλοιοῦν τι ἀλλοιοῦν αὐξόμενον αὐτό, ἄλλως δὲ μὴ δύνασθαι.” οὕτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ κυριώτερον ὁ Ἀριστοτέλης ἐπεμέρισεν τὸ μὲν κατὰ τὸ αὐτὸ εἶδος ἀδύνατον εἰπών (ἀδύνατον γὰρ τὸ ποιεῖν καὶ τὸ πάσχειν εἰς ταὐτὸν συνδραμεῖν)· τὸ δὲ κατ’ ἄλλο μὲν κινεῖσθαι κατ’ ἄλλο δὲ κινεῖν δυνατὸν μὲν ἂν ἦν, μὴ πεπερασμένων τῶν εἰδῶν τῆς κινήσεως,3 μηδὲ τοῦ πρώτου κινουμένου μᾶλλον ὑπὸ τοῦ πρώτου κινοῦντος κινουμένου ἢ ὑπὸ τοῦ προσεχοῦς.
“然而比这些更为荒谬的是,直到:或者它自身或者它将推动自身。” 在首先从运动的诸方式——无论是偶性的还是自体的,并且在自体方式中无论是依相同之种既推动又被推动者,还是依另一之种者——表明不可能凡推动者皆自身亦受另一者推动而推动之后,现在[亚里士多德]更为普遍地证明这同一事实,并且声称以这种方式被证明之事正因此显得更为荒谬,因为普遍地被证明之事比个别之例更具必然性。他说,因为如果凡推动者皆受推动而推动,那么结果将是:推动者就其具有推动能力而言亦将是可被推动的,且就其推动而言亦被推动,并且以同一潜能既是能推动的又是可被推动的,而这是极其荒谬的。因为如果推动是某种施动,而被推动是受动,而这些在同一时间、就同一事物且依同一方面同时存在是不可能的,那么凡推动者皆受推动而推动就将是不可能的。而且他再次通过先前借以进行论证的个别范例来证实这一普遍断言。因为同一事物绝不可能就其能够致健康而言亦是可被致健康的,具有建造技能者亦不可能自身是可被建造的。而这便会降临于那些声称凡推动者皆受推动而推动的人身上;只是当他们声称依相同之种既推动又被推动时,这立刻降临于他们;而当他们声称依一种进行推动,例如依健康而致健康,但依另一种受到推动,例如依质变而经受质变时,这则是通过更多项而降临于他们的。因为对于后者而言,声称依相同之物既推动又被推动这一结论同样再次随之而来。但其区别仅在于它是通过更多中介项而达至此点,因为运动的各种是有限的,正如先前所表明的,既然穷极的被推动者受第一推动者推动甚于受直接推动者推动。而在二者之中,即依同种者与依异种者中,他说,前者是不可能的,而后者则是虚构的。正如亚历山大所说:“他并非意指它们之中虚构者并非不可能(因为二者皆是不可能的;因为二者皆走向同一荒谬),而是说:它们之中一者是不可能的,而另一者除不可能之外更是虚构且令人难以置信的。而兼具二者[即不可能与虚构]的做法,是主张推动者依运动的一种进行推动,而依另一种必然受到推动;因为设定某种致质变者在自身发生增长的同时必然致质变,且不能以其他方式行事,乃是荒谬的假说。”亚历山大如是说。但也许亚里士多德作出了更为严格的区分:他将依相同之种者称为“不可能”(因为施动与受动汇合于同一事物是不可能的);而依一种受推动而依另一种进行推动,倘若运动的各种并非有限,且最初的被推动者受第一推动者推动亦非甚于受直接推动者推动,本该是可能的。
- 8.40Δείξας πρῶτον ἀπὸ τῶν τῆς κινήσεως τρόπων ... νῦν ταὐτὸ τοῦτο καθολικώτερον δείκνυσι
句首分词 Δείξας 修饰主句主语(亚里士多德),并引出其后的主要动词 δείκνυσι 及连词 καί 连接的 φησιν。ἀπὸ τῶν τῆς κινήσεως τρόπων 带有同位语 τοῦ τε κατὰ συμβεβηκὸς καὶ τοῦ καθ’ αὑτό,后者(自体的方式)又通过属格 τῶν τε κατὰ τὸ αὐτὸ εἶδος... καὶ τῶν καθ’ ἕτερον 得到进一步展开。
- 8.40ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι τὸ μὲν ἀδύνατον αὐτῶν
短语 ἔστιν ὃ λέγει 并非字面上的“存在某件他说的事”,而是惯用表达,意为“他所言的意思是……”,后接的 ὅτι 从句具体阐明其内容(二者之一只是不可能,而另一者则既不可能又是虚构的)。
- 8.40δυνατὸν μὲν ἂν ἦν, μὴ πεπερασμένων τῶν εἰδῶν τῆς κινήσεως
这是不带连词 εἰ 的非真实条件句的后件(ἄν 搭配未完成过去直陈式 ἦν);其后带有否定词 μή 的属格独立结构(μὴ πεπερασμένων... μηδὲ... κινουμένου)充当了前件条件从句的职能(“如果运动的各种不是有限的,且如果不是……”)。
