← 辛普里丘

亚里士多德《物理学》注释

§1213.18-1214.27

潜能的二重性与运动原因的阐明

辛普利丘阐明了亚里士多德在探究运动原因时对潜能所作的两种划分(单纯合宜性与拥有品质),并考察了围绕“有时”一词的异文及注疏家亚历山大的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31#1

" Ἐπεὶ δὲ τὸ δυνάμει πλεοναχῶς λέγεται ἕως τοῦ καὶ τὸ ποσὸν ἐκτείνεται, ἐὰν μή τι κωλύῃ." Εἰπὼν κατὰ φύσιν κινεῖσθαι τὰ εἰς τὰς ἑαυτῶν ἐνεργείας κινούμενα δυνάμει ὄντα ἤτοι δυνάμει ὄντα ἐν τοῖς οἰκείοις τόποις ἢ ἔχοντά τι ἔτι δυνάμει, διότι ἡ κίνησις ἐντελέχεια τοῦ δυνατοῦ ἐστιν ᾗ δυνατόν,1 ἐπάγει ὅτι τὸ δυνάμει τοῦτο τὸ ἐν τοῖς κινουμένοις πλεοναχῶς λέγεται καὶ τοῦτο αἴτιόν ἐστι τοῦ μὴ φανερὸν εἶναι τὸ νῦν ζητούμενον, ὑπὸ τίνος τὰ τοιαῦτα κινεῖται, οἷον τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω· δεῖ μὲν γὰρ τὸ ὑπό τινος κινούμενον αὐτὸ μὲν κινητόν τε εἶναι καὶ δυνάμει, ὑφ’ οὗ δὲ κινεῖται κινητικόν τε καὶ ἐνεργείᾳ. ἀδήλου δὲ ὄντος ἐν τῷ πυρὶ καὶ τῇ γῇ τοῦ δυνάμει διὰ τὸ πλεοναχῶς λέγεσθαι τὸ δυνάμει, ἄδηλον καὶ τὸ κινητικὸν αὐτοῦ ἐνεργείᾳ ὄν. διαιρεῖται τοίνυν τὸ δυνάμει εἴς τε τὸ κατ’ ἐπιτηδειότητα μόνην τέως μήπω μηδαμῶς γενόμενον τοῦτο ὃ λέγεται (ὡς δυνάμει γραμματικὸν ἢ μουσικὸν τὸ παιδίον, ὅτι δύναται γενέσθαι) καὶ εἰς τὸ γενόμενον μὲν ἤδη καὶ τὴν ἕξιν τελείαν ἔχον, μὴ ἐνεργοῦν δὲ κατ’ αὐτήν, ὡς δυνάμει μουσικὸν τὸν Ἀριστόξενον λέγομεν, ὅταν μὴ κιθαρίζῃ, ἀλλ’ ἢ καθεύδῃ ἢ ἄλλο τι ἐνεργῇ. καὶ ἔστι μέσον τὸ δυνάμει τοῦτο τῶν τελέως δυνάμει ὄντων καὶ δυνάμει μόνον καὶ τῶν τελέως καὶ μόνως ἐνεργείᾳ ὄντων, ἅτε ἀμφοτέρων μετέχον καὶ τὸ ἕτερον ὑπάρχον πρὸς ἑκάτερον. δείξας οὖν τὰ φυσικὰ σώματα ταῦτα ἔχοντα τὰ δυνάμει ἐν ταῖς κατὰ φύσιν κινήσεσιν εὑρήσει τὰ κινητικὰ αὐτῶν καθ’ ἑκάτερον δυνάμει. λέγει δὲ πρῶτον, πῶς καθ’ ἑκάτερον τῶν δυνάμει εἰς τὸ ἐνεργείᾳ γίνεται ἡ μεταβολὴ καὶ ὑπὸ τίνος. ὅταν γάρ, φησίν, ἅμα ᾖ τὸ ποιητικὸν καὶ τὸ παθητικόν, τὸ μὲν πρῶτον δυνάμει τὸ ἀτελὲς ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος μεταβάλλει προσεχῶς εἰς τὸ ἐνεργείᾳ τὸ κατὰ τὴν ἕξιν, ὃ καὶ αὐτὸ δυνάμει πως ἔτι ἐστὶ κατὰ τὸ ἕτερον δυνάμει τὸ μήπω ἐνεργοῦν. τοῦ δὲ ἐνεργεῖν τοῦτο τὸ δυνάμει, ὥστε τελέως ἐνεργείᾳ εἶναι, ἔστι μὲν καὶ ἡ ἕξις αἰτία, αἴτιος δὲ καὶ ὁ τὸ ἐμπόδιον ἀφελών, ὡς ῥηθήσεται, καὶ πρῶτόν γε καὶ κυριώτατον αἴτιον καὶ τούτου τὸ τὴν ἕξιν ἐμποιῆσαν. ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ ἀεὶ δὲ ὅταν ἅμα τὸ ποιητικὸν καὶ παθητικὸν ὦσι, γίνεται ἐνίοτε ἐνεργείᾳ τὸ δυνατόν τὸ ἐνίοτε ἔν τισι μὲν ἀντιγράφοις μηδὲ προσκεῖσθαί φησιν ὁ Ἀλέξανδρος.2 καὶ προσκείμενον δὲ ἀληθείας ἀσφαλοῦς ἐνδεικτικόν ἐστι, πρῶτον μὲν ὅτι, κἂν ἅμα ᾖ τὸ ποιητικὸν τῷ παθητικῷ, εἰ μὴ τελέως ἐνεργείᾳ ᾖ τὸ ποιητικόν, ὥστε καὶ τὴν ἕξιν ἔχειν καὶ ἀνεμποδίστως ἐνεργεῖν, οὐ γίνεται ἐνεργείᾳ τὸ δυνατόν. τοιγαροῦν καὶ αὐτὸς τὸ ἐνίοτε ἐξηγούμενος ὅταν δέ φησιν οὕτως ἔχῃ, ἂν μή τι κωλύῃ, ἐνεργεῖ καὶ θεωρεῖ. ἔπειτα ἐπὶ μὲν τῶν σωμάτων καὶ σωματικῶν παθῶν ἀρκεῖ τὸ γειτνιάσαι καὶ ἅμα γενέσθαι τὸ ποιητικὸν τῷ παθητικῷ πρὸς τὸ γενέσθαι ἐνεργείᾳ τὸ δυνατόν, ἐπὶ δὲ τῶν μαθήσεων καὶ διδασκαλιῶν οὐκ αὔταρκες τὸ ἅμα γενέσθαι τὸ διδάσκον καὶ τὸ μανθάνον πρὸς τὸ τὸ μὲν διδάξαι τὸ δὲ μαθεῖν,3 εἰ μὴ καὶ προαίρεσις εἴη καὶ χρόνος· ὥστε χρεία τῆς τοῦ ἐνίοτε προσθήκης. ἀλλ’ ὅτι μὲν τὸ ἐκ τοῦ προτέρου δυνάμει μεταβάλλον εἰς τὴν ἕξιν ὑπ’ ἄλλου πάντως μεταβάλλει τοῦ κατ’ ἐνέργειαν ὄντος, πρόδηλον. τοῦτο δὲ γενέσεως καὶ οὔπω κινήσεως τῆς κυρίως ἔργον ἐστίν. ὅταν δέ, φησίν, ἀπολάβῃ τὴν ἕξιν, ἐὰν μή τι κωλύῃ, ἐνεργεῖ καὶ θεωρεῖ ἤδη συνάπτων τῇ ἕξει τὴν ἐνέργειαν· εἰ γὰρ ὑπὸ μηδενὸς κωλυόμενον μὴ ἐνεργοίη, εἴη ἂν ἐν ἀντιφάσει καὶ οὐχ ἁπλῶς ἐν ἀγνοίᾳ, ὡς γράφει ὁ Ἀλέξανδρος.

