← 辛普里丘

亚里士多德《物理学》注释

§1219.12-1220.26

一切被运动者的动者与生成者

辛普里修阐析了亚里士多德基于依自然和反自然的运动分类推导出“一切被运动者皆由某物运动”的演绎(定言与假言),引用了欧德谟从关系物出发的论证,并提出并化解了关于生成者如何作为元素空间运动的自身原因这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.33

" Εἰ δὴ πάντα τὰ κινούμενα ἕως τοῦ ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο." Δείξας προσεχῶς, ὅτι τὰ φύσει λεγόμενα κινεῖσθαι, οὐχ ὑφ’ ἑαυτῶν ἀλλ’ ὑπ’ ἄλλων κινεῖται,1 ἔχων δὲ ὁμολογούμενον τὸ καὶ τὰ βίᾳ καὶ παρὰ φύσιν κινούμενα ὑπό τινος κινεῖσθαι (ἐναργὲς γὰρ τοῦτο), λαβὼν δὲ ὅτι καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν ὑπό τινος αὐτὰ κινεῖσθαι ἐναργές ἐστι καὶ ὁμολογούμενον, ζητεῖται δὲ μόνον ἐπ’ αὐτῶν, πῶς δεῖ χωρίσαι τὸ κινοῦν τοῦ κινουμένου, ταῦτα οὖν προομολογησάμενος συνάγει λοιπὸν ἐκ τῶν κειμένων, ὅτι πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται. εἰ γὰρ τῶν κινουμένων τὰ μὲν φύσει κινεῖται, τὰ δὲ παρὰ φύσιν καὶ βίᾳ, καὶ τά τε βίᾳ καὶ παρὰ φύσιν πάντα ὑπό τινος ἄλλου κινεῖται ἔξωθεν κινοῦντος, καὶ τῶν φύσει τὰ μὲν ὑφ’ ἑαυτῶν ὡς τὰ ζῷα, τὰ δὲ οὐχ ὑφ’ ἑαυτῶν ὡς τὰ κοῦφα καὶ τὰ βαρέα καὶ ὅλως τὰ ἁπλᾶ τῶν σωμάτων, περὶ ὧν δέδεικται ὅτι καθ’ αὑτὸ μὲν ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, καὶ ὅλως τοιοῦτον οἷον γενόμενον ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω κινεῖται, κατὰ συμβεβηκὸς δὲ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ κωλύοντα ἀφαιροῦντος, δῆλον ὅτι πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται. οὐ γὰρ ἔστιν ἄλλα κινούμενα παρὰ τὰ εἰρημένα τά τε παρὰ φύσιν καὶ τὰ κατὰ φύσιν, καὶ τούτων ἡ διττὴ διαφορά. καὶ ἔστιν ὁ συλλογισμὸς τοιοῦτος· πάντα τὰ κινούμενα ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖται· πάντα δὲ τὰ παρὰ φύσιν καὶ κατὰ φύσιν κινούμενα ὑπό τινος κινεῖται· πάντα ἄρα τὰ κινούμενα ὑπό τινος κινεῖται. δύναται δὲ καὶ ὑποθετικῶς συνάγεσθαι, ὥσπερ καὶ δοκεῖ συνάγειν ὁ Ἀριστοτέλης· εἰ γὰρ πάντα τὰ κινούμενα ἢ φύσει ἢ παρὰ φύσιν κινεῖται καὶ τά τε φύσει καὶ τὰ παρὰ φύσιν ὑπό τινος κινεῖται, πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται, τὸ δὲ πρῶτον (δέδεικται γάρ), τὸ ἄρα δεύτερον.2 φυσικώτερον δὲ νῦν ἔδειξεν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἤπερ ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὁ δὲ Εὔδημος, ὅτι τὸ κινούμενον ὑπό τινος κινεῖται, δείκνυσι καὶ ἐκ τῆς τῶν πρός τι συνυποστάσεως· “ὡς γὰρ τὸ τεμνόμενον, φησίν, ἄλογον μὴ ὑπό τινος τέμνεσθαι καὶ τὸ ἑλκόμενον μὴ ὑπό τινος ἕλκεσθαι καὶ ὅλως τὸ ποιούμενον μὴ ὑπό τινος ποιεῖσθαι, οὕτω καὶ τὸ κινούμενον μὴ ὑπό τινος κινεῖσθαι”. Ἀπορήσοι δ’ ἄν τις, ὡς οἶμαι, πῶς τὰ κατὰ φύσιν κινούμενα τὴν τοπικὴν κίνησιν ὑπὸ τοῦ κινήσαντος αὐτὰ καθ’ αὑτὰ κινεῖσθαί φησιν,3 εἴπερ τὸ μὲν γεννῆσαν καὶ ποιῆσαν τὴν οὐσίαν καὶ τὸ εἶδος ποιεῖ, καὶ τῆς κατὰ γένεσιν μεταβολῆς ἐστιν αἴτιον, ἄλλη δὲ ἡ κατὰ γένεσιν μεταβολὴ καὶ ἄλλη ἡ τοπικὴ κίνησις. καὶ ὅλως, εἰ τὸ γεννῆσαν καὶ ποιῆσαν πῦρ πέπαυται ἐνίοτε καὶ οὔτε πάρεστιν οὔτε ἐφάπτεται τοῦ κινουμένου, πῶς ὑπ’ ἐκείνου λέγεται κινεῖσθαι τὸ πῦρ; ὥστε καὶ συναγαγεῖν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος ἄλλου παρ’ αὐτὰ κινεῖται. καὶ ζητείσθω μὲν ἐπὶ πλέον τοῦτο, λεγέσθω δὲ τέως τὸ νῦν ἐπελθόν, ὅτι ἔστι μέν πως κινητικὸν καὶ τὸ τοῦ εἴδους ποιητικὸν τοῦ πεφυκότος κινεῖσθαι κατ’ ἐκείνην τὴν κίνησιν· ποιεῖ γὰρ καὶ τὴν κίνησιν καὶ ἐνέργειαν τοῦ εἴδους μετ’ αὐτοῦ, ὡς ὁ τὸν ἀμφορέα ποιῶν καὶ τὸ δέχεσθαι τὸν οἶνον ποιεῖ. οὐ μέντοι ὁ τὴν κίνησιν μετὰ τοῦ εἴδους ποιῶν κινεῖ κυρίως τὸ εἶδος κατ’ ἐκείνην τὴν κίνησιν, ὡς ὁ τὸν λίθον τῇ χειρὶ κινῶν, εἴπερ μηδὲ πάρεστιν ἔτι κινουμένῳ αὐτῷ τὸ ποιοῦν, ἀλλὰ ἄλλη αὕτη φαίνεται κινοῦντος διαφορά, καθ’ ἣν τὸ εἶδος ποιεῖ πεφυκὸς κινεῖσθαι καὶ κινούμενον, ἂν μή τι κωλύῃ. καὶ θαυμαστῶς ηὗρεν καὶ ἐν τοῖς κατὰ φύσιν κινουμένοις τὸ ὑπό τινος κινεῖσθαι τὸ κινούμενον, ἐπειδὴ τὸ κινεῖσθαι πάσχειν τί ἐστι, τὸ δὲ πάσχον δεῖται τοῦ ποιοῦντος. ἡ μὲν γὰρ τελεία ἐνέργεια ἐκ τῆς τελείας οὐσίας προϊοῦσα οὐ δεῖταί τινος ἄλλης τῆς παραγούσης αἰτίας, ἡ δὲ κίνησις ἀτελὴς οὖσα ἐνέργεια καὶ πάθος μᾶλλον καὶ πολλῷ τῷ δυνάμει συγκεκραμένη δεῖται τοῦ ποιοῦντος αὐτήν.

