- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1227.6-1227.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了投掷运动中接触的限度,借助混合物(蜜酒)与音素(母音与子音)的类比解释了为何从两极端与中介的比例推得不动的第一推动者是“合情合理的”,并引用阿那克萨戈拉的理智说作为权威论据。
τὸ γὰρ ῥιπτοῦν ἐξ ἀνάγκης μὲν ἅψασθαι δεῖ τοῦ ῥιπτουμένου καὶ συγκινηθῆναι αὐτῷ, οὐ μὴν ἀεὶ παρεῖναι καὶ συμμεταβάλλειν ἀεὶ δυνατόν. μετὰ γὰρ τὸ ῥῖψαι καὶ ἀφεῖναι αὐτὸ μὲν οὐκέτι ἅπτεται αὐτοῦ, ἅπτεται δὲ ὁ φέρων αὐτὸ ἀήρ. δυοῖν οὖν ὄντων τοῦ τε κινουμένου μόνως καὶ τοῦ ᾧ κινεῖ τὸ κινοῦν, ὅπερ κινούμενον κινεῖ, δεῖ εἶναι καὶ τὸ κινοῦν οὐχ οὕτως ὡς τὸ ᾧ κινεῖ τὸ κινοῦν, ὅπερ κινούμενον κινεῖ, ἀλλὰ τὸ μόνως κινοῦν ἀκίνητον ὄν, ὥσπερ ἦν τὸ μόνως κινούμενον, οὐκέτι δὲ κινοῦν ἄλλο. ὄντων γὰρ ἀμφοῖν τοῦ τε κινουμένου ὁμοῦ καὶ κινοῦντος ἐν τῷ μέσῳ τῷ κινουμένῳ ὁμοῦ καὶ κινοῦν τι, εἰ ἔστι καὶ καθ’ αὑτὸ τὸ κινούμενον, ὥστε μηκέτι τοῦτο κινεῖν, εὔλογον καὶ τὸ λοιπὸν τὸ μόνως κινοῦν, οὐκέτι δὲ καὶ κινούμενον εἶναι καθ’ αὑτό. εὔλογον δέ, ὅτι εἰ τὸ μέσον ἀμφοῖν μετέχει καὶ σύγκειται ἔκ τε κινοῦντος καὶ κινουμένου, καὶ ἔστι τὸ ἕτερον τῶν ἁπλῶν ἐξ ὧν σύγκειται καθ’ αὑτό, εὔλογον καὶ τὸ ἕτερον τῶν ἐν τῇ συνθέσει ἁπλοῦν τε εἶναι καὶ καθ’ αὑτό. ἑκάτερον γὰρ τῶν ἄκρων, ἐξ ὧν τὸ μέσον ἐστίν, εὔλογον τὴν αὐτὴν ἔχειν πρὸς τὸ μέσον ἀναλογίαν. ὡς γὰρ ἐπὶ τοῦ οἰνομέλιτος μεμιγμένου ἐξ οἴνου καὶ μέλιτος, ἐπειδή ἐστι καθ’ αὑτὸ τὸ μέλι, ἀνάγκη καὶ τὸν οἶνον εἶναι καθ’ αὑτό, οὕτω καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου εὔλογον, εἰ θάτερόν ἐστι καθ’ αὑτό, καὶ τὸ ἕτερον εἶναι. εὔλογον δέ, εἰ καὶ μὴ ἀναγκαῖον εἶπεν, ὅτι ἐξ ἀκολουθίας δοκεῖ συνῆχθαί τινος τὸ ῥηθὲν καὶ οὐκ ἐξ ἀποδεικτικῆς ἀνάγκης, μήποτε δὲ καὶ ἀναγκαῖόν ἐστι τὸ τοῦ ἑτέρου τῶν ἐν τῷ μίγματι ὄντος καθ’ αὑτό που εἶναι καὶ τὸ ἕτερον καθ’ αὑτό·1 εἰ μὴ ἄρα ἐπὶ τῶν τοῦ λόγου στοιχείων τις ἐννοήσειεν, ὅτι τὰ μὲν φωνήεντά ἐστι καθ’ ἑαυτὰ ἐκφωνούμενα, τὰ δὲ σύμφωνα καλούμενα καθ’ αὑτὰ μὲν οὐκ ἔχει τινὰ φύσιν ἐκφωνήσεως, μετὰ δὲ τῶν φωνηέντων συντιθέμενα ἐκφωνεῖται καὶ αὐτά. ἀκριβῶς οὖν ὁ Ἀριστοτέλης εὔλογον, εἰ καὶ μὴ ἀναγκαῖον εἶπεν, ὅτι ἐπὶ μὲν τῶν πλείστων οὕτως ἔχει, ἐπ’ ὀλίγων δὲ παραλλάττει. συνίστησι δὲ καὶ δι’ ἐνδόξου πίστεως τὸ ἀκίνητον εἶναι τὸ πρώτως κινοῦν τὴν Ἀναξαγόρου δόξαν ἐπαινέσας, ὃς τὸν νοῦν τὸ πρῶτον κινοῦν ὑποθέμενος ἀκίνητον αὐτὸν καὶ ἀμιγῆ καὶ ἁπλοῦν ὑπέθετο, ὡς οὕτως μόνως δυναμένου τοῦ πρώτως κινοῦντος κρατεῖν τῶν ὅλων, εἰ ἀκίνητος εἴη καὶ ἀπαθής·2 εἰ γὰρ κινούμενος κινήσει, ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς κινούμενος, ὧν τὸ μὲν κατὰ συμβεβηκὸς ἀδύνατόν τι ἔχον ἑπόμενον ἐφάνη τὸ μὴ εἶναι κίνησιν, τὸ δὲ καθ’ αὑτὸ δειχθήσεται ἐφεξῆς ἀδύνατον.