“既然在潜能中存在具有多种含义,直至,且定量的事物也会伸展,只要没有阻碍。” 在指出凡处于潜能中的事物向自身的诸现实活动运动乃是依自然运动之后——即或是在潜能中处于固有场所中,或是尚在潜能中具有某物,因为运动乃是可潜能者作为可潜能者的完全现实态——他接着指出,运动之物中的这种潜能具有多种含义,而这正是眼下所探究的问题(即此类事物是由什么推动的,例如火向上和土向下)并不显明的原因。因为被某物推动的事物自身必须是可被推动的且处于潜能中,而推动它的事物则必须是具有推动能力的且处于现实态中。但由于潜能具有多种含义,火与土中的潜能是不明朗的,因而处于现实态中推动它的事物也是不明朗的。于是,潜能一方面被区分为仅仅依合宜性、尚未以任何方式生成为所说的那种事物的潜能(正如小童在潜能中是文法学者或音乐家,因为他能够生成为如此),另一方面被区分为已经生成且具有完满品质、但并未依照该品质而活动者的潜能(正如当阿里斯托克塞诺斯不弹琴、而是在睡觉或进行其他活动时,我们称他在潜能中是音乐家)。这种潜能介于完全在潜能中且仅在潜能中的事物与完全且仅仅在现实态中的事物之间,因其分有两者,并相对于每一端而作为另一端存在。因此,在表明自然物体在依自然的运动中具有这些潜能之后,他将根据每种潜能找到推动它们的事物。他首先说明,依照两种潜能中的每一种,向现实态的转变是如何发生以及由何物引起的。因为他说,每当主动者与受动者共存时,第一种不完满的潜能便由处于现实态中的事物直接转变为依照品质的现实态,而这本身依照那尚未活动的另一潜能而言,在某种意义上也仍然处于潜能中。但要使这种潜能活动,以致完全处于现实态中,品质固然是一种原因,正如后文将要述及的,移除了阻碍者也是一种原因,而即便是此事的首要且最根本的原因,也是生成了该品质的事物。在“而总是每当主动者与受动者共存时,可潜能者有时成为在现实中存在”这一语句中,亚历山大说在某些抄本中甚至没有添附“有时”一词。然而即便添附了该词,它也指示了一个可靠的真理:首先是因为,纵使主动者与受动者共存,若非主动者完全在现实态中以致既拥有品质又能无阻碍地活动,可潜能者便不会在现实中生成。因此他本人在解释“有时”时也说:“而每当它处于这种状态时,若无阻碍,它便活动并观照。”其次,在物体和物体的受动情形中,主动者与受动者临近并共存就足以使可潜能者成为在现实中存在,但在学习与教授的情形中,施教者与受教者共存并不足以使前者施教而后者领会,除非还有抉择与时间共同存在;因此需要添附“有时”。然而,从先前的潜能转变为品质的事物完全是由另一个处于现实态中的事物使其转变的,这是显而易见的。而这是生成的作用,尚非严格意义上的运动的作用。但是他说,每当它领受了品质,若无阻碍,它便已将现实活动与品质结合起来,进行活动并观照;因为如果在未受任何阻碍的情形下仍不活动,正如亚历山大所写的那样,它就将处于自相矛盾之中,而不仅仅是处于无知之中。

