← 辛普里丘

亚里士多德《物理学》注释

§1228.1-1229.5

依照同种运动既推动又被推动的不可能性

对亚里士多德《物理学》第8卷第5章(256b27)的注解。辛普里丘分析了亚里士多德转入驳斥推动者依自身被推动而推动这一假说的论证结构,阐明依照同一运动之种既推动又被推动是不可能的,并解释了“不可分者”作为最下种的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.38

" Ἀλλὰ μήν, εἰ μὴ κατὰ συμβεβηκὸς ἕως τοῦ τὸν αὐτὸν τρόπον τῆς ῥίψεως." Ἀντειπὼν πρὸς τὴν ὅλην ὑπόθεσιν τὴν λέγουσαν πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινούμενον κινεῖν καὶ ἐλέγξας τέως αὐτὴν διά τε τοῦ μὴ κατὰ συμβεβηκὸς πᾶν κινούμενον κινεῖν καὶ διὰ μέσου διὰ τοῦ δεῖξαι εὔλογον τὸ εἶναί τι κινοῦν ἀκίνητον, ὅπερ μέλλει μετ’ ὀλίγον δι’ ἀποδεικτικῆς ἀνάγκης βεβαιοῦν, μέτεισιν ἐπὶ τὸ ἕτερον τμῆμα τῆς λεγούσης διαιρέσεως· εἰ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ ἢ κατὰ συμβεβηκὸς κινούμενον ἢ καθ’ αὑτό, ὧν τῷ κατὰ συμβεβηκὸς ἀδύνατον ἀκολουθοῦν ἐδείχθη τὸ μὴ εἶναι κίνησιν. εἰ δὲ μὴ κατὰ συμβεβηκός, φησίν, ἀλλ’ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν, ὡς εἰ μὴ κινοῖτο, οὐκ ἂν κινοίη· δι’ ὧν ἐδήλωσε, τί τὸ καθ’ αὑτὸ σημαίνει, ὅτι τὸ οὕτως ἐξ ἀνάγκης, ὡς εἰ μὴ κινοῖτο, μὴ κινεῖν. ἐξ οὗ καὶ τὸ κατὰ συμβεβηκὸς ὁποῖόν ἐστι, δῆλον, ὅτι οὐκ ἀνάγκη, εἰ μὴ κινοῖτο, μὴ κινεῖν, ἀλλὰ δυνατὸν κινεῖν τὸ τοιοῦτον καὶ μὴ κινεῖσθαι. δείκνυσι δέ, ὅτι οὐδὲ ἐξ ἀνάγκης, τουτέστιν οὐδὲ καθ’ αὐτὸ κινούμενον, τὸ κινοῦν κινεῖ, διελὼν τὸ καθ’ αὑτὸ κινούμενον καὶ οὕτω κινοῦν εἴς τε τὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἣν κινεῖ, κινούμενα (οἷον τὸ θερμαῖνον καὶ αὐτὸ θερμαίνεσθαι καὶ τὸ ὑγιάζον ὑγιάζεσθαι καὶ τὸ φέρον φέρεσθαι) καὶ εἰς τὰ μὴ τὸ αὐτό, ἀλλ’ ἕτερον (οἷον τὸ ὑγιάζον φέρεσθαι, τὸ δὲ φέρον αὐξάνεσθαι), καὶ δείξας ἄμφω ταῦτα ἀδύνατα, ἔχει λοιπὸν συνηγμένον,1 ὅτι οὐδὲ καθ’ αὑτὰ πάντως κινούμενα τὰ κινοῦντα κινεῖ. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι ἀδύνατον προηγουμένως μὲν ἐπῆκται τῷ κατὰ ταὐτὸν εἶδος λέγοντι2 κινεῖν τε καὶ κινεῖσθαι τὸ κινοῦν, ὡς δῆλον ἐκ τοῦ δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν καὶ τῶν ἐφεξῆς, ἅπερ ἐπὶ τῶν κατὰ ταὐτὸν εἶδος τῆς κινήσεως κινούντων τε καὶ κινουμένων ἁρμόττει. διὰ μέσου δὲ τούτου τὸ ἀδύνατον δείξει καὶ τῷ κατ’ ἄλλο μὲν εἶδος κινοῦντι, κατ’ ἄλλο δὲ κινουμένῳ. δείξει γάρ, ὅτι καὶ τοῦτο ἐλεύσεται ἐπὶ τὸ κατὰ ταὐτὸν εἶδος κινοῦν τε καὶ κινούμενον. τὸ δὲ ἄτοπον τοῦ κατὰ ταὐτὸν εἶδος κινεῖν τε καὶ κινεῖσθαι ἐπὶ τῶν ἀτόμων μάλιστα φαίνεσθαί φησιν. εἰ γὰρ τὸ διδάσκον γεωμετρεῖν τὸ αὐτὸ τοῦτο, ὃ διδάσκει, μανθάνει, καὶ τὸ ῥιπτοῦν, ὅτε ῥιπτεῖ τὸν αὐτὸν τρόπον τῆς ῥίψεως ῥιπτεῖται, ἕπεταί τι ἄτοπον τὸ τὰ ἐναντία ἅμα εἶναι, ὃ μετ’ ὀλίγον ἐπάγει. εἰ γὰρ διδάσκων ἅμα καὶ μανθάνει τὸ αὐτό, ἔχει τε ἅμα ἐπιστήμην τοῦ αὐτοῦ καὶ οὐκ ἔχει, καὶ τὸ ῥιπτοῦν ἅμα καὶ ῥιπτούμενον κατὰ τὸ αὐτὸ εἶδος ἐνεργείᾳ τε ἅμα ἔσται καὶ δυνάμει· τὸ μὲν γὰρ ῥιπτοῦν ἐνεργεῖ κατὰ τὸ εἶδος, τὸ δὲ ῥιπτούμενον πάσχει, καὶ τὸ μὲν ῥιπτικόν ἐστι, τὸ δὲ ῥιπτόν. μέχρι δὲ τῶν ἀτόμων εἶπεν δεῖν διαιροῦντα λέγειν οὐ τῶν κυρίως λεγομένων ἀτόμων, ἀλλὰ τῶν κατ’ εἶδος, ὡς ἀπὸ γένους διαιρουμένων, τῶν κατὰ τὸ αὐτὸ εἶδος κινούντων τε καὶ κινουμένων· τοιαῦτα γὰρ καὶ τὰ παραδείγματα· εἴ τι διδάσκει γεωμετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥιπτεῖ ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως. εἴδη γὰρ ταῦτα κινήσεως.

