- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1217.9-1218.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《物理学》第八卷第四章(255b24),阐明移去阻碍或支撑者对于自然物体而言只是偶性动者而非自身动者,并通过指出自然物所具有的运动本原是被动承受的本原而非主动推动的本原,解决了自然物由外物推动却仍在自身中具有运动本原的疑难。
" Ὁ δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἕως τοῦ οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν." Τῆς κατὰ φύσιν κινήσεως καὶ ἐνεργείας αἴτιον μέχρι νῦν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ εἴδους λέγει τελειότητα, ἣν ἀπολαβὼν εὐθὺς ἐνεργεῖ καθ’ αὑτό, εἰ μή τι κωλύσοι· τὸ γὰρ διὰ τὸ οὕτω πεφυκέναι οὕτω κινεῖσθαι, τὴν φύσιν ἐστὶ καὶ τὸ εἶδος αἰτιωμένου.1 προελθὼν δὲ ὀλίγον καὶ τὸ γεννῆσαν καὶ ποιῆσαν τοιοῦτον οἷόν ἐστιν αἴτιον τῆς τοιαύτης λέγει κινήσεως, ὅπερ οἱ ἐξηγηταὶ καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις αὐτὸν αἰτιᾶσθαι νομίζουσι. πολλαχοῦ δὲ τὸ τὴν ἕξιν ἀπολαβὸν εὐθὺς ἐνεργεῖν λέγων καὶ προστιθεὶς ἂν μή τι κωλύῃ, λέγει νῦν ὅτι καὶ ὁ τὸ ὑφιστάμενον καὶ κωλῦον ἀφαιρῶν ἔστιν ὡς κινεῖ, ἔστι δὲ ὡς οὔ· καθ’ αὑτὸ μὲν γὰρ οὐ κινεῖ· ἄλλο γάρ τι προηγουμένως ἐνεργεῖ, κατὰ συμβεβηκὸς δὲ κινεῖ. ὁ γὰρ τὸν κίονα ὑποσπάσας καθ’ αὑτὸ μὲν τοῦτον κινεῖ, κατὰ συμβεβηκὸς δὲ καὶ τὸ ὑπὸ τοῦ κίονος ἀνεχόμενον μέλαθρον καὶ κωλυόμενον κατὰ τὴν αὑτοῦ φύσιν ἀνεχθῆναι κάτω. ὁμοίως δὲ καὶ ὁ τὸν ἐπικείμενον τῷ πεφυσημένῳ ἀσκῷ λίθον ἀφελών, δι’ ὃν ἐβυθίζετο καὶ οὐκ ἐπεπόλαζεν τῷ ὕδατι, προηγουμένως μὲν τὸν λίθον ἐκίνησε, κατὰ συμβεβηκὸς δὲ καὶ αὐτὸν τὸν ἀσκόν, ὃς ἀφαιρεθέντος τοῦ κατέχοντος αὐτὸν λίθου ἀνηνέχθη. ἔτι δὲ μᾶλλον τὴν ἀνομοιότητα τῆς κινήσεως τὴν γινομένην ὑπό τε τῶν καθ’ αὑτὰ κινούντων καὶ τῶν τὰ κωλύοντα κινεῖσθαι ἀφαιρούντων ἐπὶ τῆς σφαίρας ἔδειξεν τῆς ἀποπαλλομένης ἀπὸ τοῦ τοίχου· ὡς γὰρ ταύτην προηγουμένως μὲν κινεῖ ὁ τὴν ἀρχὴν ἀφείς, κατὰ συμβεβηκὸς δὲ καὶ ὁ τοῖχος, ἀφ’ οὗ ἀποπάλλεται, οὕτω καὶ τὰ φυσικὰ σώματα προηγουμένως μὲν ὑπὸ τῶν μεταβαλλόντων αὐτὰ καὶ ποιησάντων τοιαῦτα κινεῖται, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπὸ τῶν ἀφαιρούντων τὰ ἐμποδίζοντα πρὸς τὴν κίνησιν. συναγομένου οὖν ἐκ τῶν εἰρημένων τοῦ μηδὲν τούτων ὑφ’ ἑαυτοῦ κινεῖσθαι, ἀλλ’ ὑπ’ ἄλλου,2 ἔνστασίς τις ἀναφύεται ζητοῦσα, πῶς λέγεται τὰ φυσικὰ ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχειν τὴν φύσιν, εἰ μὴ ὑφ’ ἑαυτῶν ἔνδοθεν, ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινοῦνται. καὶ λύει ταύτην τὴν ἔνστασιν λέγων, ὅτι κινήσεως ἀρχὴν ἔχειν λέγεται ταῦτα οὐχ ὡς τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ κινεῖσθαί τε καὶ πάσχειν.3 οὐ γὰρ μόνον τὸ κινοῦν ἀφ’ ἑαυτοῦ ἀρχὴν ἔχειν κινήσεως λέγεται, ἀλλὰ καὶ τὸ κινεῖσθαι πεφυκὸς καὶ αὐτὸ κινήσεως ἀρχὴν ἔχει. τὸ γὰρ τῆς κινήσεως ὄνομα κοινόν ἐστι καὶ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. εἰ δὲ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν, ὡς δέδεικται πρότερον, οἰκειοτέρα ἂν εἴη τῷ κινουμένῳ ἡ κίνησις.