“如果所有被运动的事物……直至……所有被运动的事物就都将被某物运动。” 在刚才指明了那些被称为依自然被运动的事物不是由自身而是由他物被运动之后,并且鉴于受强迫且反自然而被运动的事物是由某物被运动这也是公认的(因为这是显而易见的),而且鉴于在动物的情形中它们由某物被运动本身也是显而易见和公认的,在它们身上所探讨的仅仅是应当如何将推动者与被运动者区分开来,在预先承认了这些之后,他便从已设定的前提推导出:所有被运动的事物都是由某物被运动。因为如果被运动的事物中,一些是依自然被运动,另一些是反自然且受强迫被运动,而所有受强迫且反自然的事物都是由外部推动的某个他物被运动,且在依自然的事物中,一些是由自身被运动(如动物),另一些则不是由自身被运动(如轻物和重物,以及一般而言的简单物体,关于它们已被证明自身而言是由产生它们并使之成为轻或重、以及使之一般而言成为一旦生成便向上或向下运动的事物所推动,偶然而言则是由去除障碍和阻碍者所推动),那么显而易见,所有被运动的事物都是由某物被运动。因为除了所说的反自然和依自然的事物及其双重差别之外,并不存在其他被运动的事物。其三段论是这样的:所有被运动的事物要么依自然被运动,要么反自然被运动;但所有反自然和依自然被运动的事物都是由某物被运动;因此,所有被运动的事物都是由某物被运动。但它也可以假言地被推导出来,正如亚里士多德似乎也在推导的那样:因为如果所有被运动的事物要么依自然要么反自然被运动,而依自然和反自然的事物都是由某物被运动,那么所有被运动的事物就都是由某物被运动;但第一个命题[前件]成立(因为已被证明);因此第二个命题[后件]也成立。然而他现在证明一切被运动的事物都是由某物被运动,比起在本卷之前的那一卷中更合乎自然学。此外欧德谟也从关系物的共存(相互依存)证明被运动者是由某物被运动:“因为正如,”他说,“被切割者不被某物切割是荒谬的,被拖拉者不被某物拖拉也是荒谬的,一般而言被作用者不被某物作用是荒谬的,同样被运动者不被某物运动也是荒谬的。”但我认为有人可能会提出疑难:既然产生和制造者制造的是实体和形式,是依生成的转变的原因,而依生成的转变是一回事,空间运动是另一回事,那么他怎么能说依自然进行空间运动的事物是自身而言由运动它们的事物所运动呢?一般而言,如果产生并制造火的事物有时已经停止活动,既不在场也不与被运动者相接触,火又怎么能说是被那个事物运动的呢?以至于还能推导出凡被运动者都是由它们自身之外的某个他物所运动?关于这一点固然应当作进一步探讨,但且先说一说此刻想到的看法:即制造那本性上适于依那种运动而被运动之形式的制造者,在某种意义上也是推动者;因为它制造形式的同时也制造了形式的运动和活动,正如制造双耳细颈瓶的人同时也制造了容纳酒的功能一样。然而,制造形式的同时制造运动的人,并不像用手移动石头的人那样是在严格意义上依那种运动推动形式,既然在它自身被运动时制造者甚至已不再在场;但这表现为推动者的另一种区别,依照这种区别,它制造出在没有任何阻碍时本性上适于被运动且运动着的形式。而且他令人赞叹地发现,即使在依自然被运动的事物中,被运动者也是由某物被运动,因为被运动乃是某种承受,而承受者需要施作者(作用者)。因为从完满的实体中产生的完满活动,并不需要产生它的任何其他原因;而运动作为不完满的活动,毋宁是一种受动,并且混合着大量的潜能,它需要制造它的东西。