“然而,如果并非偶性地……直至:依相同的投掷方式。” 〔亚里士多德〕在反驳了声称凡推动者皆自身亦被推动而进行推动的整个假说,并通过表明并非凡被推动者皆偶性地推动,以及通过间接地表明存在某种不动的推动者是合情合理的(对此他稍后将通过证明的必然性予以确证),从而暂时驳斥了该假说之后,转向了该划分所指出的另一部分:如果凡推动者皆自身亦被推动而进行推动,它要么偶性地被推动,要么依自身被推动;其中偶性的情形已被证明伴随着运动不存在这一不可能的结果。“然而如果并非偶性地,”他说,“而是出于必然,推动者被推动,以至于若不被推动,它便不推动”;通过这些话,他阐明了“依自身”意味着什么,即如此出于必然,以至于若不被推动,便不推动。由此,偶性的情形是怎样的亦属显明,即若不被推动,并非必然不推动,而是此类事物可能既推动,又不被推动。接着他表明,推动者亦非出于必然即亦非依自身被推动而进行推动:他将依自身被推动并如此进行推动者,划分为依照其所推动的运动的相同种而被推动者(例如加热者自身亦被加热,致健康者被致健康,运载者被运载),以及依照不相同而是另一运动之种而被推动者(例如致健康者被运载,运载者被增长);在表明这两者皆不可能之后,他便已经得出了结论,即推动者绝非依自身被推动而进行推动。而“然而显而易见这是不可能的”这一语句,主要是针对主张推动者依照相同的种既推动又被推动的说法而提出的,正如从“因为必须划分直至不可分者而言说”这一语句及后续文句所表明的那样,这些文句适用于依照运动的相同种既推动又被推动的事物。但通过这一中介,他亦将对依一种推动而依另一种被推动者表明其不可能。因为他将表明,这亦会归结为依照相同的种既推动又被推动者。他说,依照相同的种既推动又被推动的荒谬之处,在不可分者上表现得最为显然。因为如果教授几何学者学习它所教授的这完全相同的事物,且投掷者在投掷时依照投掷的相同方式被投掷,那么就会伴随一个荒谬的后果,即相反者同时存在,这一后果是他稍后引出的。因为如果某人在教授的同时亦学习相同的事物,他便同时具有相同事物的知识且不具有它;并且依照相同的种既投掷又同时被投掷者,将同时处于现实态与潜能态之中;因为投掷者依照该种而活动,而被投掷者则受影响,前者是具有投掷能力的,后者则是可被投掷的。他说必须划分“直至不可分者”而言说,并非指严格意义上的不可分者,而是指依种而言的不可分者(即从属中划分出来的最下种),即依照相同的种既推动又被推动者;因为其例证亦是如此:“如果某物教授几何学,这同一物便被教授几何学;或者如果投掷,便依照投掷的相同方式被投掷。”因为这些乃是运动的种。

语法注2 条
  1. 8.38ἔχει λοιπὸν συνηγμένον

    动词 ἔχει 与完成时被动分词 συνηγμένον 构成的迂说法(periphrasis),表示亚里士多德经过前面的二分及两者的不可能证明之后,已然确立并掌握了该推论这一完成状态。

  2. 8.38τὸ δὲ ἀλλὰ φανερὸν ὅτι ἀδύνατον προηγουμένως μὲν ἐπῆκται τῷ κατὰ ταὐτὸν εἶδος λέγοντι

    中性定冠词 τό 将引自亚里士多德本文的整个引句(ἀλλὰ φανερὸν ὅτι ἀδύνατον)名词化作为句子的主语。动词 ἐπῆκται 意为“被针对/提出指向”,支配与格分词短语 τῷ ... λέγοντι(主张……的立场/人)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1228.1-1229.5