- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:121.26-123.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于Bekker 186a32的词条,指出若将存在解释为偶性将导致矛盾,论证爱利亚学派所谓的“存在”必然是“恰恰是存在”(实体)。随后他引介阿德拉斯托的学说,梳理了主体与述谓方式的分类。
" Ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ’ οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν." Δυνατὸν καὶ τὰ προσεχῶς εἰρημένα καὶ ταῦτα μὴ πρὸς Παρμενίδην λέγεσθαι μόνον, ἀλλὰ καὶ πρὸς Μέλισσον. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν οὕτως ἐστὶν ὡς συμβεβηκότα, τὰ δὲ ὡς ὑποκείμενα, οἷς τὰ συμβεβηκότα συμβέβηκε, καὶ ταῦτα οὐ μόνον τὰ αὐτὰ οὐκ ἔστιν ἀλλήλοις ἀλλὰ καὶ ὑπεναντία πως, τό τε καθ’ αὑτὸ ὑφεστὼς καὶ τὸ ἐν ἄλλῳ τὸ εἶναι ἔχον, ἀνάγκη τὸ ἕτερον τούτων τὸ ὂν λέγειν ἢ τὸ συμβεβηκὸς ἢ τὸ τούτῳ ὑποκείμενον. διὸ καὶ ἀρχόμενος τῆς πρὸς αὐτοὺς ἀντιλογίας “ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, φησίν, ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες ἓν εἶναι τὰ πάντα, πότερον οὐσίαν ἅπαντα ἢ ποσὰ ἢ ποιά”. ὑποθέμενος οὖν πρότερον διὰ τοῦ λευκοῦ τὴν τοῦ συμβεβηκότος φύσιν εἶναι τὸ ὄν, ἔδειξεν ὅτι κατὰ ταύτην τὴν ὑπόθεσιν οὐ δυνατὸν ἓν εἶναι τὸ ὄν. ὧν μὲν γὰρ ἕτεροι οἱ λόγοι, ταῦτα ἕτερα ἀλλήλων καὶ οὐχ ἓν ἀλλὰ πολλά. ἕτερος δὲ ὁ λόγος τοῦ τε συμβεβηκότος καὶ ᾧ τοῦτο συμβέβηκεν, εἰ καὶ ἀχώριστα ἀλλήλων. δεῖ δὲ εἶναι καὶ τὸ ὑποκείμενον, εἰ μέλλοι καὶ τὸ συμβεβηκὸς εἶναι· τοιαύτη γὰρ αὐτοῦ ἡ φύσις. ἀμφοῖν δὲ ὄντων οὐκ ἔστιν ἓν τὸ ὄν. καὶ τοῦτο μὲν δέδεικται πρότερον, προστίθησι δὲ καὶ τοιαύτην τοῦ αὐτοῦ νῦν ἀπόδειξιν. εἰ γὰρ τὸ συμβεβηκός ἐστι τὸ ὄν, ἐκεῖνο ᾧ τοῦτο συμβέβηκε καὶ ὂν ἔσται καὶ οὐκ ὂν κατὰ τὸ αὐτό. καθόσον γὰρ συμβέβηκεν αὐτῷ τὸ ὂν ἕτερον ὂν τοῦ ὄντος, οὐκ ὄν ἐστι (μόνον γὰρ ἦν τὸ συμβεβηκὸς ὄν), πάλιν δὲ καθόσον αὐτῷ συμβέβηκε τὸ ὄν, κατὰ τοῦτο ὄν ἐστι· τὸ γὰρ ὑποκείμενόν τινι τὴν τοῦ συμβεβηκότος αὐτῷ κατηγορίαν ἢ ὁμωνύμως ἢ παρωνύμως ἀναδέχεται. διὸ καὶ ᾧ τὸ λευκὸν συμβέβηκε, τοῦτο λευκόν φαμεν, ὥστε καὶ ᾧ τὸ ὂν τοῦτο ἔσται. ἔσται τι ἄρα τὸ ὂν καὶ οὐκ ὂν κατὰ ταὐτόν (διὰ γὰρ τὸ ὑποκείμενον εἶναι),1 ὅπερ ἄτοπον. ὥστε ἀδύνατον τὸ ὂν λέγειν τὸ συμβεβηκός. ἅμα δὲ καὶ ἄτοπον ἦν οὕτω κλεινοῖς ἀνδράσιν ἐγκαλεῖν ὡς ἀγνοοῦσιν ὅτι τὸ συμβεβηκὸς συνεισάγει πάντως ἑαυτῷ καὶ ἄλλο τι ᾧ συμβέβηκε. δεῖ τοίνυν ὑποθέσθαι τὸ ὂν λέγειν αὐτοὺς τὸ κυρίως ὂν καὶ μάλιστα ὄν, καὶ ὡς ἂν Πλάτων μὲν εἴποι τὸ αὐτοόν, Ἀριστοτέλης δὲ τὸ ὅπερ ὄν·2 τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ κυρίως ὂν καὶ μάλιστα ὄν, ὅπερ νομίζει τὴν οὐσίαν, ὡς καὶ καθ’ ἑαυτὴν ὑφεστῶσαν καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἰτίαν. οὔτε οὖν τὸ ὂν ὡς συμβεβηκὸς εἰκὸς λέγειν αὐτοὺς οὔτε τὸ ἕν, ἀλλὰ καὶ τὸ ὂν ὅπερ ὂν καὶ τὸ ἓν ὅπερ ἕν, καὶ τὸ συναμφότερον, εἴ τί ποτε εἴη, τοιοῦτον εἶναι, μὴ ἑτέρῳ τινὶ συμβεβηκός, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς. Ὁ δὲ Ἄδραστος βουλόμενος δηλῶσαι, τί σημαίνει τὸ ὅπερ ὄν, παρεξῆλθε μὲν ὀλίγον τῶν προκειμένων· χρήσιμα δὲ ὄντα τὰ παρ’ αὐτοῦ ῥηθέντα, ὧν καὶ Πορφύριος ἐμνημόνευσε, κάλλιον οἶμαι μὴ παραδραμεῖν. λέγει δὲ τῶν πραγμάτων ἁπάντων τὰ μὲν εἶναι ὑποκείμενα, τὰ δὲ τούτοις ὑπάρχειν καθ’ ὑποκειμένων αὐτῶν. κυρίως μὲν δὴ ὑποκεῖσθαι ἑκάστην τῶν πρώτων οὐσιῶν, οἷον τὸν τινὰ ἄνθρωπον οἷον τὸν Σωκράτην, ἢ τόνδε τὸν λίθον· κοινότερον δὲ πᾶν καθ’ οὗ πέφυκεν ἕτερόν τι κατηγορεῖσθαι. τὸ γὰρ τὶ λευκὸν καὶ ἡ τὶς γραμματικὴ καθ’ αὑτὰ μὲν οὐδαμοῦ ὑπόκειται, ἀλλ’ ἔστιν ἐν ὑποκειμένῳ, τὸ μὲν ἐν τῷδε τῷ σώματι, ἡ δὲ ἐν τῇδε τῇ ψυχῇ· ὑποκειμένων μέντοι καὶ αὐτὰ λόγον ἔχει, ἐπειδὰν τοῦ μὲν τὸ λευκὸν ἢ τὸ χρῶμα κατηγορῶμεν, τῆς δὲ τὴν γραμματικὴν ἢ ἁπλῶς τὴν ἐπιστήμην. ἀλλ’ οὖν πάντων τῶν κατά τινων λεγομένων3 τὰ μὲν ὡς οἰκεῖα καὶ καθ’ αὑτὸ κατηγορεῖται τῶν ὑποκειμένων, τὰ δὲ ἔξωθέν πως καὶ ὡς συμβεβηκότα· καθ’ αὑτὸ μὲν καὶ οἰκείως ὅσα τὸ τί ἐστι καὶ τὴν οὐσίαν σημαίνει τῶν ὑποκειμένων, οἷον οἱ ὅροι καὶ ὅσα συμπληρωτικὰ τῆς οὐσίας αὐτῶν ἐστι καὶ ἐν τοῖς ὅροις παραλαμβάνεται, καθάπερ τὰ γένη καὶ αἱ διαφοραί· καὶ αὐτὰ δὲ τὰ εἴδη καὶ τὰ ἴδια καὶ τὰ τοῖς ὀνόμασι μόνοις διαφέροντα, οἷον ἐπὶ τῶν πολυωνύμων.
