← 辛普里丘

亚里士多德《物理学》注释

§1221.22-1222.20

自身运动者的优先性与无穷倒退之否定

辛普利丘确立了自身运动者相对于工具性推动者的优先性,并通过驳斥将消除最初与最后推动者并从而取消运动本身的无穷倒退,证明凡被推动者必由作为最初者的自身运动者所推动,并附带引述了欧德谟关于天体运动亦属生命性自发运动的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.34#2

καὶ διὰ ταῦτα μᾶλλον ὁ ἄνθρωπος κινεῖ τῆς βακτηρίας, εἴπερ ὁ μὲν ἄνθρωπος οὐ δεῖται ἄλλου τοῦ κινοῦντος αὐτὸν πρὸς τὸ κινῆσαι, ἡ δὲ βακτηρία δεῖται· ὥστε πᾶν τὸ κινούμενον ὑπό τινος δεῖται τοῦ δι’ ἑαυτὸ κινοῦντος, εἴ γε τὰ μὲν οὐ δι’ ἑαυτὰ κινοῦντα, ἀλλὰ ὑπ’ ἄλλων κινούμενα καὶ οὕτω κινοῦντα, δεῖται πάντως τοῦ δι’ ἑαυτὸ κινοῦντος, καὶ οὐκ ἂν ἄλλως κινήσοι, τὰ δὲ δι’ ἑαυτὰ κινοῦντα οὐ δεῖται τῶν οὐ δι’ ἑαυτὰ κινούντων. πᾶν οὖν τὸ κινούμενον ὑπό τινος δι’ ἑαυτὸ κινοῦντος ἀνάγκη κινεῖσθαι, ἢ προσεχῶς δὲ ἢ διὰ μέσου τινὸς τῶν ὑπ’ ἄλλου κινουμένων, καὶ εἰ προσεχῶς, τουτέστιν εἰ πρῶτον εὐθὺς μετὰ τὸ μόνως κινούμενόν ἐστι τὸ δι’ ἑαυτὸ κινοῦν, οὐκ ἀνάγκη θάτερον ἔτι εἶναι τὸ μέσον γινόμενον τοῦ τε ἑαυτὸ κινοῦντος καὶ τοῦ ἐσχάτου κινουμένου. ἀρκεῖ γὰρ τὸ ἑαυτὸ κινοῦν προσεχὲς ὂν τῷ κινουμένῳ καὶ πρῶτον μετ’ αὐτὸ εἰς τὸ κινῆσαι αὐτό. εἰ οὖν ἀνάγκη τὸ ὑπό τινος κινούμενον ἢ προσεχῶς ἢ διὰ μέσου ὑπὸ τοῦ δι’ ἑαυτὸ κινοῦντος, τουτέστι τοῦ αὐτοκινήτου, κινεῖσθαι, ἀνάγκη τῶν κινητικῶν πρῶτον εἶναι τὸ αὐτοκίνητον. καὶ δείκνυσι λοιπόν, ὅτι ἔστι τι τοιοῦτον ἐν τοῖς οὖσιν, ὃ κινεῖ κινούμενον αὐτὸ οὐχ ὑπό τινος ἔξωθεν, ἀλλ’ ὑφ’ ἑαυτοῦ. εἰ γὰρ πᾶν τὸ κινούμενον καὶ οὕτω κινοῦν ὑπό τινος ἔξωθεν ἄλλου κινήσεται καὶ ἐκεῖνο ὑπ’ ἄλλου καὶ τοῦτο ἀεὶ οὕτως, εἰς ἄπειρον ἀνάγκη ἰέναι· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐ γὰρ ἔσται, φησί, τὸ πρῶτον κινοῦν λαβεῖν,1 μὴ ὄντος δὲ τοῦ πρώτου κινοῦντος οὐδὲ τὸ τελευταῖον ἂν εἴη τὸ προσεχὲς τῷ κινουμένῳ μέν, μηκέτι δὲ κινοῦντι. εἰ οὖν μήτε πρῶτον μήτε τελευταῖόν ἐστι κινοῦν, οὐκ ἔστι κίνησις· μὴ ὄντος γὰρ τοῦ κινοῦντος οὐδὲ τὸ κινούμενον ἔσται· οὐκ ἄρα εἰς ἄπειρον ἰέναι χρὴ ἄλλο πρὸ ἄλλου τιθέντα κινοῦν τε καὶ κινούμενον.2 ἔστιν ἄρα τὸ πρῶτον κινοῦν μὴ ὑφ’ ἑτέρου κινούμενον. καὶ συνάγει λοιπὸν τὰ δεδειγμένα, δέδεικται δέ, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ προσετέθη ὅτι τὸ ὑπό τινος κινούμενον ὑπὸ πρώτου κινοῦντος κινεῖται, ᾧ προσελήφθη ὅτι τὸ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ’ ἄλλου δέ (οὐ γὰρ ἂν ἔτι πρῶτον ἦν, καὶ εἰς ἄπειρον ἀνάγκη προϊέναι τὰ κινοῦντα καὶ κινούμενα, καὶ οὕτως ἀνῃρεῖτο ἡ κίνησις), ὥστε πᾶν τὸ κινούμενον ὑπὸ πρώτου κινεῖται τοῦ αὐτοκινήτου. καὶ γὰρ ἀναιρουμένου μὲν τούτου ἀναιρεῖται καὶ τὰ μὴ οὕτω κινοῦντα, ἐκείνων δὲ ἀναιρουμένων, τοῦτο οὐ συναναιρεῖται. ὅλως δὲ τὸ ὑπ’ ἄλλου κινούμενον ὕστερόν ἐστι τοῦ κινοῦντος κινουμένου καὶ αὐτοῦ, πρῶτον ἄρα τοῦτο. ἔτι δὲ τὸ κινοῦν τῷ κινουμένῳ αἴτιόν ἐστι τοῦ κινεῖσθαι. τὸ δὲ αἰτιατὸν ὕστερον τοῦ αἰτίου, πρῶτον ἄρα κινεῖ κινούμενον τὸ αὐτὸ κινοῦν. προστίθησι δὲ ὁ Εὔδημος, ὅτι καὶ τῶν ἐνταῦθα κινήσεων αἱ ζωτικαὶ φαίνονται κινήσεις αἴτιαι, καὶ ἡ οὐρανία τῆς τῶν στοιχείων δηλονότι μεταβολῆς. δοκεῖ δὲ καὶ αὕτη ζωτική πως εἶναι· οὐ γὰρ ὑπ’ ἄλλου κινεῖται ὁ οὐρανός, ἀλλ’ ὑφ’ ἑαυτοῦ.

