← 辛普里丘

亚里士多德《物理学》注释

§1229.6-1229.37

异种运动系列与运动之种的有限性

辛普里丘阐释了亚里士多德转向对推动者在与其所推动的不同运动之种中被推动这一假说的考察,并指出由于运动的种是有限的,因而不存在无穷倒退,该系列必将循环回到先前的种上,最终归结为在相同的种中既推动又被推动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.39#1

" Εἰ δὲ οὕτω μὲν μή, ἄλλο δὲ ἐξ ἄλλου γένους ἕως τοῦ ὧν τὸ μὲν μὴ ἔχειν, τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον." Ἐνδειξάμενος ἐκ τῶν παραδειγμάτων τὸ ἑπόμενον ἄτοπον τῇ ὑποθέσει τῇ λεγούσῃ πᾶν τὸ κινοῦν κινεῖσθαι κατὰ τὸ αὐτὸ εἶδος ὃ κινεῖ, καὶ μέλλων μετ’ ὀλίγον κοινὸν τὸ ἄτοπον ἐπάγειν, ἐπὶ τὸ ἕτερον τμῆμα μετέβη τὸ λέγον κινεῖσθαι μὲν πᾶν τὸ κινοῦν, μὴ τὴν αὐτὴν δὲ κίνησιν ἣν κινεῖ, ἀλλὰ ἄλλην· οἷον εἰ τὸ μὲν Α ὑπὸ τοῦ Β φέροιτο, τὸ δὲ Β φέρον τὸ Α αὔξοιτο ὑπὸ τοῦ Γ, τὸ δὲ Γ αὖξον τὸ Β ἀλλοιοῖτο ὑπὸ τοῦ Δ, καὶ τὸ Δ ἄλλην τινὰ κίνησιν ὑπ’ ἄλλου κινοῖτο. καὶ δείκνυσιν, ὅτι καὶ αὕτη ἡ ὑπόθεσις εἰς τὴν πρὸ αὐτῆς μεταβήσεται τὴν λέγουσαν πᾶν τὸ κινοῦν κινεῖσθαι τὴν αὐτὴν κίνησιν ἣν κινεῖ. προάγει δὲ τὸν λόγον ἐπ’ ἀξιώματι τῷ λέγοντι, πεπερασμένα εἶναι καὶ οὐκ ἄπειρα τὰ τῆς κινήσεως εἴδη· ἐν τρισὶ γὰρ ἦσαν αἱ κινήσεις, τόπῳ καὶ ποιῷ καὶ ποσῷ, καὶ ἐν ἑκάστῳ δὲ τούτων τὰ ὡς εἴδη ἄτομα πεπερασμένα· οὐ γὰρ ἄπειρα τὰ εἴδη τῶν κατὰ τόπον κινήσεων οὔτε τῶν ἀψύχων οὔτε τῶν ἐμψύχων· ὡρισμένοι γὰρ οἱ τόποι, εἴπερ γε ἕξ, καὶ ἔτι τῶν ζῴων αἱ φοραὶ τῶν μὲν πτῆσις καὶ νεῦσις, τῶν δὲ πεζῶν βάδισις, ἕρψις, εἴλυσις καὶ τὰ τοιαῦτα· ὡρισμέναι δὲ καὶ αἱ ἀλλοιώσεις, εἴπερ καὶ αἱ ποιότητες· αὗται δέ, εἴπερ αἰσθηταί· αἱ δὲ αἰσθήσεις γνώσεις πεπερασμένων· ἀλλὰ μὴν καὶ αἱ αὐξήσεις, ὅτι οὐκ ἦν ἐπ’ ἄπειρον αὔξεσθαι. τὸ οὖν Δ τὸ κινοῦν τὸ Γ ἤτοι οὐκέτι κινηθήσεται, εἰ ταῦτα εἴη μόνα τὰ εἴδη τῆς κινήσεως τῷ δεῖν τὸ κινοῦν ἄλλο εἶδος κινήσεως κινεῖσθαι, παρ’ ἣν αὐτὸ κινεῖ, μηκέτι δὲ εἰς ἄλλο εἶδος εἶναι μετάβασιν παρὰ τὰ εἰλημμένα,1 καὶ οὕτως ἢ κινήσει μὴ κινούμενον ἢ οὐδὲ κινήσει, μὴ κινοῦντος δὲ τούτου, οὐδὲ τὰ μετ’ αὐτὸ ἂν κινοῖτο, καὶ οὕτω πάλιν ἀναιρεθήσεται ἡ κίνησις. ἢ εἰ χρὴ αὐτὸ κινεῖσθαι, ἵνα κινῇ, κινηθήσεταί τινα κίνησιν, ἣν τὰ πρὸ αὐτοῦ κινεῖται, καὶ ἀνακάμψει πάλιν ἐπὶ τὰ αὐτὰ εἴδη τῆς κινήσεως· ὥστε τὸ Δ ἀλλοιοῦν τὸ Γ δεήσει φέρεσθαι, ἂν οὕτω τύχῃ, ὑπό τινος ἄλλου τοῦ Ε. ἀλλὰ τὸ τὸ ἀλλοιοῦν φέρεσθαι λέγειν πάλιν ταὐτόν ἐστι ποιεῖν τῷ τὸ κινοῦν τι τὸ αὐτὸ εἶδος λέγειν τῆς κινήσεως ἅμα κινεῖν τε καὶ κινεῖσθαι·2 τὸ γὰρ Α τὸ πρῶτον φερόμενον οὐδὲν μᾶλλον ὑπὸ τοῦ Β τοῦ προσεχῶς αὐτὸ κινοῦντος κινεῖται ἢ ὑπὸ τοῦ Ε τοῦ πρώτου, ἀλλὰ καὶ μᾶλλον ὑπ’ ἐκείνου.

