← 辛普里丘

亚里士多德《物理学》注释

§1223.21-1224.23

运动无穷倒退之否定与元素互生疑难

辛普里丘借助《物理学》第七卷的论证补充说明了推动者与被推动者无穷倒退的荒谬性,论证了第一推动者必定是自身推动者。随后他针对四元素循环互生这一反例提出了两项疑难,并通过区分质料因的变化与处所运动中的主动推动者给出了解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.35#2

εἰ γὰρ μὴ εἴη τοιοῦτόν τι, ἀλλ’ ἀεὶ τὸ λαμβανόμενον ὑπό τινος ἄλλου κινοῖτο, ἔξωθεν καὶ αὐτοῦ κινουμένου καὶ τοῦτο ἀεί, εἰς ἄπειρον πάλιν ἡ πρόοδος γίνοιτο ἂν τῶν κινούντων τε καὶ κινουμένων· τοῦτο δὲ ἄτοπον· καὶ ἁπλῶς μέν·1 εἰ γὰρ μὴ εἴη, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὐδ’ ἂν κίνησις εἴη· οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ δειχθὲν ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἔσται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρος κίνησις ἀπείρου γινομένου τοῦ κινουμένου μεγέθους. εἰ γὰρ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ τὰ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν γίνεσθαι, κἂν μὴ συνεχές, ἀλλὰ τῷ ἅπτεσθαι· πάντα γὰρ τὰ κατὰ τόπον κινοῦντα τῷ αὐτὰ κινεῖσθαι ἁπτόμενα κινεῖ.2 ἀνάγκη ἄρα στῆναι· ὥστε εἰ πᾶν τὸ κινοῦν τινὶ κινεῖ καὶ ἢ αὑτῷ ἢ ἄλλῳ, τὸ δὲ ἄλλο, ᾧ κινεῖ τὸ κινοῦν, δεῖται πρὸ τούτου ἑαυτῷ κινοῦντος, πρῶτον ἂν εἴη τῶν οὕτω κινούντων τὸ αὑτῷ κινοῦν. τὸ δὲ αὑτῷ κινοῦν κινεῖται μέν, οὐχ ὑπ’ ἄλλου δέ· ὑφ’ ἑαυτοῦ ἄρα· τὸ ἄρα πρῶτον κινοῦν καὶ κινούμενον αὐτοκίνητον. κἂν γὰρ μὴ εὐθὺς τὸ κινούμενον ὑπὸ αὐτοκινήτου κινῆται, ἀλλὰ δι’ ἄλλων μέσων, ὑπὸ τοῦ αὐτοκινήτου κυρίως ἔσται κινούμενον, οὗ χωρὶς οὐδὲ τὸ μεταξὺ κινεῖσθαι ἢ κινεῖν ἐδύνατο. καὶ τὸ ἀναγκαῖον ἐδήλωσεν τοῦ λόγου διὰ τοῦ ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον καὶ τῶν ἑξῆς. ὅταν γὰρ τὸ κινοῦν διὰ μέσου τινὸς κινῇ ἕτερόν τι, τότε ἀνάγκη εἶναι πρῶτον τὸ αὐτὸ ἑαυτῷ κινοῦν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν πρὸ μέσου μέσον ἀεὶ τιθέντες. νῦν δὲ τῷ τινὶ ἐπὶ τοῦ ἄλλῳ κινοῦντος ἐχρήσατο, καίτοι πρότερον καὶ τὸ αὑτῷ κινοῦν τινὶ κινεῖν εἶπεν. Ἐν δὴ τούτοις δύο μοι πρόσεισιν ἀπορεῖν, ἓν μὲν πῶς ὡς ἄτοπον εἶπεν τὸ μὴ εἶναί τι πρῶτον κινοῦν μηδὲ ἔσχατον, εἴπερ καὶ ἡμεῖς λέγομεν τῶν στοιχείων ἐξ ἀλλήλων γινομένων μὴ εἶναί τι τὸ πρώτως κινοῦν ἢ τελευταίως, ἀλλ’ ἐπ’ ἄπειρον τὴν κίνησιν εἶναι κύκλῳ περιοῦσαν; ἐκ γὰρ γῆς ὕδωρ καὶ ἐξ ὕδατος ἀέρα καὶ ἐξ ἀέρος πῦρ καὶ ἐκ πυρὸς πάλιν ἀέρα καὶ γῆν ἐν τῇ Περὶ γενέσεως ἐμάθομεν γίνεσθαι. δεύτερον δὲ ἀπορήσειεν ἄν τις, πῶς πᾶν τὸ κινούμενον ὑπὸ πρώτου τοῦ αὐτοκινήτου κινεῖσθαι λέγεται, εἴπερ τὰ στοιχεῖα ὑπ’ ἀλλήλων κύκλῳ κινεῖσθαί φαμεν φυσικῶς, καὶ οὐχ ὡς τὰ ζῷα κινοῦντα ἄλληλα. μήποτε οὖν πρὸς ἄμφω ῥητέον τὰς ἀπορίας, ὅτι τὰ μὲν στοιχεῖα ἐξ ἀλλήλων ὡς ὑλικῶν3 γίνεται ἄλλο ἐξ ἄλλου, καὶ οὕτως εἰς κύκλον ἀνακάμπτει ἡ γένεσις αὐτῶν· ἐκ γὰρ ὕδατος ἀήρ, οὐχ ὅτι τὸ ὕδωρ ποιεῖ τὸν ἀέρα ἢ κινεῖ, ἀλλ’ ὅτι μεταβάλλεται τὸ ὕδωρ εἰς ἀέρα. νῦν δὲ κινοῦν ζητεῖ ὁ λόγος τὸ ποιοῦν κινεῖσθαι τὸ κινούμενον, ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων καὶ κινούντων, ἐφ’ ὧν ἀνάγκη εἶναί τι πρῶτον κινοῦν καὶ ἔσχατον κινούμενον καὶ τὸ πρώτως κινοῦν αὐτοκίνητον, ἵνα μὴ ἐπ’ ἄπειρον ὁ λόγος προίῃ πᾶν τὸ κινοῦν ἔξωθεν καὶ αὐτὸ λέγων κινεῖσθαι ὑπ’ ἄλλου. ἀλλὰ τοῦτο μὲν καὶ ἔτι πλέον διαρθρωτέον, τοῖς δὲ ἑξῆς τῆς λέξεως ἐφεπώμεθα.

