- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1226.10-1227.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》256b13起的内容进行注解,阐明运动中的三要素(被推动者、推动者、作为中介的工具),并解释中介项必然在自身被推动的同时进行推动,以及第一推动者是不动者的合理依据。
" Καὶ εὐλόγως δὲ τοῦτο συμβέβηκεν ἕως τοῦ καὶ κρατοίη ἂν ἀμιγὴς ὤν." Ἐλέγξας τὸν λέγοντα λόγον, ὅτι πᾶν τὸ κινούμενον καὶ αὐτὸ κατὰ συμβεβηκὸς οὕτως κινεῖ, δέον μεταβῆναι1 ἐπὶ τὸ δεικνύναι, ὅτι μηδὲ καθ’ αὐτὸ κινούμενον τὸ κινοῦν κινεῖ, πρῶτον τὴν ὅλην ὑπόθεσιν ἀναιρεῖ τὴν πρὸ τῆς διαιρέσεως τῆς εἰς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτό. ἦν δὲ ἡ ὑπόθεσις ἡ λέγουσα πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινούμενον ὑπ’ ἄλλου κινεῖν· ἀναιρεῖ δὲ αὐτὴν δεικνύς, ὅτι πρὸ τῶν κινουμένων καὶ οὕτω κινούντων ἔστιν, ὃ ἀκίνητον ὂν οὕτω κινεῖ. καὶ τότε τὸ ἕτερον τμῆμα τῆς διαιρέσεως ἐλέγχει τὸ λέγον, ὅτι πᾶν τὸ κινοῦν καθ’ αὑτὸ κινούμενον καὶ αὐτὸ κινεῖ. τέως δὲ καθόλου δείκνυσιν, ὅτι μὴ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ διὰ τοῦ δεῖξαι, ὅτι εὔλογόν ἐστι τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι, καὶ ὅτι ἔστι τι ὃ κινεῖ ἀκίνητον ὄν. τοῦτο δὲ δείκνυσι λαβών, ὅτι ἀνάγκη τρία εἶναι ἐν τῇ κινήσει τὸ κινούμενον, ὅπερ ἐναργῶς ὁρᾶται, καὶ τὸ κινοῦν (πᾶν γὰρ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται) καὶ μέσον ἀμφοῖν τὸ ᾧ κινεῖ τὸ κινοῦν.2 κεῖται γὰρ ὅτι πᾶν τὸ κινοῦν τί τε κινεῖ, τουτέστι τὸ κινούμενον, καὶ τινί, τουτέστι τῷ ᾧ κινεῖ. τριῶν οὖν τούτων ὄντων τὸ μὲν κινούμενον ὑπὸ τοῦ κινοῦντος κινεῖσθαι μὲν ἀνάγκη, οὐ μὴν καὶ κινεῖν· οὐ γάρ, εἴ τι κινεῖται, τοῦτο ἀνάγκη ἄλλο τι κινεῖν· τὸ γὰρ ἔσχατον κινούμενον κινεῖται μέν, οὐκέτι δὲ ἄλλο κινεῖ· τὸ δὲ ᾧ κινεῖ τὸ κινοῦν ἀνάγκη καὶ κινεῖσθαι καὶ κινεῖν. τὸ γὰρ διά τινος κινοῦν τι τρίτον, οὐκ ἂν ἐκεῖνο κινήσοι, εἰ μὴ πρῶτον κινήσει τὸ δι’ οὗ κινεῖ. ὁ γὰρ τὸν λίθον τῇ ῥάβδῳ καὶ διὰ μέσης τῆς ῥάβδου κινῶν, πρώτην κινεῖ τὴν ῥάβδον· τὰ γὰρ μεταξὺ τῶν τε πρώτων κινούντων καὶ τῶν ἐσχάτων κινουμένων καὶ κινεῖν ἀνάγκη καὶ κινεῖσθαι. καὶ τὴν ἀνάγκην αὐτὸς ἔδειξεν εἰπών· συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν. τὸ γὰρ προσεχῶς κινοῦν τῷ ἁπτόμενον κινεῖν ἀνάγκη συμμεταβάλλειν τῷ ὑπ’ αὐτοῦ κινουμένῳ, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ· εἰ δὲ συμμεταβάλλει, δῆλον ὡς καὶ αὐτὸ κινεῖται. καὶ ὅτι μὲν οὐ μόνον τὰ κατὰ τόπον προσεχῶς κινοῦντα ἅπτεται τῶν ὑφ’ ἑαυτῶν κινουμένων, ἀλλὰ καὶ τὰ κατὰ τὰς ἄλλας κινήσεις, ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ· νῦν δὲ ὡς ἐπὶ ἐναργεστέρων αὐτὸ τῶν κατὰ τόπον κινούντων ἀξιοῖ θεωρεῖν. προσέθηκε δὲ τὸ μέχρι τινὸς ἅπτεσθαι ἀλλήλων τὰ κατὰ τόπον κινοῦντα καὶ κινούμενα διὰ τὰ ῥιπτοῦντα καὶ ῥιπτούμενα.