“然而,如果并非如此,而是另一运动来自另一属……直至:其中一方必然不具有,而另一方具有知识。” 亚里士多德从这些例证中指出了主张凡推动者皆依照其所推动的相同之种而被推动这一假说所伴随的荒谬,并且稍后将要引出其共同的荒谬,在此之后,他便转向了另一分支,即主张凡推动者固然皆被推动,但所受的并非其所推动的相同运动,而是另一运动;例如,如果Α被Β运载,运载Α的Β被Γ增长,增长Β的Γ被Δ改变质,而Δ又被另一事物在某种其他运动中被推动。并且他表明,这第二个假说亦将过渡到在此之前的那个假说——即主张凡推动者皆在其所推动的相同运动中被推动。他是基于这样一个公理来推进论证的:运动的种是有限的而非无限的;因为运动存在于三个范畴之中,即位置、质和量,而在它们之中的每一个里,作为种的不可分者[最下种]亦是有限的。因为就位置而言的运动之种,无论是无灵魂之物的还是有灵魂之物的,皆非无限;因为位置是确定的,既然位置只有六个;而且动物的空间移动,对某些动物而言是飞翔与游泳,对陆生动物而言则是步行、爬行、匍匐及诸如此类。此外,性质变化亦是确定的,既然诸性质亦是确定的;而诸性质既然是可感觉的,便亦是确定的;而感觉乃是对有限事物的认识。再者,增长亦然,因为不可能无限地增长。因此,推动Γ的Δ,若这些仅是运动的全部之种,便要么不再被推动,这是因为推动者必须在其自身所推动的运动之外的另一运动之种中被推动,而在所列出的运动之外不再有向另一运动之种的过渡,于是它要么在不被推动的情况下推动,要么甚至根本不推动;但若它不推动,其后继者亦不会被推动,这样运动将再次被取消。或者,如果它为了推动而自身必须被推动,它就将依照在此之前的诸事物所被推动的某种运动而被推动,并且将再次循环回到相同的运动之种上;因此,改变Γ之质的Δ,如果凑巧如此的话,就必然要被某种其他事物Ε所运载。然而,断言改变质者被运载,这与断言推动某物者在相同运动之种中同时既推动又被推动,再次是做了同一件事;因为首先被运载的Α,受直接推动它的Β所推动,绝不比受作为最初者的Ε所推动更多,反倒更是受后者所推动。

语法注2 条
  1. 8.39τῷ δεῖν τὸ κινοῦν ἄλλο εἶδος κινήσεως κινεῖσθαι, παρ’ ἣν αὐτὸ κινεῖ, μηκέτι δὲ εἰς ἄλλο εἶδος εἶναι μετάβασιν παρὰ τὰ εἰλημμένα

    带定冠词的不定式与格(τῷ δεῖν... μηκέτι δὲ... εἶναι)在此作为原因副词短语,解释前文的主句(ἤτοι οὐκέτι κινηθήσεται)。δεῖν 引导带宾格的主语结构(τὸ κινοῦν... κινεῖσθαι),而由 δέ 并列的后半部分 μηκέτι... εἶναι 亦与 δεῖν 一同受首位冠词 τῷ 的管辖。

  2. 8.39ἀλλὰ τὸ τὸ ἀλλοιοῦν φέρεσθαι λέγειν πάλιν ταὐτόν ἐστι ποιεῖν τῷ τὸ κινοῦν τι τὸ αὐτὸ εἶδος λέγειν τῆς κινήσεως ἅμα κινεῖν τε καὶ κινεῖσθαι

    句首的双重冠词 τὸ τὸ... 中,外层的 τὸ 将不定式 λέγειν 实词化作为语法主语,而内层的 τὸ 则将分词短语 τὸ ἀλλοιοῦν(“改变质者”)实词化。后半部分的表语结构 ταὐτόν ἐστι ποιεῖν τῷ... 意为“与……做了同一件事”,其中与格冠词 τῷ 将后续的不定式 λέγειν 及其宾语从句实词化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1229.6-1229.37