← 辛普里丘

亚里士多德《物理学》注释

§1211.13-1212.15

推动者的区分与可动物的潜能与现实

辛普里丘针对《物理学》第8卷第4章(255a20)的引文作出注解,说明推动者与被推动者一样被区分为顺自然与反自然(如杠杆),并通过潜能与现实的对应关系阐明在性质、数量和场所三个范畴中依自然可被推动者的定义及非附带性条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.30#1

" Ἔστι δὲ καὶ ἐπὶ τῶν κινούντων λαβεῖν τὰ εἰρημένα ἕως τοῦ δυνάμει ὄντα." Βουλόμενος δεῖξαι, ὅτι τῶν ἀψύχων σωμάτων καὶ τὰ κατὰ φύσιν κινούμενα ὑπό τινος ἔξωθεν κινεῖται καὶ οὐχ ὑφ’ ἑαυτῶν, συνίστησι τοῦτο διελὼν καὶ τὰ κινοῦντα ὥσπερ τὰ κινούμενα εἴς τε τὰ κατὰ φύσιν κινοῦντα καὶ εἰς τὰ παρὰ φύσιν. εἰ γὰρ καὶ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι τὰ μὲν τῆς παρὰ φύσιν κινήσεως κινητικὰ κινοίη ἂν τὰ βίᾳ καὶ παρὰ φύσιν κινούμενα, τὰ δὲ τῆς κατὰ φύσιν τὰ κατὰ φύσιν κινούμενα. ἓν δὲ τῶν παρὰ φύσιν κινούντων παρήγαγε τὸν μοχλόν· οὐδὲν γὰρ τῶν κατὰ φύσιν κινουμένων μοχλῷ κινεῖται, ἀλλ’ ἔστι βίᾳ ὡς ἡ τοιαύτη κίνησις. τὰ γὰρ βάρος ἔχοντα τὴν παρὰ φύσιν ἑαυτοῖς κίνησιν τὴν ἐπὶ τὸ ἄνω ὑπὸ τοῦ μοχλοῦ κινεῖται, καὶ διὰ τοῦτο δὲ ὁ μοχλὸς παρὰ φύσιν κινεῖ, ὅτι οὐ κατὰ τὴν ἐν ἑαυτῷ ἀρχὴν κινεῖ (κάτω γὰρ ἂν ἐκίνει), ἀλλὰ παρ’ ἄλλου ἔξωθεν ἔχει τὴν αἰτίαν τῆς κινήσεως. τὰ μὲν οὖν παρὰ φύσιν κινοῦντα τοιαῦτα. κατὰ φύσιν δὲ κινεῖν λέγεται τὸ ἐνεργείᾳ τι ὂν τοῦ δυνάμει τοιούτου·1 τῆς τε γὰρ κατὰ φύσιν κινήσεως αἴτιον τοῖς οὕτω κινουμένοις τὸ οὕτω κινοῦν καὶ κατὰ τὴν ἐν ἑαυτῷ ἀρχήν τε καὶ αἰτίαν κινεῖ. τὸ γὰρ ἐνεργείᾳ θερμόν, ὅταν θερμαίνῃ τὸ δυνάμει τέως θερμόν, ἐν αὑτῷ τὴν αἰτίαν τοῦ κινεῖν ἔχον οὕτω κινεῖ. παραθεὶς δὲ καὶ τὸ φύσει κινητὸν εὐθὺς σαφέστερον ἐποίησε τὸν λόγον. ὥσπερ γὰρ κινητικὸν φύσει τὸ ἐνεργείᾳ τοῦ δυνάμει, οὕτω καὶ κινητὸν φύσει τὸ δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ. καὶ ὥσπερ τὸ δυνάμει κινητικὸν ἐν ἑαυτῷ τὴν ἀρχὴν καὶ δύναμιν τοῦ κινεῖν ἔχει, οὕτω καὶ φύσει κινητόν ἐστιν, ὅταν ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχῃ οὐκέτι ἐνεργητικήν, ὡς τὸ φύσει κινητικόν, ἀλλὰ κατ’ ἐπιτηδειότητα καὶ κατὰ τὸ δυνάμει· ὥστε δυνάμει ποιὸν τοιόνδε ἢ ποσὸν τοσόνδε ἢ ἄνω δυνάμει ἢ κάτω· τούτων δὲ ἐμνήσθη τῶν κατηγοριῶν, ὅτι κατὰ ταύτας οἴεται μόνας τὴν κίνησιν γίνεσθαι. εἰπὼν δὲ ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν ἑαυτῷ, προσέθηκε καὶ ταύτην μὴ κατὰ συμβεβηκός.2 κἂν γὰρ τὸ ποιὸν δυνάμει καὶ ποσὸν ᾖ δυνάμει, ἀλλ’ εἰς τὸ ποιὸν μεταβάλλει καθ’ αὑτό, καθ’ ὃ δυνάμει ποιόν ἐστιν. ἐπειδὴ δὲ καὶ δυνάμει ποσὸν ἦν, εἴ τις λέγοι τὸ δυνάμει ποσὸν εἰς τὸ ποιὸν μεταβάλλειν, κατὰ συμβεβηκὸς ἡ τοιαύτη μεταβολή, ὅτι συνέβαινεν αὐτῷ καὶ ποσὸν εἶναι δυνάμει. καθ’ αὑτὸ δὲ τὸ μὲν δυνάμει ποιὸν εἰς ποιὸν μεταβάλλει, τὸ δὲ δυνάμει ποσὸν εἰς ποσόν, ἡ δὲ παράλλαξις κατὰ συμβεβηκὸς γίνεται. Τίνα μὲν οὖν ἐστι τὰ κατὰ φύσιν κινητά, ἀποδέδωκε διὰ τῶν εἰρημένων ἐπὶ τῶν τριῶν κατηγοριῶν ποιησάμενος τὸν λόγον. οὐκέτι δὲ προσέθηκε τίνα τὰ παρὰ φύσιν ἐστὶ κινητὰ ἐπὶ τῶν τριῶν κατηγοριῶν. ἐπὶ μὲν γὰρ τῶν κατὰ τόπον, ἐπεὶ ἔστιν ἑκάστῳ τῶν σωμάτων καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν κίνησις κατὰ τόπον ἡ εἰς τὸν ἐναντίον τῷ κατὰ φύσιν, δῆλά ἐστι τὰ κινητὰ κατὰ τόπον παρὰ φύσιν· οὐ γὰρ ἔχει τοῦ οὕτω κινεῖσθαι τὴν ἀρχὴν ἐν αὑτοῖς.

