- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1224.24-1226.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘介绍了亚历山大关于《物理学》第8卷第5章(256b3起)文本编排次序的讨论,捍卫了传世顺序的合理性,并阐释了通过划分法论证运动的第一本原必定是不动者或自身推动者而非偶性推动的逻辑结构。
" Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι ἕως τοῦ δέδεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι." Αὕτη ἡ ἐπιχείρησίς τισι μὲν ἔδοξεν, ὡς ὁ Ἀλέξανδρός φησι, τῇ μετ’ αὐτὴν ἀκολουθεῖν ἐπιχειρήσει τῇ δεικνύσῃ, ὅτι τοῦ αὐτοκινήτου τὸ μέν ἐστι κινούμενον, τὸ δὲ κινοῦν ἀκίνητον ὄν, ἧς ἐπιχειρήσεως ἀρχή· “ἀλλὰ μὴν εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχή.” δοκεῖ γὰρ ταύτῃ μὲν ἕπεσθαι ἡ δεῖξις τοῦ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι τέλος ἔχουσα τό· “ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ κινήσεται· ἡ ἄρα ΑΒ ὑφ’ ἑαυτῆς τε κινήσεται, καὶ ὑπὸ τῆς Α.” τούτοις δὲ ἀκολουθεῖν δοκεῖ τὸ νῦν λεγόμενον διὰ τοῦ πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι καὶ τῶν ἑξῆς· προσκατασκευάζεσθαι γὰρ διὰ τούτων τὰ δι’ ἐκείνων ἀποδεδειγμένα. διὸ καὶ ἀξιοῦσί τινες ἐκεῖνα προγεγράφθαι τε καὶ προαναγινώσκεσθαι. εἰ μέντοι ἡ νῦν γεγραμμένη τηροῖτο τάξις, ὅπερ ὑγιέστερον καὶ ὁ Ἀλέξανδρος ἐγκρίνει, ἐπαγγέλλεται κατ’ ἄλλον τρόπον ἀποδείξεως τὸ αὐτὸ δεῖξαι τοῖς φθάσασιν, ὅτι ἐν τοῖς κινουμένοις καὶ κινοῦσι πρῶτόν ἐστι κινοῦν τὸ αὐτοκίνητον. μεταξὺ δὲ παρεμβαλών, ὅτι τὸ πρῶτον ἁπλῶς κινοῦν ἀκίνητον ἀνάγκη εἶναι, συνάπτει τὸν περὶ τοῦ αὐτοκινήτου λόγον τοῦ πρώτου. οὐχὶ τῶν ἁπλῶς κινούντων, ἀλλὰ τῶν μετὰ τοῦ κινεῖσθαι καὶ αὐτὰ κινούντων, ζητῶν, τίς ὁ τρόπος τῆς ἐν τούτῳ κινήσεως, καὶ δεικνύς, ὅτι τὸ κινοῦν ἐν αὐτῷ ἀκίνητον ὂν κινεῖ. ἢ καὶ τοῦτο μὲν δείκνυσιν, οὐ μὴν ἀλλὰ καὶ συναποδείκνυσιν αὐτῷ τὸ ἀρχὴν κινήσεως ἢ τὸ ἀκίνητον ἢ τὸ αὐτοκίνητον εἶναι. τοῦτο δὲ συναποδείκνυται δειχθέντι τῷ μὴ πᾶν τὸ κινούμενον ὑπό τινος ἔξωθεν κινεῖσθαι,1 καὶ αὐτοῦ ὑπό τινος ἔξωθεν κινουμένου. τοῦτο δέδεικται μὲν ἤδη δι’ ἄλλων ἐπιχειρημάτων, δείκνυσι δὲ καὶ νῦν τῷ ἐξ ἀκολουθίας καὶ διαιρέσεως ἀνασκευαστικῷ τόπῳ χρώμενος. καὶ ἔστιν ἡ ἐπιχείρησις τοιαύτη· εἰ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου τινὸς ἔξωθεν καὶ αὐτοῦ κινεῖται, ἢ κατὰ συμβεβηκὸς τὸ κινούμενον κινεῖ ἢ καθ’ αὑτό· κατὰ συμβεβηκὸς δὲ τὸ κινούμενον κινεῖ, ὅταν μὴ τῷ κινεῖσθαι κινῇ, ἀλλ’ ἐνδέχηται αὐτὸ καὶ κινεῖσθαι κινοῦν, καὶ μὴ κινεῖσθαι. εἰ οὖν μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς πᾶν τὸ κινοῦν ὑπό τινος ἔξωθεν καὶ αὐτὸ κινεῖται, ὡς δείξει, δῆλον ὅτι οὐ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου τινὸς ἔξωθεν καὶ αὐτοῦ κινεῖται, ἀλλ’ ὑπό τινος μὲν κινεῖται πάντως τὸ κινούμενον, ἢ αὐτοκινήτου δὲ ἢ ἀκινήτου τοῦ πρώτως κινοῦντος. καὶ εἰ μὲν ὑπό τινος ἔξωθεν πρώτως κινοῦντος κινοῖτο τὸ κινούμενον, ἀκίνητόν ἐστι τὸ κινοῦν· εἰ δὲ ὑπὸ μηδενὸς ἔξωθεν τὸ πρώτως κινούμενον κινεῖται, αὐτοκίνητον ἔσται. καὶ ὅτι μὲν κατὰ συμβεβηκὸς οὐχ οἷόν τε τὸ κινοῦν κινεῖσθαι δείκνυσιν οὕτως· εἰ τὸ κινοῦν κατὰ συμβεβηκὸς κινοῖτο κινούμενον καὶ μὴ καθ’ αὑτὸ καὶ αὐτὸ κινεῖται, οὐκ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν· εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδέχεται τὸ κατὰ συμβεβηκὸς κινούμενον καὶ οὕτως κινοῦν μὴ κινεῖσθαί ποτε. ἐὰν οὖν ὑποθώμεθα τὸ ἐνδεχόμενον γενέσθαι γενόμενον, τοῦτο δέ ἐστι τὸ κατὰ συμβεβηκός ποτε τῷ κινεῖσθαι κινοῦν, ψεῦδος μὲν δυνατὸν ἀκολουθῆσαι, ἐὰν μήπω τότε μὴ κινούμενον κινῇ, ὅτε καὶ ἡ ὑπόθεσις ψευδής· οὐ μὴν ἀδύνατον τὸ μὴ κινούμενον κινῆσαι.2 καὶ γὰρ ἡ κατὰ συμβεβηκὸς κινεῖσθαι λέγουσα ὑπόθεσις οὐκ ἀδύνατον, ἀλλὰ δυνατὸν ἐτίθει τὸ μὴ κινεῖσθαι. ἐδείχθη δὲ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι δυνατῷ ἀδύνατον οὐχ ἕπεται. εἰ οὖν ὑποτεθέντος τοῦ μὴ κινεῖσθαι κινοῦν ἀδύνατον ἀκολουθεῖ τι τὸ μὴ εἶναι κίνησιν, ἀδύνατος ἡ τοῦ κατὰ συμβεβηκὸς ὑπόθεσις, ἀκολουθεῖ δὲ τὸ μὴ εἶναι κίνησιν τῷ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι, εἰ κατὰ συμβεβηκὸς τεθείη κινούμενον. εἰ γὰρ μὴ κινοῖτο τὸ κινοῦν, οὐδ’ ἂν κινοίη διὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι. μὴ ὄντος δὲ τοῦ κινοῦντος, οὐδὲ κινούμενον ἂν εἴη, τοῦ δὲ κινουμένου μὴ ὄντος οὐδὲ κίνησις περιλείπεται. ἐν γὰρ τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις, τὸ δὲ μὴ εἶναι κίνησιν ἀδύνατόν ἐστι· δέδεικται γὰρ καὶ ἐναργές ἐστιν, ὅτι κίνησις ἀεί ἐστι. τὸ δὲ ψεῦδος δὲ ἴσως ὁ Ἀλέξανδρος εἰρῆσθαί φησιν, ὅτι οὐκ ἀνάγκη, εἰ ψευδὴς ἡ πρότασις, καὶ τὸ συμπέρασμα ψευδὲς εἶναι· δέδεικται γάρ, ὅτι καὶ ἐκ ψευδῶν ἀληθές τι συνάγεται. μήποτε δὲ οὐ διὰ τοῦτο νῦν πρόσκειται τὸ ἴσως, ἀλλ’ ὅτι ἂν κατὰ συμβεβηκὸς ὑποτεθῇ κινεῖσθαι τὸ κινοῦν, ληφθῇ δὲ μὴ κινούμενον, ψεῦδος μὲν ἐνίοτέ ἐστι τὸ ληφθέν, ἐὰν τύχῃ κινούμενον, οὐ μέντοι ἀδύνατον, ὅτι τὸ κατὰ συμβεβηκὸς ὑποτεθὲν κινεῖσθαι, δύναταί ποτε καὶ μὴ κινεῖσθαι.
