← 辛普里丘

亚里士多德《物理学》注释

§1218.7-1219.11

自然的受动本原与天体的自然本性

辛普里丘阐明自然物体具有被运动的本原即具有受动的适宜性,协调了亚里士多德将自然称为作出的原因的论述,并讨论了亚历山大关于无受动的天体何以仍是自然物的两种解答(即位置潜能所体现的受动性,或将天的自然等同于灵魂)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.32#2

ἀρχὴν δὲ ἔχειν τοῦ κινεῖσθαι λέγεται τὰ φυσικὰ σώματα τῷ δύναμιν ἔχειν1 καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλειν ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν, ἧς λέγεται ἀρχὴν ἔχειν· τὸ γὰρ πεφυκέναι κινεῖσθαι κατά τινα κίνησιν ἀρχὴν ἔχειν ἐστὶ τῆς τοιαύτης κινήσεως, ὡς ὁ εὐφυὴς ὢν πρὸς φιλοσοφίαν ἀρχὴν ἔχει φιλοσοφίας, οὐ τοῦ ποιῆσαι φιλόσοφον ἄλλον, ἀλλὰ τοῦ αὐτὸς γενέσθαι φιλόσοφος. εἰ οὖν ἡ τῶν σωμάτων φύσις μὴ ἔστιν ἀρχὴ τοῦ κινεῖν καὶ ποιεῖν, ἀλλὰ τοῦ κινεῖσθαι τε καὶ πάσχειν, ὅταν ὁ Ἀριστοτέλης ποιητικὸν αἴτιον λέγῃ τὴν φύσιν πῇ μὲν λέγων, ὅτι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις, πῇ δὲ δεικνύς, ὅτι κατὰ λόγους ἡ φύσις καὶ ἕνεκά του ποιεῖ, ἢ ἄλλην τινὰ τὴν φύσιν ἐκείνην οἰητέον τὸν διὰ πάντων διήκοντα δημιουργικὸν 〈νοῦν〉 ἢ εἰ περὶ τῆς αὐτῆς λέγει φύσεως, ὑλικῶς καὶ παθητικῶς ἀκουστέον τοῦ λεγομένου,2 ὡς καὶ τῆς ἀρχῆς ἠκούομεν. Ἐπιζητεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, πῶς ἔτι τὸ κυκλοφορητικὸν σῶμα φυσικὸν ἔσται, εἰ τὸ μὲν φυσικόν, ὡς ὁ Ἀριστοτέλης φησίν, ἀρχὴν τοῦ πάσχειν ἔχει, τὸ δὲ κυκλοφορητικὸν ἀπαθές ἐστι. καὶ λύει πρῶτον μὲν λέγων, ὅτι κἂν ἀεικίνητον ᾖ τὸ κυκλοφορητικόν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου καὶ ἐπ’ ἄλλο κινούμενον ἔχει τὰ δυνάμει ἐν ἑαυτῷ· ἐφ’ ὅσον δὲ τοῦ δυνάμει κεκοινώνηκεν, ἐπὶ τοσοῦτον καὶ παθητόν πώς ἐστι· πᾶν γὰρ τὸ δυνάμει ὑλικόν πώς ἐστιν· ἔχει οὖν καὶ ἐκεῖνο ἀρχὴν κινήσεως τῆς κατὰ τὸ κινεῖσθαι ἐν αὑτῷ, καὶ κατὰ τοῦτο φυσικόν ἐστιν. “ἢ ἄμεινον, φησίν, ἐπὶ τοῦ θείου ἀκούειν μὴ ὡς ἐπὶ τῶν ἀψύχων σωμάτων τὴν κατὰ φύσιν κίνησιν, ἀλλ’ ὡς ἐπὶ τῶν κατὰ ψυχὴν κινουμένων, ἃ οὐχ ὑπό τινος ἔξωθεν κινεῖται, ἀλλ’ ἐν αὑτοῖς ἔχει τὴν κινητικὴν ἀρχήν τε καὶ αἰτίαν. ἀλλ’ εἰ τοῦτο, φησί, πῶς οὐχὶ καὶ στάσεως ἀρχὴν ἔχει καὶ τῆς εἰς τὰ ἐναντία κινήσεως; ἢ εἰς τὰ ἐναντία μέν, φησίν, οὐ κινήσεται, ὅτι μὴ ἔστι τις ἐναντία κίνησις τῇ κυκλοφορίᾳ· οὐκ ἠρεμεῖ δέ, ὅτι μήτε ἐπὶ τοιαῦτα κινεῖται, ἐν οἷς ἀνάγκη στῆναι τὸ γενόμενον, μήτε δεῖται στάσεως· ὅσα γὰρ τῶν κινουμένων ὑφ’ ἑαυτῶν καὶ ἵστασθαι πέφυκε, ταῦτα καὶ τοῦ ἵστασθαι ἐξ αὑτῶν ἔχει τὴν δύναμιν”. ταῦτα μὲν ὁ Ἀλέξανδρος. τί δὲ τὸ λεγόμενόν ἐστι τὸ μὴ ὡς ἐπὶ τῶν ἀψύχων σωμάτων ἐπὶ τοῦ οὐρανοῦ τὴν κατὰ φύσιν κίνησιν λαμβάνειν, ἀλλ’ ὡς ἐπὶ τῶν κατὰ ψυχὴν κινουμένων, εἰσόμεθα σαφέστερον ὑπομνησθέντες τῆς δόξης αὐτοῦ, ἣν ἔχει περὶ τῆς τοῦ οὐρανοῦ ψυχῆς· τὴν γὰρ αὐτὴν οἴεται ψυχὴν εἶναι καὶ φύσιν ἐν τῷ οὐρανῷ. καὶ γράφει γε ἐν τῷ εἰς τὸ δεύτερον τῆς Περὶ οὐρανοῦ ὑπομνήματι ταῦτα· “ἡμεῖς δὲ ἐπιχειροῦμεν δεικνύναι τοῦ θείου σώματος οὐκ ἄλλην μὲν τὴν φύσιν, ἄλλην δὲ τὴν ψυχήν, ἀλλ’ ὡς ἡ βαρύτης τῆς γῆς καὶ τοῦ πυρὸς ἡ κουφότης”3 καὶ μετ’ ὀλίγα· “τίς γὰρ ἄλλη παρὰ ταύτην ἂν εἴη φύσις αὐτοῦ; τελειοτέρα γὰρ φύσις ἡ ψυχή· εὔλογον δὲ τοῦ τελειοτέρου σώματος καὶ τὴν φύσιν εἶναι τελειοτέραν”. τοῦτο οὖν ἐστι καὶ τὸ νῦν ῥηθὲν ὑπ’ αὐτοῦ τὸ τὴν κατὰ φύσιν κίνησιν τοῦ οὐρανοῦ ὡς ὑπὸ τῶν κατὰ ψυχὴν κινουμένων εἶναι. δῆλον δὲ ὅτι ταῦτα συμφώνως τῇ περὶ ψυχῆς ἑαυτοῦ δόξῃ λέγει ἐντελέχειαν ἀχώριστον τῶν σωμάτων οἰόμενος τὴν ψυχὴν εἶναι, ὁποία τίς ἐστι καὶ ἡ φύσις.