“在推动者身上也同样可以把握所说的事情……在潜能中存在者[为止]。” 由于希望表明在无灵魂的物体中,即使依自然运动的事物也是由来自外部的某物推动而非由自身推动,他便通过像区分被推动者那样将推动者也区分为依自然推动者和违反自然[推动者]来确立这一点。因为若这些[推动者]也是如此,显然引起反自然运动的事物就会推动凭强力且反自然运动的事物,而引起顺自然运动的事物则会推动依自然运动的事物。作为违反自然推动的事物之一,他举出了杠杆;因为依自然运动的事物中没有一个是靠杠杆推动的,这种运动乃是凭强力的。因为具有重量的事物被杠杆推动进行对它们自身而言违反自然的向上的运动,而且杠杆反自然地推动也是由于这一原因:它并非依据其自身内部的本原进行推动(否则它就会向下推动),而是从外部的另一物处获得运动的原因。违反自然推动的事物便是如此。而当说依自然推动时,乃是指在现实中是某物者去推动在潜能中是此类者;因为如此推动者对于如此被推动者而言乃是顺自然运动的原因,并且是依据其自身内部的本原与原因来推动的。因为在现实中是热的物体,每当它加热先前在潜能中是热的物体时,便是在其自身中具有推动的原因而如此推动的。而通过将本性上可被推动者并置在一起,他立即让这番论述变得更加清晰。因为正如在现实中的事物本性上对于在潜能中的事物具有推动能力一样,同样在潜能中的事物本性上也能够被在现实中的事物推动。并且正如在潜能中具有推动能力者在其自身中具有推动的本原与能力一样,同样当它在其自身中具有本原——不再像依本性具有推动能力者那样是主动的本原,而是按照适合性与潜能而具有时——它也就是依本性可被推动的;以至于它在潜能中是某种性质,或某种数量,或在潜能中在上方或在下方;他之所以提及这些范畴,是因为他认为运动仅依据这些范畴发生。而在说了“每当它在其自身中具有这样的本原时”之后,他补充道:“而且这并不是附带的”。因为即使在潜能中的性质也是在潜能中的数量,但就其在潜能中是性质而言,它是依自身向性质转变的。然而既然它先前也是在潜能中的数量,如果有人说在潜能中的数量向性质转变,这种转变便是附带的,因为附带发生在它身上的是它在潜能中也是数量。依自身而言,在潜能中的性质向性质转变,在潜能中的数量向数量转变,而这种交错乃是附带产生的。因此,依自然可被推动者是哪些,他已通过上述关于三个范畴的言辞作出了交代。但他不再补充关于这三个范畴违反自然可被推动者是哪些。因为对于按场所运动的事物而言,既然对于每个物体都既存在顺自然的运动,也存在反自然的按场所的运动(即向与顺自然的〔场所〕相反的〔场所〕的运动),那么按场所违反自然可被推动者就是显而易见的;因为它们在其自身内部并不具有如此被推动的本原。

语法注2 条
  1. 8.30τὸ ἐνεργείᾳ τι ὂν τοῦ δυνάμει τοιούτου

    属格 τοῦ δυνάμει τοιούτου 充当表示动作对象的宾格性属格,依附于动词短语 κατὰ φύσιν κινεῖν(依自然推动)或隐含的形容词 κινητικόν,指明现实中存在的施动者对其施加作用的处于潜能中的受动对象。

  2. 8.30προσέθηκε καὶ ταύτην μὴ κατὰ συμβεβηκός

    在引用亚里士多德原文时,阴性宾格代词 ταύτην 指代前文的 τὴν ἀρχήν(本原),在句中作为动词 ἔχῃ 的补足宾语。否定词 μὴ 与介词短语 κατὰ συμβεβηκός 构成限定性的伴随条件,意为“且并非附带地[持有此本原]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1211.13-1212.15