← 辛普里丘

亚里士多德《物理学》注释

§1215.33-1217.8

第二潜能的诠释与诸变化中的完满现实

辛普利丘针对亚里士多德“首先在潜能中”一句批判了亚历山大的见解,主张应依据第二种潜能的完满性对整句做统一理解。随后,他界定了轻重二者的固有现实活动,并阐明无论是位移、数量还是性质的变化,只要阻碍得以排除,便会直接过渡到完满的现实活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31#3

εἰ τοίνυν περὶ τοῦ αὐτοῦ εἴρηται τὸ ὅλον τοῦτο τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον καὶ ἐνεργήσει γε εὐθύς, ἄν μή τι κωλύῃ, τὸ δὲ ἤδη κοῦφον καὶ τὸ ἐνεργήσει γε εὐθὺς τῷ τελειοτέρῳ δυνάμει τῷ κατὰ τὴν ἕξιν προσήκει, ἀνάγκη καὶ τὸ τοῦτο γὰρ δυνάμει πρῶτον ἐπὶ τοῦ αὐτοῦ ἀκούειν, οὐ τὴν κατὰ γένεσιν τάξιν δηλοῦντος τοῦ πρώτου,1 ἐφ’ ἧς πρῶτόν ἐστι τὸ ἀτελέστερον, ἀλλὰ τὴν τελειότητα τελειότερον γὰρ τὸ κατὰ τὴν ἕξιν δυνάμει τοῦ κατὰ τὴν ἐπιτηδειότητα· ἐνέργεια δέ, φησί, τοῦ κούφου τὸ ἐν τῷ ἄνω τόπῳ εἶναι· τοῦτο γὰρ σημαίνει τὸ ποῦ καὶ ἄνω, καὶ τὸ ἐπιπολάζειν τοῖς ἄλλοις· καὶ γὰρ καὶ τοῦτο ἐνέργειά ἐστι. καὶ τοῦ βαρέος δηλονότι ἐνέργεια τὸ κάτω εἶναι καὶ ὑφίστασθαι τοῖς ἄλλοις. καὶ αὗταί εἰσιν αἱ κυρίως ἐνέργειαι τοῦ κούφου καὶ βαρέος τὸ ἐν τῷ ἄνω καὶ τῷ κάτω εἶναι, διότι καὶ τὸ κυρίως ἐνεργείᾳ καὶ τὴν κατὰ τὸ εἶδος τελειότητα τότε ἀπολαμβάνουσιν· ἡ γὰρ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω κίνησις ἀτελῶν ἔτι ὄντων ἐστὶν αὐτῶν καὶ οὔπω τὴν κατὰ τὸ εἶδος ἀπειληφότων τελειότητα. εἰπὼν δὲ περὶ τῆς κατὰ τόπον κινήσεως, ὁμοίως φησὶν ἔχει καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ. καὶ γὰρ τὸ αὐξητόν, ὅταν ἐνεργείᾳ τηλικοῦτον γένηται, ὁπηλίκον ἦν δυνάμει ὑπὸ τοῦ αὔξοντος αὐτό, τότε εὐθέως ἐνεργεῖ τὰς καθ’ ὃ τηλικοῦτόν ἐστιν ἐνεργείας. ἐκτείνεται γάρ, μᾶλλον δὲ ἐκτέταται καὶ διέστηκεν ἐνεργείᾳ τοσοῦτον, ὅσον ἦν αὐτοῦ τὸ μέγεθος δυνάμει, καὶ αὕτη ἐστὶν ἡ ἐνέργεια αὐτοῦ ἡ τελεία, τὸ ἐκτετάσθαι καὶ διεστάναι τοσοῦτον. τὸ γὰρ ἐκτείνεσθαι καὶ διίστασθαι ἀτελοῦς ἔτι ὄντος ἀτελής ἐστιν ἐνέργεια. ὁμοίως δὲ καὶ τὸ ποιὸν ἀπὸ τοῦ ἀτελοῦς δυνάμει εἰς τὸ τέλειον μεταβάλλει καὶ τὴν ἕξιν, καὶ ἡ ἐνέργεια εὐθὺς ἀκολουθεῖ ἡ τελεία. θεωρεῖ γὰρ τὸ ἐπιστῆμον, ἂν μή τι κωλύῃ. καὶ ἔστιν αὕτη ἡ τελεία τῆς ἐνεργείᾳ ἐπιστήμης ἐνέργεια· τὸ γὰρ μανθάνειν ἀτελὴς ἔτι καὶ ἀτελές ἐστιν. Εἰπὼν δὲ κινητικὸν αἴτιον τῶν κατὰ φύσιν κινουμένων τὸ ἐνεργείᾳ ποιοῦν αὐτὰ ἐκ τοῦ δυνάμει τοῦ ἀτελοῦς ὑπομιμνῄσκει ἡμᾶς, ὅτι τοῦτο ἦν τὸ ζητούμενον, διὰ τί καὶ ὑπὸ τίνος αἰτίας τὰ φυσικὰ σώματα ἐπὶ τοὺς οἰκείους κινεῖται τόπους, ὅπερ ηὕρηται οὐκ ἐπὶ τῶν κατὰ τόπον μόνον κινουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ ποσὸν καὶ ἐπὶ τῶν κατὰ ποιόν. αἴτιον γάρ ἐστι τὸ ποιῆσαν αὐτὰ τοιαῦτα, οἵοις οὖσιν αὐτοῖς ἐξ ἀνάγκης ἕπεται ἡ τοιαύτη κίνησις. “δύναται δέ, φησὶν Ἀλέξανδρος, τὸ καὶ τοῦτο ζητεῖται οὐχ ὡς νῦν ἀπορηθὲν μόνον, ἀλλ’ ὡς καὶ καθόλου ζητούμενον εἰρῆσθαι”. ζητεῖται γὰρ ὄντως, τί ποτέ ἐστιν αἴτιον τῆς ἐπὶ τοὺς οἰκείους τόπους φορᾶς τοῖς σώμασιν, ηὕρηται δὲ τὸ αἴτιον, ὅτι πέφυκε μέν που εἶναι· τοῦτο γάρ ἐστι τὸ κούφῳ καὶ βαρεῖ εἶναι τὸ τὸ μὲν ἄνω τὸ δὲ κάτω εἶναι2 καὶ εἰ μὲν ἦν εὐθὺς οἷά περ ἐστὶ τέλεια, παρ’ ἑαυτῶν ἔχοντα τὴν τελειότητα, αὐτὰ ἂν ἦν καὶ τῆς ἐνεργείας αὐτῶν αἴτια. ἐπειδὴ δὲ πρὸ τοῦ εἶναι ἅπερ ἐστὶν ἐνεργείᾳ, δυνάμει πρότερόν ἐστι τοιαῦτα, καὶ τὸ δυνάμει διττόν, ὡς εἴρηται· καὶ γὰρ ὅταν ᾖ ὕδωρ βαρὺ κατ’ ἐνέργειαν ὄν, δυνάμει πως. κατὰ γὰρ τὸ ἀτελὲς δυνάμει ἀήρ ἐστι καὶ διὰ τοῦτο κοῦφον, καὶ ὅταν γένηται ἀήρ, καὶ τότε κατά τινα τρόπον ἔτι δυνάμει ἐστὶ διὰ τὸ ἐμποδιζόμενον ἐνίοτε μήπω ἐνεργεῖν3 τὴν κατὰ τὸ εἶδος ἐνέργειαν, καθ’ ἣν ἄνω ἐστὶ τὸ κοῦφον, ἀλλὰ ἂν ἀφαιρεθῇ τὸ ἐμποδίζον, ἐνεργεῖ ἀπὸ ἀτελοῦς ἐνεργείας εἰς τελειοτέραν ἀεὶ προκόπτον καὶ ἀεὶ ἀνωτέρω γινόμενον, ἕως ἂν ἀνωτάτω γενόμενον τὴν τελειοτάτην ἀπολάβῃ ἐνέργειαν τὸ ἀνωτάτω εἶναι. ὁμοίως δέ φησι καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν, ἂν μή τι κωλύῃ. ἔστι γάρ τινα αὐξηθέντα μὲν καὶ τὸ εἶδος ἀπολαβόντα, οὐδέπω δὲ τοσοῦτον κατέχοντα τόπον, ὅσον δύναται κατέχειν, διὰ τὸ κωλύεσθαι ὥσπερ ὁ ἐξ ὕδατος γινόμενος ἀὴρ ἐν μικρῷ τινι οἰκήματι· ἐξετάθη γὰρ ἂν πλέον, εἰ μὴ συνεπιλεῖτο καὶ ἐπυκνοῦτο ὑπὸ τοῦ οἰκήματος.