基于这些理由,人比拐杖更具有推动作用,既然人为了推动并不需要另一个推动他的推动者,而拐杖却需要;因此,凡被某物推动者都需要那通过自身推动者,既然那些非通过自身推动、而是被他物推动并因而推动的事物完全需要那通过自身推动者,并且若非如此就绝不会推动,而那些通过自身推动者并不需要那些非通过自身推动者。因此,凡被某物推动者,必然由通过自身推动者所推动,要么是直接地,要么是通过被他物推动者之中的某个中介。而且如果直接地——即如果通过自身推动者紧接着仅仅被推动之物而是最初的——那么成为自身推动者与最终被推动者之中介的另一者就绝非必然存在了;因为自身推动者邻接被推动者并在其之后居于最初,就足以推动它了。因此,如果被某物推动者必然或者直接或者通过中介由通过自身推动者(即自身运动者)所推动,那么在具有推动能力的事物中最初者必然是自身运动者。接着他又证明,在存在的事物中具有某种此类事物,它进行推动,同时其自身并非由来自外部的某物推动,而是由自身推动。因为如果凡被推动且如此推动的事物都将被外部的另一个推动者推动,而那个又被另一个推动,并且这种情况总是如此,那么必然会走向无穷。但这绝不可能;因为他说,将不可能把握最初的推动者,而若最初推动者不存在,连邻接于虽被推动却自身不再推动之物的最后推动者也不会存在。因此,如果既无最初的推动者也无最后的推动者,运动也就不存在了;因为推动者若不存在,被推动者也将不存在。所以,绝不可在设定一个在另一个之前的推动者与被推动者时走向无穷。因此,存在着不被他者推动的最初推动者。接着他概括了已被证明的事项:已证明凡被推动者皆由某物推动,且又补充了被某物推动者是由最初推动者推动,对此又增设了前提,即最初推动者固然被推动,但并非由他者推动(因为否则它就绝不再是最初的,且推动与被推动的事物必然会走向无穷,如此运动就将被取消);因此,凡被推动者都是由作为自身运动者的最初者所推动。因为若取消了这一者,非如此推动的事物也随之被取消,但若取消了那些事物,这一者却不会一同被取消。总的来说,被他物推动者在后于那在自身也被推动的同时进行推动者;因此这一者是最初的。再者,推动者对于被推动者而言是其被推动的原因;而受原因支配者在后于原因;因此自身推动者在自身被推动的同时居于最初而推动。欧德谟还补充道,此处的各种运动中,生命的运动也表现为原因,而天界运动显然是诸元素转化的原因;且这种天界运动似乎也在某种意义上是生命性的;因为天不是被他物推动,而是由自身推动。

语法注2 条
  1. 8.34οὐ γὰρ ἔσται, φησί, τὸ πρῶτον κινοῦν λαβεῖν

    ἔσται 搭配不定式(λαβεῖν)构成非人称句式,表达可能性(相当于 ἔξεστι 的将来时,“将能够”),意为“将不可能把握最初的推动者”。τὸ πρῶτον κινοῦν 是 λαβεῖν 的宾语,而非 ἔσται 的主语。

  2. 8.34οὐκ ἄρα εἰς ἄπειρον ἰέναι χρὴ ἄλλο πρὸ ἄλλου τιθέντα κινοῦν τε καὶ κινούμενον

    在非人称动词 χρὴ 与不定式 ἰέναι 的结构中,分词 τιθέντα 采用阳性单数宾格,是因为它与不定式隐含的宾格主语(不特定的人 τινά)相一致。句法上,ἄλλο πρὸ ἄλλου 作状语修饰(“一个接一个地”),而 κινοῦν τε καὶ κινούμενον 作分词 τιθέντα 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1221.22-1222.20