因为投掷者必然要接触被投掷者并与之共同运动,但绝不可能始终在场并始终一同变化。因为在投出并释放之后,它自身不再接触被投掷者,而是运载它的空气接触它。因此,既然存在两样事物——既有仅被推动者,又有推动者用以推动之物(即被推动而进行推动者)——那么推动者也必然存在,且不是像推动者用以推动之物那样(即被推动而进行推动),而是作为不动者而仅进行推动,正如曾存在那仅被推动而不再推动其他事物者一样。因为既然被推动者与推动者两者共同存在于既一同被推动又进行推动的中介之中,那么如果被推动者亦依自身存在,以致此者不再进行推动,那么合情合理的是,所余下的仅进行推动而不再亦被推动者亦依自身存在。而之所以合情合理,是因为如果中介分享两者并由推动者与被推动者所构成,且其所由构成的诸单纯者之一依自身存在,那么合情合理的是,复合物中的另一者亦既是单纯的又依自身存在。因为中介所由构成的两极端各自对于中介具有相同的对应比例,乃是合情合理的。因为正如在由酒与蜜混合而成的蜜酒的情形中,既然蜜依自身存在,酒亦必然依自身存在,因而在推动者与被推动者的情形中,若其中之一依自身存在,另一者亦存在,乃是合情合理的。而他说“合情合理”即使并非“必然”,是因为所说之事似乎是从某种相符连带中推导出来的,而非出于证明的必然性;然而,或许在混合物中的一者于某处依自身存在时,另一者依自身存在甚至也是必然的——除非有人在话语的元素上留意到,母音是依自身被发音的,而所谓的子音依自身则没有任何发音的本性,但与母音相拼合时它们自身才被发音。因此亚里士多德精审地说了“合情合理”即便并非“必然”,因为在绝大多数情形下确实如此,但在少数情形下有所不同。此外,他亦通过普遍认可的权威确立了最初推动者是不动的,赞扬了阿那克萨戈拉的看法;阿那克萨戈拉在设定理智为第一推动者时,设定它是不动、无混杂且单纯的,认为最初推动者唯有在是不动且不受影响的情况下,才能如此这般支配一切事物。因为如果它被推动而进行推动,它要么依自身被推动,要么偶性地被推动;其中偶性的情形已显露出伴随着一个不可能的结果,即运动不存在,而依自身的情形接下去将被证明是不可能的。
- 8.37τὸ τοῦ ἑτέρου τῶν ἐν τῷ μίγματι ὄντος καθ’ αὑτό που εἶναι καὶ τὸ ἕτερον καθ’ αὑτό
带冠词的不定式短语 τὸ ... εἶναι 充当主句(谓词为 ἀναγκαῖόν ἐστι)的主语。在这一结构内部嵌套了一个表示条件或前提的属格独立结构 τοῦ ἑτέρου ... ὄντος καθ’ αὑτό που(“当混合物中的一者在某处依自身存在时”),而 καὶ τὸ ἕτερον 则作为不定式 εἶναι 的宾格主语,其补足语为 καθ’ αὑτό。
- 8.37ὡς οὕτως μόνως δυναμένου τοῦ πρώτως κινοῦντος κρατεῖν τῶν ὅλων, εἰ ἀκίνητος εἴη καὶ ἀπαθής
此句包含带有 ὡς 的属格独立结构(ὡς ... δυναμένου τοῦ πρώτως κινοῦντος),用来表达阿那克萨戈拉的主观理由或主张。在此结构中又嵌入了一个带有祈愿语气的条件从句 εἰ ἀκίνητος εἴη καὶ ἀπαθής(“若是不动且不受影响的”),修饰不定式 κρατεῖν τῶν ὅλων 的实现条件。
