- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1222.21-1223.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对同一论证的再次推进,辛普里丘基于“通过自身推动”与“以自身直接推动”的概念区分阐明两者的差异,论证了凭借工具中介的推动必然以自身直接推动者为前提。
" Ἔτι δὲ καὶ ὧδε τὸν αὐτὸν τοῦτον λόγον ἔστιν ἐπελθεῖν ἕως τοῦ ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον." Ὅτι μὲν γὰρ ὁ αὐτός ἐστι λόγος οὗτος τῷ πρὸ αὐτοῦ, καὶ αὐτὸς λέγει. “διαφέρει δέ, φησὶν ὁ Ἀλέξανδρος, τῇ ἐφόδῳ, ὅτι ἐκεῖ μὲν ἡ ἀρχὴ τῆς δείξεως ἀπὸ τοῦ τὸ κινούμενον ἢ ὑπὸ αὑτῷ κινοῦντος κινεῖσθαι ἢ οὐχ αὑτῷ ἀλλ’ ὑπ’ ἄλλου, ἐνταῦθα δὲ ἀπὸ τοῦ κινοῦντος ἡ δεῖξις αὐτῷ πρόεισι· λαμβάνει γὰρ πᾶν τὸ κινοῦν, ὥσπερ τι κινεῖ (ἀδύνατον γάρ τι κινεῖν μέν, μηδὲν δὲ κινεῖν), οὕτω καὶ τινὶ κινεῖν.” μήποτε δὲ οὐ ταύτῃ διενηνόχασιν οἱ λόγοι·1 καὶ γὰρ καὶ ὁ ἤδη ῥηθεὶς ἀπὸ τοῦ κινοῦντος ἐπεχειρήθη λέγων ‘ἢ γὰρ οὐ δι’ ἑαυτὸ τὸ κινοῦν, ἀλλὰ δι’ ἕτερον ὃ κινεῖ τὸ κινοῦν ἢ δι’ ἑαυτό’, ἀλλ’ ᾧ διαφέρει τὸ δι’ ἑαυτὸ κινεῖν τοῦ ἑαυτῷ κινεῖν καὶ τὸ δι’ ἕτερον τοῦ ἄλλῳ, ταύτῃ διενηνόχασιν οἱ λόγοι. διαφέρει δὲ ταῦτα τῷ τὸ μὲν δι’ ἑαυτὸ κινοῦν ὡς ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον κινεῖν, τὸ δὲ αὑτῷ κινοῦν ὡς προσεχῶς ἐφαπτόμενον τοῦ κινουμένου τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἐν αὑτῷ ἔχον.2 τοῦτο γὰρ σημαίνει τὸ ῥηθὲν ὑπ’ αὐτοῦ οἷον ἄνθρωπος ἢ αὐτὸς ἢ τῇ βακτηρίᾳ καὶ ὁ ἄνεμος κατέβαλεν ἢ αὐτὸς ἢ ὁ λίθος, ὃν ἔωσεν. ὥσπερ οὖν πρότερον τὸ δι’ ἕτερον κινοῦν ἀνήγαγεν εἰς τὸ δι’ ἑαυτὸ κινοῦν καὶ ἔδειξεν, ὅτι ἐὰν ᾖ τὸ δι’ ἕτερον κινοῦν, ἀνάγκη τὸ δι’ ἑαυτὸ κινοῦν προυπάρχειν, οὕτως τὸ ᾧ κινεῖ τὸ κινοῦν μέσον ὂν τοῦ τε πρώτου κινοῦντος καὶ τοῦ ἐσχάτου κινουμένου ἀνάγει εἰς τὸ αὑτῷ κινοῦν καὶ δείκνυσιν, ὅτι ὅταν τινὶ κινῇ, ἀεὶ ἕτερον ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ ἑαυτῷ κινοῦν, ὃ καὶ τὴν ἀρχὴν ἐν ἑαυτῷ τῆς κινήσεως ἔχει καὶ προσεχές ἐστι τῷ κινουμένῳ, καὶ οὐ δι’ ἄλλου αὐτὸ κινεῖ. τοὺς μὲν οὖν λόγους οὕτως οἶμαι χρὴ διακρίνειν, τοῦ Εὐδήμου καὶ συνάψαντος αὐτοὺς ἐν οἷς φησι·3 “τὸ δὴ κινοῦν ἢ δι’ αὑτὸ κινεῖ ἢ δι’ ἄλλο καὶ ἑαυτῷ ἢ ἄλλῳ.” Λαβὼν δὲ τὸ πᾶν τὸ κινοῦν τινὶ κινεῖν διαιρεῖ τὸ τινὶ κινοῦν εἴς τε τὸ αὑτῷ κινοῦν καὶ τὸ ἄλλῳ· καὶ γὰρ ὁ δι’ αὑτοῦ τι καὶ μὴ διὰ μέσου τινὸς κινῶν τινὶ κινεῖ, ὡς ὁ ἄνθρωπος ὅταν αὐτὸς κινῇ τὸν λίθον· τῷ γὰρ αὑτοῦ σώματι κινεῖ αὐτὸν ἁπτομένῳ αὐτοῦ. ἀλλὰ καὶ εἰ διὰ τῆς βακτηρίας κινοίη αὐτόν, τινὶ καὶ τότε κινεῖ· τὶ γὰρ καὶ ἡ βακτηρία. εἶτα προσλαμβάνει τῇ διαιρέσει ταύτῃ τὸ ἀδύνατον εἶναι τὸ δι’ οὗ κινεῖ τι ἄλλο ὂν χωρὶς τοῦ αὑτῷ κινοῦντος κινεῖν. μὴ γὰρ κινοῦντος τοῦ ἀνθρώπου, ὃς αὑτῷ κινεῖ, οὐκ ἂν ἡ βακτηρία ποτὲ κινήσοι τὸν λίθον· οὐδὲ γὰρ ἂν τὴν ἀρχὴν αὐτὴ κινοῖτο. τὸ μὲν γὰρ αὑτῷ κινοῦν, οὐκ ἐξ ἀνάγκης προσδεῖται τοῦ δι’ οὗ κινήσει. αὔταρκες γὰρ καὶ δι’ αὑτοῦ τοῦτο ποιεῖν, τὸ δὲ μέσον δι’ οὗ κινεῖταί τι τοῦτο πάντως δεῖται τοῦ αὑτῷ κινοῦντος, ἵνα κινηθὲν ὑπ’ ἄλλου κινήσῃ.