自然物体被称为具有被运动的本原,乃是由于它们具有变化到那种状态的能力和适宜性,当它们被某物赋予这一运动——即它们被称为具有其本原的运动——时,它们将变化到这种状态。因为本性上适于按照某种运动被运动,就是具有此类运动的本原,正如一个在哲学上具有天赋的人拥有哲学的本原,不是使他人成为哲学家的本原,而是使自己成为哲学家的本原。因此,如果物体的自然不是运动和作出的本原,而是被运动和承受的本原,那么当亚里士多德将自然称为作出的原因时——时而说“神和自然都不做任何徒劳之事”,时而表明自然依照理性原则且为着某种目的而作出——,我们要么必须认为那个自然是另一种东西,即贯穿万物的创世的[理智];要么如果他谈论的是同一种自然,就必须质料性地和受动性地来理解所说的内容,正如我们此前理解本原那样。在此亚历山大探讨道,如果正如亚里士多德所说,自然物具有承受的本原,而圆周运转的物体是不可承受的(无受动的),那么圆周运转的物体何以仍然是自然物。他首先通过说明以下几点来解决这一问题:即使圆周运转的物体是永恒运动的,但通过在不同时间从一处运动到另一处,它在自身中具有潜在的事物;在它分有潜能的限度内,在这个程度上它在某种意义上也是可受动的;因为一切处于潜能中的事物在某种意义上都是质料性的。因此,那个天体也在自身中具有就受运动而言的运动本原,并且依此它是自然物。“或者更好的是,”他说,“对于神圣物体,我们不应当像对无灵魂的物体那样来理解其依自然的运动,而应当像对依照灵魂运动的事物那样来理解,它们不是被外在的某物运动,而是在自身中具有运动的本原和原因。但若是如此,”他说,“它为何不同时具有静止的本原以及向相反方向运动的本原呢?或者说,”他说,“它不会向相反方向运动,因为对于圆周运动不存在任何相反的运动;它也不静止,因为它既不是向那些到达者必然静止的处所运动,也不需要静止;因为凡是受自身运动且本性上适于静止的事物,它们也是出于自身而具有静止的能力。”这些是亚历山大所说的。至于说对天体依自然的运动不应像在无灵魂物体中那样领会,而应像在依照灵魂运动的事物中那样领会,究竟是何含义,当我们忆及他关于天的灵魂所持的观点时,将会更加明了;因为他认为在天中灵魂与自然是同一个东西。事实上他在《论天》第二卷的注解中写道:“我们试图证明,对于神圣物体而言,并非自然是一回事而灵魂是另一回事,而是正如土的重与火的轻一样”;稍后又说:“因为除此以外它还能有什么别的自然呢?因为灵魂是更完满的自然;而更完满的物体的自然也更为完满,这是合情合理的。”因此,这正是他刚才所说的,天体依自然的运动是如同依照灵魂运动的事物那样的运动。显而易见,他说这些是与其自身关于灵魂的观点相一致的,他认为灵魂是物体不可分离的现实性,就如同自然也是此类东西一样。

