← 辛普里丘

亚里士多德《物理学》注释

§1212.15-1213.17

生成者对单纯物体的自然运动与现实活动

在论及增长与变质中违反自然的运动之后,辛普利丘探讨了单纯物体的依自然运动如何由生成者推动,并检视了亚历山大将自然场所视作现实活动(完满性)的观点,进而论证固有的现实活动并非场所本身,而是向该场所的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.30#2

ἐπὶ δὲ αὐξήσεως καὶ ἀλλοιώσεως οὐκέτι πρόδηλος ἡ παρὰ φύσιν κατὰ ταῦτα κίνησις· ἢ καὶ τούτων εἶπεν αὐτὸς ἐν τοῖς προλαβοῦσι τὰς παρὰ φύσιν κινήσεις ἐπὶ μὲν αὐξήσεως τοῦ σίτου μνημονεύσας τοῦ ἐν τοῖς καλουμένοις Ἀδώνιδος κήποις παρὰ φύσιν αὐξομένου δι’ ἐπιτηδεύσεως τοιαύτης, δι’ ὃ οὐδὲ τελειοῦνται, καὶ οἱ θᾶττον δὲ δι’ ἀκολασίαν ἡβάσκοντες ἢ γηράσκοντες καὶ αὔξοιντο ἂν καὶ μειοῖντο παρὰ φύσιν· καὶ γὰρ τὴν κρᾶσιν μεταβάλλουσιν εἰς τὸ παρὰ φύσιν ὁ μὲν θερμότερος, ὁ δὲ ψυχρότερος θᾶττον τοῦ δέοντος γινόμενος. οὐ περὶ τούτων δὲ νῦν ἡ ζήτησις αὐτῷ, ἀλλὰ περὶ τῶν ἁπλῶν σωμάτων, ὑπὸ τίνος κινοῦνται τὰς κατὰ φύσιν κινήσεις. εἰπὼν δὲ ποῖα τὰ φύσει κινητικὰ καὶ κινητὰ παράγει λοιπὸν ἐκεῖνα, ὧν ἕνεκεν ἐπὶ τοῦτον ἦλθε τὸν λόγον, καὶ λέγει, ὅτι τὸ πῦρ καὶ ἡ γῆ καὶ ὅλως τὰ ἁπλᾶ σώματα κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βίᾳ μέν, ὅταν παρὰ φύσιν ἀπὸ τῶν οἰκείων τόπων ἐπὶ τοὺς ἐναντίους κινῶνται, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους, ἐφ’ οὓς πεφύκασι φέρεσθαι κατὰ φύσιν. αὐτὸς δὲ εἶπεν· ὅταν εἰς τὰς ἑαυτῶν ἐνεργείας δυνάμει ὄντα πρότερον μεταβάλῃ, τουτέστιν ὅταν ἐνεργείᾳ γένηται, ὅπερ ἦν πρότερον δυνάμει, καὶ ἀπολάβῃ τὰς οἰκείας ἐνεργείας. τὸ γὰρ πῦρ, ὅταν ἐνεργείᾳ γένηται πῦρ, δυνάμει ὂν πρότερον, τότε ἐνεργεῖ κατὰ τὰς τοῦ πυρὸς ἐνεργείας καὶ κινεῖται τὴν κατὰ φύσιν τοῦ πυρὸς κίνησιν. οὐ λέγει οὖν εἰς τὰς ἐνεργείας εἰς τὸ ἐνεργείᾳ κατ’ οὐσίαν1 (τοῦτο γὰρ γένεσις κατὰ φύσιν ἐστίν, ἀλλ’ οὐ κίνησις), ἀλλ’ ὅταν γενόμενον ὑπό τινος ἀπολάβῃ τὰς οἰκείας ἐνεργείας, καθ’ ἃς λοιπὸν ὑπ’ ἐκείνου κινεῖται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον. τὴν γὰρ ἐνέργειαν καὶ κίνησιν ταύτην τὴν ἐπὶ τὸν οἰκεῖον τόπον ὑπ’ ἐκείνου δεδόσθαι φησὶν αὐτῷ, ὑφ’ οὗ καὶ τὴν οὐσίαν· καὶ τοῦτό ἐστι τὸ ὑπ’ ἐκείνου κινεῖσθαι. ὁ δὲ Ἀλέξανδρος τοὺς κατὰ φύσιν τοῖς σώμασι τόπους ἐνεργείας αὐτῶν εἰρῆσθαί φησι, τουτέστι τελειότητας. “τότε γὰρ αὐτῷ δοκεῖ, φησίν, ἕκαστον τῶν σωμάτων ἐνεργείᾳ βαρὺ ἢ κοῦφον εἶναι, ὅταν ἐν τῷ οἰκείῳ τόπῳ ᾖ· οὐ γὰρ πῦρ ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ δυνάμει λέγεται εἶναι πρὸ τοῦ ἐν τοῖς οἰκείοις εἶναι τόποις· εἰ γὰρ δυνάμει τι τούτων ἦν, οὐκέτι κινούμενα ἦν, ἀλλὰ γινόμενα”. ἀλλὰ ταῦτα μὲν ἐνεργείᾳ ἐστὶ καὶ ἐν ἀλλοτρίοις ὄντα τόποις, τὴν δὲ κατὰ τόπον τελειότητα τότε λαμβάνει, ὅταν ἐνεργῇ καθ’ ὅ ἐστιν· ἐνέργεια δὲ τοῦ κούφου τὸ ἄνω φέρεσθαι· φέρεται γὰρ ἐπὶ τοῦτο, ἐν ᾧ δυνάμει ἐστὶν ὥσπερ τὸ θερμαινόμενον· κατὰ φύσιν ἄρα ἐστὶ καὶ ἡ ἐπὶ τὴν τελειότητα κίνησίς τε καὶ μεταβολή, ἥτις τελειότης ἦν ἐν τῷ οἰκείῳ τόπῳ εἶναι.2 ὥστε, εἰ μὴ πλανῶμαι, καὶ κατ’ αὐτὸν οὐχὶ ὁ τόπος ὁ οἰκεῖός ἐστιν ἡ οἰκεία ἐνέργεια, ὡς ἤρξατο λέγειν, ἀλλ’ ἡ ἐπὶ τὸν τόπον τὸν οἰκεῖον κίνησις. φύσει οὖν κινεῖται τὰ τὸ εἶδος τὸ οἰκεῖον ἀπολαβόντα, καθ’ ὃ ἦν πρότερον δυνάμει, καὶ συναπολαβόντα τῷ ἐνεργείᾳ εἴδει τὴν κατὰ τὸ εἶδος ἐνέργειαν.