“而此事出于合情合理”直至“且因其纯粹而能够支配。” 在反驳了声称凡被推动者自身亦是偶性地如此推动的论点之后,本应当过渡到证明推动者即便作为依自身被推动者亦不进行推动,但他首先否定了在划分出偶性与依自身之前的整个假定。该假定声称,凡推动者自身亦是被另一事物推动而进行推动的;而他通过指出在那些被推动且如此推动的事物之前,存在着作为不动者而如此推动的事物,从而否定了这一假定。然后,他反驳了该划分的另一分支,即声称凡推动者自身亦是依自身被推动而进行推动的。不过眼下,他通过证明第一推动者是不动的乃是合情合理的、并且存在着某种不动而进行推动的事物,从而总体上表明并非凡推动者都是自身被推动而进行推动的。而他是通过设定运动中必然存在三者来证明这一点的:明显可见的[一]被推动者,[二]推动者(因为凡被推动者皆被推动者所推动),以及介于两者之间的[三]推动者用以推动的工具。因为假定凡推动者既推动某物(即被推动者),又借某物进行推动(即用以推动的工具)。因此在这三者存在时,被推动者固然必然被推动者推动,但绝非必然也进行推动;因为并非如果有某物被推动,此物就必然推动其他某物;因为最终被推动者固然被推动,却不再推动其他事物。另一方面,推动者用以推动的工具则必然既被推动又进行推动。因为凡通过某种媒介推动第三者的事物,若不首先推动其用以推动的媒介,就不会推动那个[第三]事物。因为用木杖且通过木杖作为媒介来移动石头的人,最先移动的是木杖;因为处于第一推动者与最终被推动者之间的媒介,既进行推动又被推动乃是必然的。他自己亦通过说“因为此物由于在同一时间且在同一地点与被推动者同在,故而一同变化”指明了这一必然性。因为直接推动者通过接触而进行推动,必然与被其推动者一同变化,正如他在本书之前的一卷中所指出的那样;而如果一同变化,显而易见它自身亦被推动。至于不仅在空间位置上直接推动者会接触被其推动者,而且在其他各类运动中也是如此,他在本书之前的一卷中已经指出;但如今他认为应当在空间位置上推动的事物这一更为明白的例证上对此予以考察。此外,由于进行投掷的事物与被投掷的事物的缘故,他补充道在空间位置上推动与被推动的事物彼此接触只是“直到某一点为止”。
- 8.37δέον μεταβῆναι
非人称动词 δεῖ 的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute),意为“本应当过渡到……”或“在理应……的情况下”,带有让步或对比的意味。此处用于解释亚里士多德论证推进的次序:他并未直接进入划分的第二分支(依自身被推动的推动者),而是首先推翻了划分之前的总体假定(凡推动者皆被他物推动)。
- 8.37τὸ ᾧ κινεῖ τὸ κινοῦν
由中性定冠词 τό 实词化的名词短语,内部包含带有工具与格 ᾧ 的关系从句(“推动者借以推动之物”),指运动的中介或工具。紧随其后的 τινί(“借某物”)解释了其功能,该结构界定了运动三要素(被推动者、推动者、中介工具)之中的中间项。