语法注3 条
  1. 8.32τῷ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλειν ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν, ἧς λέγεται ἀρχὴν ἔχειν

    带冠词与格不定式 τῷ δύναμιν ἔχειν... 表示原因或方式。在关系从句 εἰς ὃ μεταβάλλειν... 中,不定式 μεταβάλλειν 与动词 κινήσεται 结合表示运动的结果(“被赋予运动以变化到……”),且 κινήσεται 支配同族宾格 τήνδε τὴν κίνησιν,后者进一步由关系从句 ἧς λέγεται ἀρχὴν ἔχειν 修饰(ἧς 以 κίνησιν 为先行词)。

  2. 8.32ἢ ἄλλην τινὰ τὴν φύσιν ἐκείνην οἰητέον τὸν διὰ πάντων διήκοντα δημιουργικὸν 〈νοῦν〉 ἢ εἰ περὶ τῆς αὐτῆς λέγει φύσεως, ὑλικῶς καὶ παθητικῶς ἀκουστέον τοῦ λεγομένου

    二者择一的 ἢ... ἢ... 句式。动词性形容词 οἰητέον 和 ἀκουστέον 采用无人称用法。在前一个分支中,τὴν φύσιν ἐκείνην 为主语宾格,τὸν... δημιουργικὸν νοῦν 为同位语/谓语宾格;在后一个分支中,τοῦ λεγομένου 作 ἀκούειν(在此意为“理解、领会”)的属格宾语。

  3. 8.32ἀλλ’ ὡς ἡ βαρύτης τῆς γῆς καὶ τοῦ πυρὸς ἡ κουφότης

    引文中的省略结构。紧接前文的 οὐκ ἄλλην μὲν τὴν φύσιν, ἄλλην δὲ τὴν ψυχήν(“并非自然是一回事而灵魂是另一回事”),ἀλλ’ ὡς... 之后省略了 εἶναι 或 ἔχειν,表明灵魂与天体的关系就像重之于土、轻之于火一样不可分离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1218.7-1219.11