语法注3 条
  1. 8.33Δείξας προσεχῶς, ὅτι τὰ φύσει λεγόμενα κινεῖσθαι, οὐχ ὑφ’ ἑαυτῶν ἀλλ’ ὑπ’ ἄλλων κινεῖται, ἔχων δὲ ὁμολογούμενον τὸ καὶ τὰ βίᾳ καὶ παρὰ φύσιν κινούμενα ὑπό τινος κινεῖσθαι (ἐναργὲς γὰρ τοῦτο), λαβὼν δὲ ὅτι καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν ὑπό τινος αὐτὰ κινεῖσθαι ἐναργές ἐστι καὶ ὁμολογούμενον, ζητεῖται δὲ μόνον ἐπ’ αὐτῶν, πῶς δεῖ χωρίσαι τὸ κινοῦν τοῦ κινουμένου, ταῦτα οὖν προομολογησάμενος συνάγει λοιπὸν ἐκ τῶν κειμένων, ὅτι πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται.

    该长句的骨干是由三个分词短语(Δείξας..., ἔχων δὲ..., λαβὼν δὲ...)构成,随后由 ταῦτα οὖν προομολογησάμενος 予以总括,最终引出主句 συνάγει λοιπὸν ἐκ τῶν κειμένων, ὅτι...(“在预先承认了这些之后,他便从已设定的前提推导出……”)。

  2. 8.33τὸ δὲ πρῶτον (δέδεικται γάρ), τὸ ἄρα δεύτερον.

    假言三段论(肯定前件式:modus ponens)的标准公式。针对前文的假言命题“如果所有被运动的事物……(前件),则所有被运动的事物都由某物运动(后件)”,此处省略了谓词(如 ἔστι 等)表示:“但第一个[前件]成立(因为已被证明);因此第二个[后件]也成立”。

  3. 8.33ὑπὸ τοῦ κινήσαντος αὐτὰ καθ’ αὑτὰ κινεῖσθαί φησιν

    短语 καθ’ αὑτά 在句法上作状语修饰 κινεῖσθαι(“自身而言被运动”)。这是基于亚里士多德在 256a1 处的论述背景,即产生者是轻重物体的“自身而言的”(καθ’ αὑτό)推动者,与排除障碍者的“偶然而言”(κατὰ συμβεβηκός)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1219.12-1220.26