← 辛普里丘

亚里士多德《物理学》注释

§1229.37-1230.30

回归同种运动与不动的最初推动者的必然性

辛普利丘论证了不同运动的序列亦会循环回到相同的运动之种,使得推动者既是运载者又是被运载者,并通过现实态与潜能态之间的矛盾驳斥了推动者自身必然被推动的假说,从而引出不动的最初推动者的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.39#2

δέδεικται γάρ, ὅτι τὸ πρῶτον κινοῦν καὶ τὸ ἐγγυτέρω τοῦ πρώτου κινοῦντος μᾶλλον κινεῖ τὰ τελευταῖα τῶν προσεχῶς αὐτὰ κινούντων,1 ὅτι καὶ τούτοις παρ’ ἐκείνων ἡ αἰτία τοῦ κινεῖν. ἐπὶ τὸ αὐτὸ ἄρα ἐλεύσεται καὶ ἔσται ἅμα τὸ φέρον καὶ φερόμενον, εἰ τὸ Α τὸ φερόμενον κινεῖται ὑπὸ τοῦ Δ φερομένου καὶ αὐτοῦ ὑπὸ τοῦ Ε. τούτοις δὲ ἐπήγαγεν ὁ Ἀριστοτέλης ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον, διότι τὸ ἀδύνατον ἀκολουθεῖ πρώτως μὲν τοῖς κατὰ ταὐτὸν εἶδος ὑποθεμένοις κινεῖν τε καὶ κινεῖσθαι συνιούσης εἰς ταὐτὸ τῆς ἀντιφάσεως, διὰ μέσων δὲ τούτων καὶ τοῖς καθ’ ἕτερον εἶδος λέγουσι τὸ κινοῦν κινεῖσθαι. ἀνακάμπτει γὰρ καὶ αὕτη ἡ ὑπόθεσις πάλιν ἐπὶ τὴν κατὰ ταὐτόν, ὡς δέδεικται, καὶ λοιπὸν ἐπάγει κοινῶς τὸ ἑπόμενον ἀδύνατον τῷ οὕτως κινεῖν καὶ κινεῖσθαι, ὡς καθ’ αὑτὸ κινούμενον τὸ κινοῦν κινεῖν,2 εἴτε τὴν αὐτὴν κίνησιν κινούμενον εἴτε ἑτέραν. ἔστι δὲ τὸ ἀδύνατον, ὅτι τὸ μὲν κινοῦν ἐνεργείᾳ ὄν τι κινεῖ, τὸ δὲ κινούμενον δυνάμει, εἰ δὴ κατὰ ταὐτὸν εἴη κινοῦν τε καὶ κινούμενον, ἔσται ἅμα καὶ ἔχον ἐκεῖνο, καθ’ ὃ κεῖται κινεῖν τε καὶ κινεῖσθαι, καὶ μὴ ἔχον, ἔχον μὲν καθ’ ὅσον κινεῖ, μὴ ἔχον δὲ καθ’ ὅσον κινεῖται· τὸ γὰρ διδάσκον ἃ οἶδεν διδάσκει, καὶ τὸ θερμαῖνον θερμὸν ὂν θερμαίνει. εἰ δὴ ἅμα καὶ τὸ μὲν θερμαίνοιτο τὸ δὲ μανθάνοι, τὸ μὲν θερμαινόμενον οὐκ ἔσται θερμὸν ἤδη, τὸ δὲ μανθάνον οὔπω ἐπιστάμενον· ὥστε ἅμα ἔσται ἐν τῇ ἀντιφάσει. εἰ δέ τις λέγει δύνασθαι τὸ θερμαινόμενον θερμαίνειν, οὗτος οὐ τὸ θερμαινόμενον λαμβάνει, ἀλλὰ τὸ δι’ οὗ θερμαίνει· τὸ γὰρ ἑαυτῷ θερμαῖνον, ὃ καὶ τοῖς μεταξὺ τοῦ θερμαίνειν παρέχει τὴν αἰτίαν, ἐνεργείᾳ τοιοῦτον ὂν θερμαίνει ἢ διδάσκει ἢ ὅλως κινεῖ· μηδενὸς γοῦν ὄντος τοιούτου, οὐδ’ ἄν τούτων τι κινοίη. ἔτι καὶ τὰ οὕτω θερμαίνοντα κατὰ συμβεβηκὸς κινούμενα κινεῖ· οὐ γὰρ τῷ θερμαίνεσθαι θερμαίνει, ἀλλὰ τῷ θερμότητα ἔχειν. ἐνδέχεται γοῦν αὐτὰ καὶ μὴ θερμαινόμενα θερμαίνειν. οὕτως δὲ ἔσται κατὰ συμβεβηκὸς τῷ κινεῖσθαι κινούμενα. οὐκέτι δὲ συντρέχει ἡ ἀντίφασις, εἰ μὴ εἴη κείμενον τὸ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι.3 καὶ γὰρ εἰ ἔνια ὑπὸ κινουμένων κινεῖται, ἀλλὰ τό γε πρῶτον αἴτιον τοῖς οὕτω κινοῦσί τε καὶ κινουμένοις οὐ κινούμενον κινεῖ.