语法注3 条
  1. 8.31διότι ἡ κίνησις ἐντελέχεια τοῦ δυνατοῦ ἐστιν ᾗ δυνατόν

    διότι从句为主句前面的分词短语(εἰς τὰς ἑαυτῶν ἐνεργείας κινούμενα δυνάμει ὄντα)提供逻辑依据。通过引用《物理学》第三卷中“运动乃是可潜能者作为可潜能者的完全现实态”这一定义,阐明了处于潜能中的事物朝向自身现实活动运动何以构成了依自然的运动。

  2. 8.31ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ ἀεὶ δὲ ὅταν ἅμα τὸ ποιητικὸν καὶ παθητικὸν ὦσι, γίνεται ἐνίοτε ἐνεργείᾳ τὸ δυνατόν τὸ ἐνίοτε ἔν τισι μὲν ἀντιγράφοις μηδὲ προσκεῖσθαί φησιν ὁ Ἀλέξανδρος.

    该句的句法骨干为 ὁ Ἀλέξανδρος φησὶ τὸ ἐνίοτε μηδὲ προσκεῖσθαι ἐν τισι μὲν ἀντιγράφοις(“亚历山大说‘有时’在某些抄本中甚至未被添附”),句首的介词短语 ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ...(“在……这一语句中”)充当限定全句范围的状语。引文之后的带有定冠词的 τὸ ἐνίοτε 充当不定式 μηδὲ προσκεῖσθαι 语义上的主语(即宾格主语)。

  3. 8.31οὐκ αὔταρκες τὸ ἅμα γενέσθαι τὸ διδάσκον καὶ τὸ μανθάνον πρὸς τὸ τὸ μὲν διδάξαι τὸ δὲ μαθεῖν

    主干结构为 οὐκ αὔταρκες [ἐστί] τὸ ἅμα γενέσθαι...(“……共存并不足以……”),其中带冠词的不定式短语 τὸ ἅμα γενέσθαι τὸ διδάσκον καὶ τὸ μανθάνον 作主语。随后的 πρὸς τὸ ... 是表目的或结果的介词短语,其下支配着带有对应小辞 μὲν... δέ 的定冠词不定式结构 τὸ μὲν διδάξαι τὸ δὲ μαθεῖν(“前者施教而后者领会”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1213.18-1214.27