← 辛普里丘

亚里士多德《物理学》注释

§1220.27-1221.22

推动者的分类与第一推动者的本原地位

辛普利丘注解亚里士多德《物理学》卷八第五章(256a4),梳理了推动者的区分(通过自身还是通过他物,直接推动还是经过中介),并阐明系列中的最初推动者相比中介物更是本质上的推动原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.34#1

" Τοῦτο δὲ διχῶς. ἢ γὰρ οὐ δι’ ἑαυτὸ τὸ κινοῦν ἕως τοῦ ἀνάγκη αὐτὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι." Δείξας ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἐφεξῆς ἀκολούθως ἂν ἐζήτει,1 πότερον ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον ἢ ὑπὸ ἀκινήτου· διὰ δὲ τὸ πᾶσι σχεδόν, ὥς φησιν Εὔδημος δοκεῖν τὸ κινοῦν κινεῖσθαι καὶ αὐτό, τῶν δὲ κινούντων ἅμα καὶ κινουμένων τὸ μὲν αὐτοκίνητόν ἐστι, τὸ δὲ ὑπ’ ἄλλου ἔξωθεν κινεῖται, δύο ὄντων ἀρχικῶν τῆς κινήσεως τοῦ τε ἀκινήτου καὶ τοῦ αὐτοκινήτου, τὸ αὐτοκίνητον πρῶτον παραδίδωσι καὶ δείκνυσιν, ὅτι ἔστι τι πρῶτον ἐν τοῖς κινοῦσί τε καὶ κινουμένοις, ὃ κινεῖ μὴ ὑπ’ ἄλλου ἔξωθεν κινούμενον. διαιρεῖ δὲ πάλιν τὸ κινοῦν καθ’ αὑτὸ κατ’ ἄλλην διαίρεσιν εἴς τε τὸ μὴ δι’ ἑαυτὸ κινοῦν, ἀλλὰ δι’ ἕτερον ἔξωθεν αὐτὸ κινοῦν καὶ εἰς τὸ δι’ ἑαυτὸ κινοῦν. καὶ λέγει δι’ ἕτερον μὲν ὡς τὸ κινοῦν τι τῷ ὑπ’ ἄλλου κινεῖσθαι, ὡς ὁ μοχλὸς κινεῖ τὸ βάρος ἢ ὡς ἡ βακτηρία τὸν λίθον ἄλλου κινοῦντος αὐτήν. δι’ ἑαυτὸ δὲ κινεῖ τὸ τὴν αἰτίαν ἐν ἑαυτῷ τοῦ κινεῖν ἔχον, ὥσπερ τὰ ζῷα καθ’ ὁρμὴν οἰκείαν κινεῖ. καὶ πάλιν διαιρεῖ τὸ δι’ ἑαυτὸ κινοῦν εἴς τε τὸ πρῶτον κινοῦν μετὰ τὸ ἔσχατον, ὅπερ ἐστὶ μόνως κινούμενον, ὥσπερ ὅταν ὁ ἄνθρωπος δι’ ἑαυτὸν κινῶν ἅτε παρ’ ἑαυτοῦ τὸ κινεῖν ἔχων κινῇ τὸν λίθον πρῶτος ὢν μετὰ τὸ ἔσχατον, ὅπερ ἐστὶν ὁ λίθος κινούμενος μέν, μηκέτι δὲ ἄλλο τι κινῶν αὐτός, ὡς προσεχῶς τὸν λίθον ὑπὸ τοῦ ἀνθρώπου κινεῖσθαι.2 εἰς τε οὖν τοῦτο διαιρεῖ τὸ δι’ ἑαυτὸ κινοῦν καὶ εἰς τὸ διὰ πλειόνων μέσων κινεῖν τὸ ἔσχατον, ὡς ὁ ἄνθρωπος ὁ δι’ ἑαυτὸν κινῶν διὰ πλειόνων μέσων κινεῖ τὸν λίθον, ὃς ὑπόκειται ἔσχατος εἶναι κινούμενος, ὥσπερ ὅταν ὁ μὲν ἄνθρωπος κινῇ τὴν χεῖρα, ἡ δὲ χεὶρ τὴν βακτηρίαν, ἡ δὲ βακτηρία τὸν λίθον· ἔστω γὰρ καὶ ἡ χεὶρ τῶν μέσων. καὶ ὁ μὲν ἄνθρωπος κινεῖ οὐ τῷ ὑπ’ ἄλλου κινεῖσθαι, ὁ δὲ λίθος κινεῖται μηκέτι ἄλλο τι αὐτὸς κινῶν. τὰ δὲ οὕτω κινοῦντα, φησί, κἄν ἄμφω κινῇ, τό τε προσεχὲς τῷ ἐσχάτῳ ὥσπερ ἡ βακτηρία καὶ τὸ πρῶτον κινοῦν ὥσπερ ὁ ἄνθρωπος, ἀλλὰ μᾶλλον καὶ κυριώτερον τὸ πρῶτόν ἐστι κινητικόν,3 τουτέστιν ὁ ἄνθρωπος, διότι ἐκεῖνος καὶ τὴν βακτηρίαν κινεῖ, ἀλλ’ οὐχ ἡ βακτηρία τὸν ἄνθρωπον· καὶ ἄνευ μὲν τοῦ ἀνθρώπου ἡ βακτηρία οὐ κινήσει, ὁ δὲ ἄνθρωπος καὶ ἄνευ τῆς βακτηρίας κινεῖ.

“但这有两种方式。因为推动者或者不是通过自身”至“必然它是由自身所推动”。 在证明了凡被推动者皆由某物推动之后,按理他在接下来的次序中会探讨,被推动者是被一个被推动之物推动,还是被一个不动之物推动。但正如欧德谟所言,由于几乎人人都认为推动者本身也被推动,而在同时推动又被推动的事物中,一者是自身运动的,另一者则从外部由他物推动,且运动的本原有两者,即不动者与自身运动者,因而他首先阐明自身运动者,并证明在既推动又被推动的事物中存在着某种居先者,它在不从外部由他物推动的情况下进行推动。他又依据另一区分,把就自身而言的推动者再次区分为非通过自身而是通过从外部推动它的他物而推动者,以及通过自身而推动者。他说,通过他物推动,就如由于被他物推动而推动某物者,像杠杆推动重物,或像在有他物推动拐杖时拐杖推动石头。而通过自身推动者,则是在自身之内具有推动的原因之物,正像动物依据自身的冲动而推动那样。他又将通过自身推动者区分为:其一是在最终之物之后的最初推动者,最终之物仅仅是被推动的——例如通过自身推动的人,既然从自身具有推动能力,作为最终之物之后的居先者推动石头,最终之物即那块虽被推动却自身不再推动任何其他事物的石头,以至于石头直接由人推动。因此,他既将通过自身推动者区分为此类,又区分为通过数个中介推动最终之物者——例如通过自身推动的人通过数个中介推动那被设定为最终被推动者的石头,如人推动手,手推动拐杖,拐杖推动石头;因为姑且设手也是中介之一。并且人不是由于被他物推动而推动,石头则自身不再推动任何其他事物而被推动。他说,此类推动者,纵使两者都在推动——即邻接最终之物者如拐杖,以及最初的推动者如人——但最初者即人更是且更本原性地具有推动能力,因为他也推动拐杖,而不是拐杖推动人;并且没有了人,拐杖就不会推动,而人即使没有拐杖也能推动。

语法注3 条
  1. 8.34ἐφεξῆς ἀκολούθως ἂν ἐζήτει

    ἄν加上未完成过去时(ἐζήτει)构成了潜在或反事实的推论,表示“按照顺序他原本接着会探讨……”。随后的因果短语 διὰ δὲ τὸ...(由于……)则说明了亚里士多德为何没有直接采取这一顺序,而是先行处理自身运动者。

  2. 8.34ὡς προσεχῶς τὸν λίθον ὑπὸ τοῦ ἀνθρώπου κινεῖσθαι

    连词 ὡς 与对格加不定词(τὸν λίθον ... κινεῖσθαι)连用,起到结果从句的作用(相当于 ὥστε 加不定词),引出“结果是石头直接被人推动”这一状态。

  3. 8.34τὰ δὲ οὕτω κινοῦντα, φησί, κἄν ἄμφω κινῇ ... ἀλλὰ μᾶλλον καὶ κυριώτερον τὸ πρῶτόν ἐστι κινητικόν

    句首的主格分词短语 τὰ δὲ οὕτω κινοῦντα 在让步从句 κἄν ἄμφω κινῇ 的插入后未能直接与后文语法呼应,构成悬垂主格(nominativus pendens)。主句通过转折词 ἀλλά 重新组织,主语重构为 τὸ πρῶτον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1220.27-1221.22