“此外,也可以这样来考察这同一个论证”,直到“抑或是否最终会达到某种此类事物”。 因为这一论证与在它之前的论证是同一个,他本人也这样说。“但两者的不同”,亚历山大说,“在于切入方式,因为在先前那里,证明的起点在于被推动者要么由凭自身推动者推动,要么不由自身而是由他物推动;而在这里,证明对他而言是从推动者出发的;因为他设定凡推动者,正如其推动某物(因为推动某物却什么都不推动是不可能的),同样也以某物推动。”然而,这两项论证或许并非在这一点上有所区别;因为此前已经陈述过的论证也是从推动者出发进行论证的,他说“因为推动者要么非通过自身推动,而是通过推动〔该〕推动者的他物,要么通过自身”;相反,在通过自身推动与以自身推动的不同、以及通过他物与凭借另一物的不同之处,两项论证正是在这一点上互有差异。而这些概念的差异在于:通过自身推动者作为在自身中具有运动本原者而推动,而以自身推动者——即在自身中具有运动本原者——作为直接触及被推动者而推动。因为他所说的“例如人自身或者用拐杖,风自身打倒〔某物〕或者它推动的石头〔打倒〕”,正是表明这一点。正如先前他把通过他物推动者归结为通过自身推动者,并指明如果存在通过他物推动者,就必然预先存在通过自身推动者那样,他也同样把推动者赖以推动之物——即作为最初推动者与最终被推动者之中介者——归结为以自身推动者,并证明:每当以某物推动时,必然始终有另一更在先者是以自身推动者,它既在自身中具有运动的本原,又邻接着被推动者,且不是通过他者推动它。因此我认为应当如此区分这些论证,因为欧德谟在他所说的话中也将它们结合在一起:“推动者确实要么通过自身推动要么通过他物推动,且要么以自身要么凭借另一物。”而在假定了凡推动者皆以某物推动之后,他又把以某物推动者划分为以自身推动者与凭借另一物推动者;因为即使是通过自身且不经过某种中介推动某物者,也是以某物推动,正如人自身推动石头的时候;因为他是以自己触及石头的身体来推动它的。但即使他是通过拐杖推动它,在此时他也同样是以某物推动;因为拐杖也是某种东西。随后他又向这一划分补充了这样一个前提:作为另一物的借以推动者,脱离了以自身推动者是不可能推动的。因为以自身推动的人若不推动,拐杖绝不可能推动石头;因为根本上它自身也就不会运动。因为以自身推动者并非必然还需要它赖以推动之物;因为即使通过自身来做此事也是自足的;但某种事物借以被推动的中介物,却完全需要以自身推动者,以便在被他物推动之后进行推动。
- 8.35ἀλλ’ ᾧ διαφέρει τὸ δι’ ἑαυτὸ κινεῖν τοῦ ἑαυτῷ κινεῖν καὶ τὸ δι’ ἕτερον τοῦ ἄλλῳ, ταύτῃ διενηνόχασιν οἱ λόγοι
关系代词与格 ᾧ 与指示副词 ταύτῃ 相应,充当表示差异程度或方面的与格。此处将介词宾格结构 δι’ ἑαυτό(运动本原在自身之内的“通过自身”)与工具与格 ἑαυτῷ(不借助外部工具直接触及的“以自身”)进行精准对立,并与 δι’ ἕτερον 对 ἄλλῳ 的对立并列。
- 8.35τὸ δὲ αὑτῷ κινοῦν ὡς προσεχῶς ἐφαπτόμενον τοῦ κινουμένου τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἐν αὑτῷ ἔχον
该结构在句法上呼应前文的 τὸ μὲν δι’ ἑαυτὸ κινοῦν ὡς ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον κινεῖν。句末带有冠词的分词短语 τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἐν αὑτῷ ἔχον 作为主语 τὸ αὑτῷ κινοῦν 的同位语(或明确分词 ἐφαπτόμενον 的实质主体),表明“以自身推动者”即是在自身中具有运动本原并直接触及被推动者而发挥推动作用的事物。
- 8.35τοῦ Εὐδήμου καὶ συνάψαντος αὐτοὺς ἐν οἷς φησι
属格独立结构。副词性连词 καί 具有附加或肯定强调的作用(“正如欧德谟也结合了它们一样”),为辛普里丘本人的裁断(οὕτως οἶμαι χρὴ διακρίνειν)提供伴随的根据与佐证。
