- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1210.8-1211.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于自然元素并非由自身推动的论证(基于运动的单一性以及连续体不受自身作用的特性),讨论了亚历山大关于动物自发运动与连续体之区别的解释,并阐释了通过区分动因而给出的解决方案。
καὶ διὰ τῶν ἑξῆς δὲ τὸ αὐτὸ ἐνεδείξατο εἰπών· ἄλογον δὲ καὶ τὸ μίαν κίνησιν κινεῖσθαι μόνην ὑφ’ ἑαυτῶν, εἴ γε ἑαυτὰ κινοῦσιν, ὡς τῶν ἐξ ἑαυτῶν κινουμένων μὴ μίαν καὶ ἁπλῆν, ἀλλὰ πλείους καὶ τὰς ἐναντίας δυναμένων κινεῖσθαι.1 “τὸ δὲ ἄλογον δέ, φησὶν Ἀλέξανδρος, ἀντὶ τοῦ ‘ἄλογον γάρ’ εἴρηται, ὡς τὴν αἰτίαν ἐπάγον τοῦ προρρηθέντος”. Εἶτα τρίτον ἐπιχείρημα ἐπάγει δεικνύς, ὅτι τὰ τῶν στοιχείων σώματα τὰς κατὰ φύσιν κινήσεις οὐ κινεῖται ὑφ’ ἑαυτῶν. ὁ δὲ συλλογισμὸς τοιοῦτος· τὰ στοιχεῖα συμφυῆ πρὸς ἑαυτά ἐστι καὶ συνεχῆ κυρίως, ἀλλ’ οὐχ οὕτως ὡς καὶ τὰ κατὰ ἁφὴν πλησιάζοντα συνεχῆ καταχρηστικῶς λέγεται· τὰ συνεχῆ κυρίως ἑαυτοῖς ἀπαθῆ ὑφ’ ἑαυτῶν ἐστι (καὶ τοῦτο ὑπέμνησεν ἐκ τοῦ ἀντικειμένου· καθ’ ὃ γὰρ κεχώρισται τὸ ποιοῦν καὶ τὸ πάσχον, ταύτῃ τὸ μὲν πέφυκε ποιεῖν, τὸ δὲ πάσχειν)· τὰ δὲ ἀπαθῆ ὑφ’ ἑαυτῶν οὐκ ἂν κινοῖτο ὑφ’ ἑαυτῶν· τὸ γὰρ κινεῖσθαι πάσχειν τί ἐστι. καὶ τὸ συμπέρασμα δῆλον, ὅτι τὰ στοιχεῖα οὐκ ἂν κινοῖτο ὑφ’ ἑαυτῶν. καὶ προσέθηκεν ὅτι οὐδὲ ἄλλο συνεχὲς οὐδέν. εἰκότως, εἴπερ καὶ τὰ στοιχεῖα διὰ τὸ συνεχῆ εἶναι ἀπαθῆ ὑφ’ ἑαυτῶν ἐστι· τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα οὐ συνεχῆ εἶναι, ἀλλὰ ἅπτεσθαι ἀλλήλων ἀνάγκη, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ· κεχώρισται γὰρ τῇ οὐσίᾳ τὸ ποιοῦν τοῦ πάσχοντος, εἴπερ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ ἐστί. τὸ δὲ δυνάμει τι ὂν ἄλλο τί ἐστι κατ’ ἐνέργειαν· ποιεῖ γὰρ τὸ πῦρ εἰς τὸν ἀέρα δυνάμει ὄντα πῦρ, ἐνεργείᾳ δὲ ἀέρα. “πῶς οὖν, φησὶν ὁ Ἀλέξανδρος, τὰ ζῷα ἑαυτὰ κινεῖ συνεχῆ ὄντα;” καὶ λύει προχείρως, ὅτι τὸ κινοῦν ἐν τοῖς ζῴοις οὐκ ἔστι συνεχὲς τῷ κινουμένῳ· οὔτε γὰρ σῶμα ἡ ψυχὴ οὔτε ποσὸν ὅλως· διὸ οὐδὲ ἅπτεται ἀλλήλων. καὶ εἶπεν καὶ ὁ Ἀριστοτέλης πρὸ ὀλίγου, ὅτι ὥσπερ ἐν τοῖς πλοίοις, οὕτω καὶ ἐν τοῖς ζῴοις διῃρημένον ἐστὶ φύσει τὸ κινοῦν καὶ τὸ κινούμενον. ὅτι δὲ ἀνάγκη διῃρῆσθαι τὸ κινοῦν πρὸς τὸ κινούμενον, ἐναργῶς ὁρᾶται ἐπὶ τῶν ἀψύχων, ὅταν ὑπὸ ἐμψύχων ταῦτα κινῆται. καὶ τὰ ἔμψυχα δέ, φησίν, ὑπό τινος ἀεὶ κινεῖται· πᾶν γὰρ τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ ἔστιν ἄλλο τὸ κινοῦν διῃρημένον τοῦ κινουμένου καὶ οὐ συνεχὲς αὐτῷ, ὅτι μηδὲ τὴν ἀρχὴν ποσόν. καλῶς δὲ οἶμαι ἐπέβαλεν ὁ Ἀλέξανδρος, ὅτι τὸ ἀλλὰ συμβαίνει καὶ ταῦτα ὑπό τινος ἀεὶ κινεῖσθαι δύναται μὴ περὶ τῶν ἐμψύχων εἰρηκέναι,2 ἀλλὰ περὶ τῶν κατὰ φύσιν κινουμένων· καὶ γὰρ καὶ ταῦτα δειχθήσεται ὑπό τινος τὴν κατὰ φύσιν κίνησιν κινούμενα, κἂν μὴ ὁρᾶται τὸ κινοῦν αὐτὰ ταύτην τὴν κίνησιν, ὥσπερ ὁρᾶται τὸ κινοῦν τὴν βίαιον κίνησιν. ὡς γὰρ ἐπὶ τούτων ὁρῶμεν διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, οὕτω καὶ τὰ φυσικὰ σώματα τὰς κατὰ φύσιν κινήσεις ὑπὸ διῃρημένων αἰτιῶν δειχθήσεται κινούμενα. καὶ τοῦτο, φησί, γένοιτο ἂν φανερὸν διαιροῦσι τὰς κινητικὰς αἰτίας· δείξει γάρ, ὅτι τῶν κινούντων τὰ μὲν ἐχόμενα τῶν κινουμένων κινεῖ αὐτὰ τῇ ἁφῇ, τὰ δὲ τῷ ποιῆσαι ἐνεργείᾳ τὸ πρότερον ὂν δυνάμει, ὃ γενόμενον ἐνεργείᾳ ἐξ ἀέρος, εἰ τύχοι, ὕδωρ καὶ μὴ δυνάμενον ἔτι μένειν ἐν τῷ τοῦ ἀέρος τόπῳ ἐπὶ τὸν τοῦ ὕδατος οἰκεῖον φέρεται τρόπον τινὰ ὑπὸ τοῦ ποιήσαντος αὐτὸ ὕδωρ φερόμενον.