因此,如果这整个语句——“因为这首先是在潜能中,且已经是轻的,只要没有任何阻碍,它确实会立即活动”——是对同一对象而言的,而“已经是轻的”与“确实会立即活动”适合于更为完满的、依照品质的潜能,那么必然也将“因为这首先是在潜能中”理解为是指同一对象;在此“首先”所指明的不是依生成的序列——在这一序列中较不完满者居先——而是完满性;因为依照品质的潜能比依照适宜性的潜能更为完满。他说,轻者的现实活动乃是处于上方处所中——因为“在某处且向上”便意指这一情形——以及浮于其他物体之上;因为这本身也是一种现实活动。而显而易见,重者的现实活动乃是处于下方并居于其他物体之下。而这二者,即处于上方和处于下方,正是轻者与重者本原意义上的现实活动,因为恰在此时它们才获得本原意义上的现实态以及依形式的完满性;因为向着上方和下方的运动乃是它们尚且不完满且尚未获得依形式的完满性时的运动。 在论述了依处所的运动之后,他说在数量和性质上也同样如此。因为可增长之物由增长它者生成为在现实态中具有其在潜能中原本所具有的那么大时,便立即实施依照具有如此大小的现实活动。因为它伸展,更确切地说,它已经在现实态中伸展并相隔开来,正如其大小在潜能中所是的那样;而这便是它的完满现实活动:已伸展并相隔开达到如此程度。因为正在伸展和正在相隔开乃是尚且不完满之物的活动,是不完满的现实活动。同样,具性质者也从不完满的潜能转变为完满的潜能即品质,而完满的现实活动随即伴随而来。因为具有知识者只要不受阻碍便进行沉思。而这乃是处于现实态中的知识的完满现实活动;因为学习尚是不完满的,且属于不完满者。 在指明了依自然运动之物的动力因乃是将它们从不完满潜能化为现实态的致生者之后,他提醒我们,这正是此前所探求的问题:自然物体因何理由以及由何种原因运动至其本己处所——这不仅在依处所运动之物上被发现,也在依数量和依性质运动之物上被发现。因为原因正是将它们造成具有如此性质者,既然它们是如此性质,这般的运动便必然伴随而来。 “并且,”亚历山大说,“‘这一问题也被探求’这句话不仅可以被说成是如今所提出的疑难,而且可以被说成是普遍探求的问题。”因为人们确实在探求物体向其本己处所的位移的原因究竟是什么,而原因已经被找到,即它们本性上在某处;因为对于轻者和重者而言,“存在”就在于一者在上方,另一者在下方。如果它们当下就是如其完满状态那样的存在,自身具有完满性,它们自己就会是其现实活动的原因。但既然在成为现实态中之所是之前,它们先前在潜能中是此类事物,且正如已经说过的,潜能是双重的:因为无论当它作为在现实态中为重的水存在时,在某种意义上它处于潜能中(因为依不完满潜能而言它是空气,并由此是轻的);而当它生成为空气时,那时它在某种方式上也仍处于潜能中,因为受到阻碍,它有时尚未实施依形式的现实活动——正是依照该活动轻者处于上方;但如果阻碍者被移开,它便进行活动,始终从不完满的现实活动向着更完满的现实活动推进,并且始终向更高处上升,直至达到最高处并获得那最完满的现实活动:处于最高处。他说,性质与数量只要不受阻碍,也同样向现实态转变。因为有些事物虽然已经增长并获得了形式,但由于受到阻碍,尚未占据它所能占据的那么大空间,就像在狭小房间里由水生成的空气那样;因为若不是受到房间的挤压和致密化,它本来会伸展得更广。

