← 辛普里丘

亚里士多德《物理学》注释

§1214.27-1215.33

第二种潜能物体的运动原因与矛盾辨析

辛普里丘探讨了关于获得知识品质者在无阻碍时若不活动所涉及之矛盾的文本异文,论证了自然物体的运动原因在于将它们导向第二种潜能(品质)的事物,并在由重向轻转变的亚里士多德语句上驳斥了亚历山大的解释而提出自己的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31#2

εἰ γὰρ μεταβέβληκε μὲν εἰς ἐπιστήμην καὶ ἔχει τὴν τοῦ εἰδέναι ἕξιν παρὰ τοῦ διδάξαντος, μηδενὸς δὲ ἐμποδίζοντος αὐτῷ μὴ ἐνεργεῖ κατὰ τὸ εἰδέναι, οὐχ ἁπλῶς ἐν ἀγνοίᾳ1 ἐστὶν ὁ τοιοῦτος, ἀλλ’ ἐν ἀντιφάσει. εἰδὼς μὲν καθ’ ὅσον ἔχει τὴν ἐπιστήμην, μὴ εἰδὼς δὲ καθ’ ὅσον καὶ μηδενὸς ἐμποδίζοντος οὐκ ἐνεργεῖ κατ’ αὐτήν. καὶ δῆλον ὅτι τὸ μὲν ἁπλῶς ἐν ἀγνοίᾳ εἶναι οὐκ ἀδύνατόν ἐστι, τὸ δὲ ἐν ἀντιφάσει εἶναι ἀδύνατον. εἰ μέντοι εἴη γεγραμμένον, ὡς ἐν τοῖς πλείστοις ἀντιγράφοις, καὶ ἔσται ἐν τῇ ἀντιφάσει καὶ ἐν ἀγνοίᾳ, τὸ αὐτὸ μέν πώς ἐστι τὸ λεγόμενον, λέγει δὲ ὅτι ὁ τὴν ἕξιν ἔχων καὶ εἰδὼς κατ’ αὐτήν, μηδενὸς δὲ κωλύοντος μὴ ἐνεργῶν ἔσται ἐν τῇ ἀντιφάσει, διότι καὶ ἐν ἀγνοίᾳ ἐστὶ καὶ ἐν τῷ εἰδέναι. οἶδεν δὲ καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. εἰ οὖν ἀδύνατον μὴ ἐνεργεῖν τὸ τὴν ἕξιν ἔχον παρά τινος κατὰ τὴν ἕξιν, εἰ μηδὲν αὐτὸ κωλύοι, ἀλλὰ συνῆπται τῇ ἕξει ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἣν κινεῖται κατὰ τὴν ἕξιν, εἰκότως ἂν λέγοιτο ὑπὸ τοῦ τὴν ἕξιν αὐτῷ ἐμποιήσαντος αὐτὸ κινεῖσθαι. Οὕτως οὖν καθόλου τὴν ἀπὸ τῶν δύο δυνάμει μεταβολὴν εἰς τὸ ἐνεργείᾳ δείξας καὶ τῷ δευτέρῳ δυνάμει συμφυῆ τὴν ἐνέργειαν ὑποδείξας, εἰ μή τι κωλύοι, μέτεισιν ἐπὶ τὰ φυσικὰ σώματα καὶ δείκνυσι καὶ ἐν τούτοις κοινῶς πρῶτον κινούμενον ἕκαστον τὴν κατὰ φύσιν ἐν αὐτῷ κίνησιν ὑπὸ τοῦ μεταβάλλοντος αὐτὸ ἐκ τῆς πρώτης δυνάμεως εἰς τὸ δεύτερον δυνάμει, διότι πρόχειρός ἐστιν ἡ ἐνέργεια τῇ ἕξει μηδενὸς ἐμποδίζοντος. γενόμενον γὰρ ἐκ ψυχροῦ θερμὸν καὶ ἐξ ὕδατος πῦρ ἐνεργεῖ λοιπόν, καθ’ ὃ πῦρ ἐστι. καὶ καίει καὶ ἄνω φέρεται, ἂν μή τι κωλύσῃ· ὥστε ὑπὸ τοῦ ποιήσαντος αὐτὸ ἐνεργείᾳ πῦρ καὶ τὸ ἐνεργεῖν ἔχει. οὐ γὰρ μετὰ τὸ γενέσθαι πῦρ προσλαμβάνει τὸ καίειν τε καὶ μὴ καίειν, ἀλλὰ τῇ εἰς πῦρ μεταβολῇ αὐτοῦ, ἣν ὑπὸ τοῦ ποιήσαντος ἔσχεν, ἡ ἐνέργεια συνῆπται. δείξας δὲ τοῦτο κοινῶς οὕτως ἐπὶ τῶν φυσικῶν σωμάτων, ὅπως ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον τὸ κατὰ τὴν ἕξιν ἡ μεταβολὴ γίνεται, καὶ ὅπως τούτῳ σύνεστιν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἄν μή τι κωλύῃ, μερίζει λοιπὸν τὸν λόγον ἐπὶ τῶν διαφόρων κινήσεων. καὶ πρῶτον μὲν συνηρημένως, εἶτα καὶ ἀνηπλωμένως αὐτὸν παραδίδωσι. γίνεται γάρ, φησίν, ἐκ τοῦ ἐνεργείᾳ μὲν βαρέος, δυνάμει δὲ κούφου, κατὰ τὸ πρότερον δυνάμει τὸ κοῦφον· οἷον ἐξ ὕδατος βαρέος μὲν ὄντος ἐνεργείᾳ, κούφου δὲ δυνάμει, γίνεται ὁ ἀὴρ κοῦφος ὢν ἐνεργείᾳ. καὶ ἐνεργήσει γε εὐθύς, ἄν μή τι κωλύῃ. τὸ δὲ τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον ὁ Ἀλέξανδρος ἐπὶ τοῦ ἀτελοῦς δυνάμει καὶ κατ’ ἐνέργειαν βαρέος ἀκούει.2 “τὸ γὰρ τοιοῦτο, φησί, καὶ οὕτως ἔχον ὡς ἐνεργείᾳ ἔτι βαρὺ εἶναι κατὰ τὴν πρώτην ῥηθεῖσαν δύναμιν δυνάμει κοῦφόν ἐστι, μεταβληθὲν δὲ καὶ γενόμενον κοῦφον εὐθὺς ἐνεργήσει τὴν τοῦ κούφου ἐνέργειαν”. ὁ δέ γε Ἀριστοτέλης τὸ καὶ ἤδη κοῦφον οὐ περὶ τοῦ κατ’ ἐνέργειαν μὲν βαρέος, δυνάμει δὲ κούφου, κατὰ τὸ ἀτελὲς δυνάμει δοκεῖ μοι λέγειν· οὐ γὰρ ἁρμόττει ἐκείνῳ τὸ ἤδη κοῦφον, ἀλλὰ τῷ κατ’ ἐνέργειαν ἤδη γενομένῳ κούφῳ. ἀλλ’ οὐδὲ τὸ ἐπαχθὲν τὸ καὶ ἐνεργήσει γε εὐθέως, ἂν μή τι κωλύῃ τῷ ἀτελεῖ δυνάμει ἁρμόττει, ἀλλὰ τῷ κατὰ τὴν ἕξιν.