“除已述者外,对于如下考察的人们而言”直至“因为此前已经证明,运动必然始终存在。” 如亚历山大所言,这一论证在某些人看来是紧随其后的论证之后的,即证明在自身推动者中,一部分是被推动者,而另一部分是不动却进行推动者;那一论证的开端是:“然而,若必须考察哪一个是运动的原因和本原”。因为证明第一推动者是不动的论证(其结语为:“此外,若全体自身推动自身,则它的一部分将推动,而另一部分将被推动;因此AB既将被自身推动,也将被A推动”)似乎接续着这一[开端],而如今通过“除已述者外,对于如下考察的人们而言”及随后的词句所表达的内容,似乎又接续着这些论证;因为通过那些〔论证〕所证明的内容,借由这些〔内容〕得到了进一步的奠定。因此有些人甚至主张,那些论据应当先写出并先被阅读。然而,如果维持如今写下的顺序(这也是更稳妥的,且为亚历山大所认可),那么他便承诺以另一种论证方式,证明与先前的论证同样的事情,即在被推动者与推动者之中,第一推动者是自身推动者。而在中途插入了“绝对意义上的第一推动者必然是不动的”之后,他便衔接起关于并非绝对的第一推动者、而是在自身被推动的同时亦进行推动者之中的第一者即自身推动者的论述,探求在此物之中的运动方式为何,并表明在其中推动者是不动地进行推动的。或者说,他固然证明了这一点,但不仅如此,他还连带证明了运动的本原要么是不动者要么是自身推动者。而这一点是在证明了并非一切被推动者都是被外部某物推动、且该〔外部〕物自身亦被外部某物推动之后,才一同得以证明的。此事此前已通过其他论据得到了证明,而如今他也运用基于后承与划分的反驳论题予以证明。该论证如下:如果一切被推动者都是被外部的、其自身亦被推动的某物所推动,那么被推动者要么是偶性地推动,要么是依自身推动;而当被推动者不是因被推动而推动,而是在推动时允许它自身既被推动也可以不被推动时,被推动者便是偶性地推动。因此,正如他将要证明的那样,若非凡推动者自身也都在自身或在偶性上被外部某物所推动,那么显而易见,并非一切被推动者都是被外部的、其自身亦被推动的某物所推动,而是被推动者完全是被某物推动的,而最先推动者要么是自身推动者,要么是不动者。而且,若被推动者是被外部的最先推动者所推动,推动者便是不动的;若最先被推动者不被外部的任何事物推动,它就将是自身推动者。而他如下证明推动者不可能偶性地被推动:如果推动者作为被推动者是偶性地被推动,而非依自身被推动,那么推动者就不是出于必然性而被推动;而如果不是出于必然性,那么偶性地被推动并如此推动之物在某一时刻不被推动便是可能的。因此,如果我们假定可能发生的事情已经发生(这就是那在某一时刻通过偶性地被推动而推动之物),只要当时它尚未在不被推动的情况下进行推动,那么得出假的结果是可能的,此时假定亦是假的;然而,在不被推动的情况下推动并非不可能。因为声称偶性地被推动的假定,也是将不被推动设为可能的,而非不可能的。在《分析篇》中已经证明,从可能的事物中不会得出不可能的事物。因此,如果假定了它在不被推动的情况下推动,却得出了运动不存在这一某种不可能的结果,那么关于偶性的假定就是不可能的,并且,若将它设为偶性地被推动,则运动不存在这一后果就跟随着“凡被推动者皆被被推动者所推动”。因为如果推动者不被推动,基于声称凡被推动者皆被被推动者推动的假定,它甚至根本不会推动。而在推动者不存在时,被推动者也不会存在,被推动者不存在时,运动也不会留存。因为运动存在于被推动者之中,而运动不存在则是不可能的;因为已经证明且显而易见的是,运动始终存在。亚历山大说,之所以说“也许是假的”,是因为即便前提是假的,结论也未必是假的;因为已经证明,从假前提中亦可推导出真结论。但如今加上“也许”二字,或许并非由于这一缘故,而是因为如果假定推动者是偶性地被推动,且设定它不被推动,那么假使它碰巧正被推动,所设定的固然有时是假的,但却并非不可能,因为被假定为偶性地被推动之物,在某一时刻不被推动也是可能的。
- 8.36τοῦτο δὲ συναποδείκνυται δειχθέντι τῷ μὴ πᾶν τὸ κινούμενον ὑπό τινος ἔξωθεν κινεῖσθαι
δειχθέντι 是中性单数与格的不定过去时被动分词,与紧随其后的带冠词不定式从句 τῷ μὴ πᾶν... κινεῖσθαι 一致,充当手段或情况与格(“在……已被证明的情况下/通过证明……”)。它表明主语 τοῦτο(运动的本原要么是不动者要么是自身推动者)是随着这一前提的确立而被“连带证明(συναποδείκνυται)”的。
- 8.36ψεῦδος μὲν δυνατὸν ἀκολουθῆσαι, ἐὰν μήπω τότε μὴ κινούμενον κινῇ, ὅτε καὶ ἡ ὑπόθεσις ψευδής· οὐ μὴν ἀδύνατον τὸ μὴ κινούμενον κινῆσαι
这是一句区分模态范畴的复合句。主句为 ψεῦδος μὲν δυνατὸν ἀκολουθῆσαι(“得出假的结果是可能的”),其下从属条件从句 ἐὰν μήπω...(“只要当时它尚未在不被推动的情况下进行推动”)以及关系副词从句 ὅτε καὶ...(“此时假定亦是假的”)。在对照句 οὐ μὴν ἀδύνατον... 中,带冠词不定式句 τὸ μὴ κινούμενον κινῆσαι(“在不被推动的情况下推动”)作主语,明确区分了“假的(ψεῦδος)”与“不可能的(ἀδύνατον)”。