语法注3 条
  1. 8.31οὐ τὴν κατὰ γένεσιν τάξιν δηλοῦντος τοῦ πρώτου

    此处为独立属格结构,实质化的中性单数属格 τοῦ πρώτου(指引文中“首先”一词)作逻辑主语,现在分词 δηλοῦντος 作谓语。它说明该词在此指明的并非生成的先后,而是完满性的等级。

  2. 8.31τοῦτο γάρ ἐστι τὸ κούφῳ καὶ βαρεῖ εἶναι τὸ τὸ μὲν ἄνω τὸ δὲ κάτω εἶναι

    句子的主语是带冠词不定式短语 τὸ κούφῳ καὶ βαρεῖ εἶναι(带有表示本质的与格,“对于轻者与重者而言的存在”),谓语部分是带有双重冠词的不定式短语 τὸ τὸ μὲν ἄνω τὸ δὲ κάτω εἶναι(“一者在上方,另一者在下方”)。系动词 ἐστί 将本质定义与这种处于特定位置的状态等同起来。

  3. 8.31διὰ τὸ ἐμποδιζόμενον ἐνίοτε μήπω ἐνεργεῖν

    这是一个由介词 διά 支配带冠词不定式 τὸ ... ἐνεργεῖν 构成的表示原因的介词短语。中性单数宾格分词 ἐμποδιζόμενον 作为不定式的逻辑主语(受阻碍之物),同时表达环境伴随条件(“因受到阻碍而尚未活动……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1215.33-1217.8