因为已经表明,第一推动者以及更接近第一推动者之物,比起直接推动它们〔最末之物〕之物,更有力地推动那些处于最末之物,因为对于后者[直接推动者]而言,推动的原因也是由前者而来的。因此,结论将归于同一,并且同一事物将同时既是运载者又是被运载者,如果被运载的Α乃是被自身亦被Ε运载的Δ所推动的话。对此亚里士多德补充道:“然而这确实是不可能的”,这是因为该不可能性首先由于矛盾汇合于同一事物而伴随着那些设定依相同之种既推动又被推动的人,并且通过这些中介,亦伴随着那些断言推动者依另一之种被推动的人。因为正如已经表明的,这后一假说亦再次循环回到依相同之种的假说,而且接下来,〔亚里士多德〕普遍地引出伴随着以如下方式既推动又被推动而来的不可能性:即推动者作为就其自身而言被推动之物而推动,无论它是在相同的运动中被推动还是在另一运动中被推动。这一不可能性在于:推动者作为在现实态中存在的某种事物而推动,而被推动者则在潜能态中被推动;因此,如果它依相同之物既推动又被推动,它就将同时既具有又不具有那据以设定它既推动又被推动的东西——就其推动而言具有它,而就其被推动而言不具有它。因为施教者教授其所知之事,而加热者则作为热之物进行加热。因此,如果同时一者〔加热者〕亦被加热而另一者〔施教者〕在学习,被加热者就尚未是热的,而学习者则尚未具有知识;以至于它将同时处于矛盾之中。但若有人说被加热者能够加热,此人所指的并不是被加热者,而是它借以加热的中介;因为以自身进行加热之物——即亦为诸中介物提供加热原因之物——乃是通过现实态中是如此之物而进行加热、施教或作一般推动的;至少若无此种事物存在,这些中介物中就没有任何一个能推动任何事物。再者,以此种方式加热的事物,乃是偶性地被推动而推动的;因为并非由于正在被加热它们才加热,而是由于具有热它们才加热。至少它们即便不被加热也有可能进行加热。这样一来,它们由于被推动而只是偶性地被推动。但如果不设定凡被推动者皆受被推动者推动,矛盾便不再并存。因为纵使某些事物受被推动者所推动,然而对于以这种方式既推动又被推动的诸事物而言,最初的原因至少是在不被推动的情况下推动的。

语法注3 条
  1. 8.39τὸ πρῶτον κινοῦν καὶ τὸ ἐγγυτέρω τοῦ πρώτου κινούντος μᾶλλον κινεῖ τὰ τελευταῖα τῶν προσεχῶς αὐτὰ κινούντων

    τῶν προσεχῶς αὐτὰ κινούντων 是由比较级副词 μᾶλλον 所支配的比较属格。该句法结构表明主语(最初推动者及更接近它者)对宾语(最末之物 τὰ τελευταῖα)所施加的动因作用,强于直接的推动者(τῶν προσεχῶς αὐτὰ κινούντων)。

  2. 8.39ὡς καθ’ αὑτὸ κινούμενον τὸ κινοῦν κινεῖν

    ὡς 是规定前提与方式的连接副词,引导带分词(καθ’ αὑτὸ κινούμενον)的宾格不定式结构(τὸ κινοῦν κινεῖν)。它明确规定了论敌的本质假设——即推动者乃是在“就其自身而言被推动”的规定下进行推动,用以与后文所讨论的“偶性地(κατὰ συμβεβηκός)被推动”形成对比。

  3. 8.39εἰ μὴ εἴη κείμενον τὸ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι

    定冠词 τὸ 将整个宾格不定式从句 πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι 名词化,使之充当被动态谓语 εἴη κείμενον(被设定、被假定)的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1229.37-1230.30