并且通过接下来的文句,他也指出了同样的事情,他说:“而若它们当真推动自身,那么由自身仅进行单一运动也是不合理的”,其根据在于,出于自身而运动的事物能够进行的不仅是单一且单纯的运动,而是较多的且相反的运动。“至于‘而这是不合理的’,”亚历山大说,“是用来代替‘因为这是不合理的’,用以引出前面所说之话的原因。”随后他提出了第三个论证,表明元素诸物体符合自然的运动并不是由自身推动的。其推论如下:元素与自身相生且是严格意义上的连续体,而不是像通过接触而邻接的事物在转义上被称为连续体那样;严格意义上的连续体就自身而言不受自身的作用(这一点他是从相反者中提醒的;因为在施动者与受动者被分离开的范围内,在此限度上一者依本性去施动,另一者去受动);但不受自身作用的事物就不会由自身推动,因为被推动乃是某种受动。结论显然是:元素不会由自身推动。而且他补充说,没有任何其他连续体[能由自身推动]。这是合情合理的,要是元素也是由于是连续体而不受自身作用的话;因为施动者与受动者必定不是连续的,而是相互接触,正如他在前一卷中所表明的;因为施动者在实体上与受动者相分离,如果一者在潜能中而另一者在现实中。而在潜能中是某物的,在现实中则是另一物;因为火作用于在潜能中是火、在现实中是空气的空气。“那么,”亚历山大说,“动物既然是连续的,又如何推动自身呢?”他轻而易举地解决了这一问题:动物中的推动者与被推动者并不是连续的;因为灵魂既不是物体,也根本不是量;因此它们也并不相互接触。而且亚里士多德不久前也说过,正如在船只中一样,在动物中推动者与被推动者在自然上也是被区分开的。而推动者必须与被推动者相区分,在无灵魂之物受有灵魂之物推动时被清晰地看到。他说,有灵魂之物也始终由某物推动;因为凡被推动者皆由某物推动,且推动者是与被推动者相区分的另一物,并不与其连续,因为它根本就不是量。而我认为亚历山大注意得很好,即“但事情的结果是这些也始终由某物推动”这句话,可能不是针对有灵魂之物说的,而是针对依自然运动的事物说的;因为这些事物也将被表明是在进行由某物所致的符合自然的运动,即使使它们进行这种运动的推动者并不像使它们进行受强力运动的推动者那样可见。因为正如我们在这些事物中看到推动者与被推动者相区分一样,同样,自然物体进行符合自然的运动也将被表明是由相区分的原因推动的。他说,这一点对于区分动因的人而言将变得显明;因为他将表明,在推动者中,一些紧邻被推动者并借接触推动它们,另一些则借由将先前在潜能中的事物实现出来[而推动]——它譬如由空气而在现实中成了水,并且不能再停留在空气的场所中,便被运向水特有的场所,在某种意义上是由使它成为水者所运送的。
- 8.29ὡς τῶν ἐξ ἑαυτῶν κινουμένων μὴ μίαν καὶ ἁπλῆν, ἀλλὰ πλείους καὶ τὰς ἐναντίας δυναμένων κινεῖσθαι
带有 ὡς 的属格绝对结构(τῶν ... κινουμένων ... δυναμένων),用以表达亚里士多德提出“自身推动者仅进行单一运动乃是不合理”的主观根据与论据。
- 8.29ὅτι τὸ ἀλλὰ συμβαίνει καὶ ταῦτα ὑπό τινος ἀεὶ κινεῖσθαι δύναται μὴ περὶ τῶν ἐμψύχων εἰρηκέναι
完成体不定式 εἰρηκέναι 在上下文中的逻辑主语是亚里士多德,而引用句(τὸ ἀλλὰ συμβαίνει...)为其直接宾语。助动词 δύναται 与不定式连用,表达了一种解释上的可能性:“他有可能针对……而言说”。