“因此,不仅必须认定存在对于凡被述谓者而言都意谓单一的事物,而且还要认定它意谓恰恰是存在且恰恰是一。” 方才所说的话以及这些话,不仅可能是针对巴门尼德说的,而且也是针对麦里梭说的。因为既然在存在者中,一些事物是作为偶性存在,另一些则是作为偶性所依附的主体存在,并且这两者不仅彼此不同,而且在某种程度上正好相反——一者依自身而存立,另一者则在别物中具有其存在——因此必然要把这两者中的一者称为存在:要么是偶性,要么是这偶性所依附的主体。因此在开始针对他们的辩驳时,他说:“在所有的始基中最为切当的始基是,既然存在是以多种方式被说的,那么说万物为一的人究竟是如何说的呢,是说万物全都是实体,还是量,抑或是质?”于是,他先前通过白这一事物设定偶性的本性即是存在,并表明按照这一假定,存在不可能是一。因为凡定义不同者,事物亦彼此相异,非一而是多。即使偶性与其所依附之物彼此不可分离,两者的定义也是不同的。而且如果偶性存在,主体也必定存在;因为它的本性就是如此。而既然两者都存在,存在便不是一。这一点先前已经表明,而他现在又对同一问题补充了如下的证明。因为如果偶性是存在,那么偶性所依附的那个东西,在同一方面就既会是存在又会是非存在。因为就存在依附于它而言,鉴于它是不同于存在的,它就是非存在(因为唯有偶性才是存在);但反过来,就存在依附于它而言,在这方面它又是存在。因为作为某物之主体者,或者同名异义地、或者派生名义地接受其所依附之物的述谓。因此对于白依附于其中的事物,我们也称其为白;从而存在依附于其中的事物也将成为这[存在]。因此某物将在同一方面既是存在又是非存在(因为这是由于作为主体),这是荒谬的。所以不可能把偶性称为存在。同时,指责如此显赫的人物不知道偶性必定会伴随引入其所依附的别物,也是荒谬的。因此必须假定,他们所说的存在是指本真之存在与最完满之存在,正如柏拉图会称之为“存在自身”,而亚里士多德会称之为“恰恰是存在”;因为这对他来说意谓着本真之存在与最完满之存在,他认为这就是实体,因为它既依自身存立,又是其他事物存在的因由。因此,他们把存在或一说成偶性是不合情理的,相反,存在是“恰恰是存在”,一是“恰恰是一”,并且这两者的结合体——如果有的话——也是这样一类事物,即绝非别物的偶性,而是自身依自身存立的。 而阿德拉斯托为了阐明“恰恰是存在”意谓着什么,虽略微偏离了当下的论题;但由于他所说的话——波菲利也曾提及——颇为有用,我认为最好不要略过。他说,在一切事物中,一些是主体,另一些则是作为关于这些主体的述谓而属于它们。在本真意义上,各个第一实体是主体,例如某个人如苏格拉底,或者这块石头;而在更宽泛的意义上,凡是按其本性有别物可述谓于它的,都是主体。因为某个白物或某种语法知识依自身绝不是主体,而是在主体之中——前者在这一物体之中,后者在这一灵魂之中;然而当我们把“白”或“颜色”述谓于前者,把“语法知识”或单纯的“知识”述谓于后者时,它们也具有主体的地位。但无论如何,在一切述谓于某些事物的事物中,一些是作为本己且依自身者述谓于主体,另一些则是从外部、作为偶性述谓于主体。依自身且本己地述谓的,是凡表示主体的“是什么”及实体的那些事物,例如定义以及凡补充其完满实体且被包含在定义中的事物,正如属和种差;乃至种自身、固有属性,以及仅在名称上相异的事物,如同在多名同义物的情形中一样。
- 1.23διὰ γὰρ τὸ ὑποκείμενον εἶναι
由介词 διά 支配带冠词不定式 τὸ ... εἶναι 构成的因果短语。τὸ ὑποκείμενον 作为不定式 εἶναι 的谓词名词采用宾格,其逻辑主语由前文语境补出,意为“由于[它是]主体”。
- 1.23ὅπερ ὄν
亚里士多德的专门术语,由关系代词 ὅπερ 与中性分词构成名词化结构,意为“恰恰是存在”或“本质上是存在者”。此处与柏拉图的“存在自身”(αὐτοόν)相对照,指称相对于偶性述谓的实体(本质)述谓。
- 1.23πάντων τῶν κατά τινων λεγομένων
置于句首的整体属格(partitive genitive)。后文的 τὰ μέν ... τὰ δέ 作为分布主语与此属格整体相应,构成“在所有述谓于某些事物的事物中,一些是……,另一些是……”的句式骨架。