因为,如果某人已经转变为具有知识,并从施教者那里获得了知晓的品质,却在没有任何事物阻碍他的情况下不依知晓而活动,这样的人就并非单纯地处于无知中,而是处于自相矛盾之中。因为就其拥有知识而言他是知晓的,但就其在没有任何事物阻碍的情形下仍不依该知识活动而言,他又是并不知晓的。显而易见,单纯地处于无知中并非不可能,但处于自相矛盾中却是不可能的。然而,如果像大多数抄本所写的那样作“且他将既处于矛盾中又处于无知中”,所表达的意思在某种意义上是相同的:他是说,拥有品质并依照该品质而知晓、却在毫无阻碍时并不活动的人,将处于矛盾之中,因为他既处于无知中,又处于知晓中。亚历山大也知道这一异文。因此,如果拥有从某物处获得的品质者在没有任何事物阻止它的情况下,不可能不依该品质而活动,反倒是现实活动以及依照品质所运动的运动乃是与该品质结合在一起的,那么理所当然可以说,它乃是由在它之中生成了该品质的事物所推动的。 这样,在普遍地展示了从两种潜能向现实态的转变、并指出在毫无阻碍的情况下现实活动与第二种潜能生来结合之后,他进而转向自然物体,并表明在这些物体中普遍地首先也是如此:每一物体之所以被推动而进行其固有的依自然运动,乃是由将它从第一种潜能转变为第二种潜能的事物所推动的,因为在没有任何阻碍时,现实活动对于品质而言是随时现成的。因为从冷生成为热、从水生成为火之后,它此后便就其作为火而言进行活动;只要没有任何阻碍,它既燃烧又向上运动;因此,正是由将其在现实态中化为火的事物,它也获得了它的活动。因为并不是在生成为火之后它才额外获得燃烧与不燃烧,而是其现实活动早已与它由致生者那里获得的向火的转变结合在一起了。在以这种方式对自然物体普遍表明了转变是如何从第一种潜能进至依照品质的第二种潜能,以及只要没有阻碍,现实活动与运动是如何伴随这一潜能之后,他接下来将论述区分到不同的运动上。他首先以概括的方式、接着又以展开的方式将其传达出来。因为他说,从在现实态中重而在潜能中轻的事物,依照先前的潜能生成出轻的事物;例如从在现实态中重而在潜能中轻的水,生成出在现实态中轻的空气。只要没有任何阻碍,它确实会立即活动。对于“因为这首先是在潜能中,且已经是轻的”这一语句,亚历山大理解为是指处于不完满潜能中且在现实态中重的事物。“因为这类事物,”他说,“处于尚且在现实态中为重的状态,依照先前所说的第一种能力而在潜能中是轻的,在转变并生成为轻的之后,它将立即实施轻者的现实活动。”然而在我看来,亚里士多德说“且已经是轻的”,并不是依照不完满的潜能就那些在现实态中重而在潜能中轻的事物而言的;因为“已经是轻的”并不适合于那类事物,而是适合于已经在现实态中生成为轻的事物。不仅如此,紧接着附加上去的“只要没有阻碍,它确实会立即活动”也不适合于不完满的潜能,而是适合于依照品质的潜能。