因为如果不存在某种此类事物,而是所取的每一事物始终被某一他物推动,且它自身也从外部被推动,并且这种情况始终如此,那么推动者与被推动者的推进就将再次走向无穷;而这是荒谬的。从根本上说也是如此;因为如果不存在运动的本原由之产生的那一事物,运动本身也不会存在;不仅如此,还由于在本书之前的那一卷中所证明的内容。因为在有限的时间内将存在无限的运动,因为被推动的量度变成了无限。因为如果推动者与被推动者是无限的,那么由它们构成一个单一的量度便是必然的,即使不是连续的,也是通过相互接触而成的;因为所有依处所而推动、且自身处于被推动中的事物,都是在相互接触中推动的。因此,必然停驻。从而,如果凡推动者皆以某物推动,且要么以自身要么凭借另一物推动,而推动者赖以推动的另一物在此之前需要以自身推动者,那么以此种方式推动的事物中居首者就将是以自身推动者。而以自身推动者固然被推动,但不是被他物推动;因此是被自身推动;所以最初的推动且被推动者是自身推动者。因为即使被推动者不是直接由自身推动者推动,而是通过其他中介,严格说来它也将是由自身推动者所推动的,脱离了它,中介物既不能被推动也不能推动。而他通过“每当以某物推动时,始终有另一……”及接下来的词句指明了该论证的必然性。因为每当推动者通过某种中介推动另一物时,为了避免我们通过在每一中介之前始终假定一个中介而陷入无穷,此时自身以自身推动者首先存在便是必然的。而这里他是将“以某物”用于“凭借另一物推动者”之上,尽管此前他也曾说过以自身推动者也是以某物推动。 在这些论述中,确实向我呈现出两点疑难:其一在于,如果我们也主张元素在互生之中并不存在任何最先或最终推动之物,而是运动在圆环中巡回往复至于无穷,那么他怎么能把不存在最初的推动者也不存在最后的[推动者]说成是荒谬的呢?因为在《论生成》中我们学到:由土成水,由水成气,由气成火,再由火成气与土。其二,有人可能会质疑,如果我们说元素是自然地、而非如动物彼此推动那样相互在圆环中被推动,那么被推动的一切又怎么能说是被第一者即自身推动者所推动的呢?或许对于这两个疑难应当这样回答:元素是从作为质料性的彼此之中、一个由另一个生成的,它们的生成也是这样弯折回复为一个圆环;因为由水成气,并非因为水产生气或推动气,而是因为水转变为气。但如今论证所探求的推动者,是使被推动者得以运动的致动者,正如在依处所被推动且推动的事物的情形中那样;在这些情形中,为了不让论证通过声称每一推动者自身亦从外部被他物推动而走向无穷,必然存在最初推动者与最终被推动者,且最先推动者必是自身推动者。不过此事仍须作进一步阐发,我们且接着考察字句的后续部分。

语法注3 条
  1. 8.35καὶ ἁπλῶς μέν

    καὶ ἁπλῶς μέν 径直引入了普遍而根本的理由(即若无运动的最初本原,运动本身便不可能存在),并与后文的 οὐ μὴν ἀλλὰ καί(不仅如此,而且……)形成呼应,共同引出第七卷中已证得的动力学证明(有限时间内不可能存在无限运动)。

  2. 8.35τῷ αὐτὰ κινεῖσθαι ἁπτόμενα κινεῖ

    带冠词不定词的与格 τῷ αὐτὰ κινεῖσθαι 作状语表示方式或伴随情况(“因其自身被推动”),分词 ἁπτόμενα 与主语一致并修饰动词 κινεῖ,表示“在接触中进行推动”。

  3. 8.35ὡς ὑλικῶν

    带有 ὡς 的中性复数属格 ὑλικῶν 述语性地规定了由 ἐξ(ἐξ ἀλλήλων)所引出的生成起点,指元素是“作为质料性因素/基质”而互生的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1223.21-1224.23