“而移动支撑物和阻碍物的人”至“也不是作出的本原,而是承受的本原”。 在我看来,直到现在,他将依自然的运动与现实活动的原因归之于形式的完满性;一旦获得这种完满性,只要没有任何阻碍,它便立即自发地活动;因为说“由于本性如此而如此运动”,正属于把原因归于自然和形式的人。但在稍后推进之处,他也将那生成它并造成它是此类事物者称为此类运动的原因,而注解家们认为他在前面的论述中也是将原因归于此者的。此外,在许多地方说过获得品质者便立即活动并补充了“只要没有任何阻碍”之后,他现在指出,移去支撑物和阻碍物的人也是在某种意义上使其运动,在某种意义上则不然;因为在自身意义上他并没有使之运动,因为他首要地实施的是另一种活动,而是偶性地使之运动。因为抽掉柱子的人在自身意义上移动了这根柱子,但偶性地也移动了被柱子支撑且被阻碍依其自身本性向下运动的屋顶。同样,搬开压在充气皮囊上的石头的人——皮囊因石头而沉没且不浮于水面——首要地移动了石头,但偶性地也移动了皮囊本身,而在压制它的石头被移开后皮囊便上升了。他在从墙壁反弹的球这一例子中,更进一步展示了由自身运动者造成的运动与由移去运动阻碍者造成的运动之间的相异性;因为正如最初投掷者首要地使球运动,而球从中反弹的墙壁偶性地使球运动一样,自然物体也是首要地由改变它们并造成它们是此类事物者所运动,偶性地也由移去其运动障碍者所运动。因此,既然从所述内容中推导出这些物体没有一个是受自身运动,而是受他物运动,便产生了一种反驳,质问如果自然物不是在内部受自身运动,而是在外部受他物运动,它们怎么被称为在自身中具有作为运动本原的自然呢。他解决这一反驳说,这些事物被称为具有运动的本原,不是作为运动或作出的本原,而是作为被运动和承受的本原。因为不仅自发运动者被称为具有运动本原,而且本性上适于被运动者其自身也具有运动本原。因为“运动”这一名称对于运动者和被运动者是共通的。而如果运动是在被运动者之中,正如之前已经指明的,那么运动对于被运动者应当更为本己。
- 8.32τὸ γὰρ διὰ τὸ οὕτω πεφυκέναι οὕτω κινεῖσθαι, τὴν φύσιν ἐστὶ καὶ τὸ εἶδος αἰτιωμένου
主语为带定冠词的不定式短语 τὸ ... οὕτω κινεῖσθαι,谓词由系动词 ἐστί 与属格分词 αἰτιωμένου 构成,作特征或归属性属格结构(“如此运动……属于把原因归于自然和形式的人”)。
- 8.32συναγομένου οὖν ἐκ τῶν εἰρημένων τοῦ μηδὲν τούτων ὑφ’ ἑαυτοῦ κινεῖσθαι, ἀλλ’ ὑπ’ ἄλλου
独立属格结构,其中带冠词的不定式短语 τοῦ μηδὲν τούτων ... κινεῖσθαι 作为属格主语与分词 συναγομένου(被推论出)相配合(“既然从所述内容中推导出这些物体没有一个是受自身运动……”)。
- 8.32οὐχ ὡς τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ κινεῖσθαί τε καὶ πάσχειν
带冠词的不定式属格,依附于前文 κινήσεως ἀρχὴν 中所承前省去的 ἀρχὴν;连词 ὡς 标明所理解的视角或意义:“不是作为运动或作出的本原,而是作为被运动和承受的本原”。