然而在增长与变质的情形中,依据这些方面的反自然运动便不再是显而易见的了。或者说,他本人在前面的篇幅中也谈到了这些方面的反自然运动,在增长的情形中提及了在所谓的阿多尼斯花园中通过这种人工培植而反自然地生长因而甚至不能达到成熟的谷物,而那些由于放荡而更快达到青春期或更快衰老的人,也会反自然地增长与减退?因为他们的确将自己的体质转变为反自然的状态,前者比应当的程度更快变得更热,后者更快变得更冷。但他眼下的探究并非关于这些,而是关于单纯物体,即它们是由什么推动进行依自然的运动的。在说明了依本性具有推动能力与可被推动者各是何种事物之后,他最终引出了他之所以进入这一论述的目的所在,并说:火、土以及一般的单纯物体,每当它们运动时,固然完全是由他物推动的,但每当它们反自然地从固有场所向相反场所运动时乃是凭强力,而每当它们向依本性自然趋向的固有场所运动时乃是依自然。而他[亚里士多德]说:“每当先前在潜能中的事物转变为自身的诸现实活动时”,也就是每当先前在潜能中的事物在现实中生成,并领受了固有的现实活动时。因为火,每当先前在潜能中的它在现实中成为火时,它便依据火的诸现实活动而活动,并进行火的依自然运动。因此,他所说的“向诸现实活动转变”,并不是指[转变]到在实体上处于现实态(因为这是依自然的生成,而不是运动),而是指每当由某物生成之后领受了固有的诸现实活动,依据这些活动,它此后由那[使之生成之]物依自然推动,向固有的场所运动。因为他说,这向固有场所的现实活动与运动,乃是由赋予其实体的那一事物赋予它的;而这也就是被那一事物推动。然而亚历山大说,对物体而言依自然的诸场所被称为它们的诸现实活动,即诸完满性。“因为在他看来”,他说,“每个物体每当处于固有场所中时,才在现实中是重的或轻的;因为火、水、土或气在其处于固有场所之前,并不被称为是在潜能中的;因为如果它在潜能中是这些事物中的某一种,它们就不再是被推动的事物,而是正在生成的事物了”。然而这些物体即便处于异己的场所中也已在现实中存在,唯当它按照其所是而活动时,它才领受依场所的完满性;而轻者的现实活动乃是向上运动;因为它乃是向着它在潜能中所在之处运动,正如同被加热之物一样;因此向完满性的运动与转变也是依自然的,而这完满性乃是在固有场所中存在。所以,除非我陷入了误解,即便按照他[亚历山大]的说法,也并非如他最初所说的那样固有场所是固有的现实活动,而是向固有场所的运动才是固有的现实活动。因此,领受了固有形式(依据该形式它先前处于潜能中)、并与现实中的形式一同领受了依据形式的现实活动的事物,乃是依自然运动的。

语法注2 条
  1. 8.30οὐ λέγει οὖν εἰς τὰς ἐνεργείας εἰς τὸ ἐνεργείᾳ κατ’ οὐσίαν

    前一个介词短语 εἰς τὰς ἐνεργείας 是对亚里士多德词句(ὅταν εἰς τὰς ἑαυτῶν ἐνεργείας ... μεταβάλῃ)的引用,其后的 εἰς τὸ ἐνεργείᾳ κατʼ οὐσίαν 则是对其诠释(“在实体上处于现实态”)。动词 λέγει 带引该引用作为宾语,第二短语充当被否定的语义解释,构成“他所说的‘向诸现实活动’并不是指……之意”的句式。

  2. 8.30ἥτις τελειότης ἦν ἐν τῷ οἰκείῳ τόπῳ εἶναι

    该结构为主句中的宾格名词 τελειότητα 被关系代词 ἥτις 引导的从句吸收并重复为主格名词 τελειότης(先行词的卷入/同化)。从句的表语由不定式短语 ἐν τῷ οἰκείῳ τόπῳ εἶναι 充当,意为“而这完满性乃是在固有场所中存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1212.15-1213.17