语法注2 条
  1. 8.31εἰ μέντοι εἴη γεγραμμένον, ὡς ἐν τοῖς πλείστοις ἀντιγράφοις, καὶ ἔσται ἐν τῇ ἀντιφάσει καὶ ἐν ἀγνοίᾳ

    καὶ ἔσται ἐν τῇ ἀντιφάσει καὶ ἐν ἀγνοίᾳ 引自绝大多数抄本中的异文。辛普里丘在句法与逻辑上指出,即便依照这一读法,其含义在实质上也是相同的:拥有品质而在无阻碍时不活动的人将处于矛盾之中,正因为他同时处于知与无知的对立两端。

  2. 8.31τὸ δὲ τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον ὁ Ἀλέξανδρος ἐπὶ τοῦ ἀτελοῦς δυνάμει καὶ κατ’ ἐνέργειαν βαρέος ἀκούει

    关于短语 τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον 之所指的句法判定。亚历山大将其理解为(ἀκούει ἐπί + 属格)指处于不完满潜能中且在现实态中为重的事物(如水)。而辛普里丘反驳了这种读法,从句法和意义上指出,谓语 ἤδη κοῦφον(已经是轻的)以及随后的 εὐθέως ἐνεργήσει(将立即活动)不可能适合于重物本身,而必然是指向已经在现实态中成为轻的事物(即第二种潜能或品质)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1214.27-1215.33