- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1209.3-1210.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据《物理学》第8卷第4章的文本(254b32),梳理了关于轻重物体在依自然运动中推动者不显明这一难题,并详细阐明了证明它们不可能自身推动自身的两个论据:缺乏生命与灵魂,以及缺乏停止或进行相反运动的支配权。
" Μάλιστα δὲ ἀπορεῖται τὸ λοιπὸν ἕως τοῦ διαιροῦσι τὰς αἰτίας." Εἰπὼν ὅτι καὶ ἐν τοῖς ὑπ’ ἄλλων κινουμένοις φανερόν ἐστι τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ ἐν τοῖς ὑφ’ ἑαυτῶν, τουτέστιν ἐν τοῖς ζῴοις, εἰπὼν δὲ ἔτι πρότερον τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα πάντα φύσει κινεῖσθαι, τῶν δὲ ὑπ’ ἄλλων κινουμένων τὰ μὲν φύσει τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν, καὶ περὶ μὲν τῶν ὑπ’ ἄλλων βίᾳ κινουμένων εἰπών, τίνα τέ ἐστι καὶ ὅτι φανερὸν ἔχει τό τε κινοῦν καὶ τὸ κινούμενον, τὸ λοιπὸν ἀπορεῖσθαί φησι1 τῆς διαιρέσεως ταύτης, λέγει δὲ τῶν ὑπ’ ἄλλων κινουμένων τὰ φύσει καὶ κατὰ φύσιν κινούμενα· ταῦτα γὰρ μόνα ἀπορίαν παρέχειν φησίν, ὑπό τινος κινεῖται, εἴπερ καὶ τὰ ὑφ’ ἑαυτῶν κινούμενα καὶ τῶν ὑπ’ ἄλλων κινουμένων τὰ βίᾳ κινούμενα φανερὸν εἶχε τό τε κινοῦν καὶ τὸ κινούμενον. εἰκότως οὖν ἀπορίαν ταῦτα παρέχει τῆς κατὰ φύσιν κινήσεως τὸ αἴτιον ἄδηλον ἔχοντα οἷον τὰ κοῦφα καὶ τὰ βαρέα. ταῦτα γὰρ εἰς μὲν τοὺς ἀντικειμένους τόπους βίᾳ κινούμενα φανερὸν ἔχει τὸ κινοῦν, εἰς δὲ τοὺς οἰκείους τὸ μὲν κοῦφον ἄνω, τὸ δὲ βαρὺ κάτω, φύσει. τὸ δὲ ὑπὸ τίνος οὐκέτι φανερόν, ὥσπερ ἐστὶ φανερόν, ὅταν κινῶνται παρὰ φύσιν. ἄπορον δὲ ἐπὶ τούτων ἐστί, διότι καὶ τὸ ὑφ’ ἑτέρου κινεῖσθαι αὐτὰ τὴν κατὰ φύσιν κίνησιν ἄτοπον δοκεῖ, εἴπερ ἐν ἑαυτοῖς ἔχειν λέγεται τὴν τῆς κινήσεως ἀρχήν· διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα ὑφ’ ἑαυτῶν ἐλέγετο κινεῖσθαι, καὶ τὸ ὑφ’ ἑαυτῶν αὐτὰ φάναι κινεῖσθαι ἀδύνατόν τι λέγειν ἐστί· καὶ δείξας τοῦτο ἀδύνατον ἔχει λοιπὸν ὅτι ὑπ’ ἄλλου κινεῖται. καὶ ζητεῖ τὸ κινοῦν αὐτὰ τὴν κατὰ φύσιν κίνησιν ἄλλο παρ’ αὐτὰ ὄν. ὅτι δὲ ἀδύνατον ὑφ’ ἑαυτῶν κινεῖσθαι ταῦτα, δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων, ὧν τὸ μὲν πρῶτον, ὅτι τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι ζωτικόν ἐστι· τὸ γὰρ ἐξ ἑαυτοῦ κινούμενον ζῆν πάντες λέγομεν, ὡς καὶ ὁ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Νόμων φησὶ λέγων· “μῶν ἆρα με ἐρωτᾷς, εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ; ναὶ ζῆν.” καὶ τῶν ἐμψύχων ἴδιόν ἐστι, φησί, τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι καὶ τοῦτο ὑπὸ τοῦ Πλάτωνος ἐν Φαίδρῳ λεγόμενον· “ᾧ γὰρ ἔξωθεν, φησί, τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ ἔμψυχον.” εἰ οὖν τὰ μὲν σώματα ταῦτα ἄψυχα, τὰ δὲ ἐξ ἑαυτῶν κινούμενα ἔμψυχα, οὐκ ἂν εἴη ταῦτα ἐξ ἑαυτῶν κινούμενα· ἐν δευτέρῳ σχήματι ἡ συναγωγή. Δεύτερον δὲ ἐπάγει πρὸς τοῦτο, ὅτι εἰ κινεῖν ἑαυτὸ ἐδύνατο, καὶ ἱστάνειν ἂν ἐδύνατο ἑαυτό· τὸ γὰρ τοῦ κινεῖν ἑαυτὸ κύριον, καὶ τοῦ ἱστάνειν ἑαυτὸ τὴν ἐξουσίαν ἔχει· εἰ γὰρ τοῦ βαδίζειν καὶ τοῦ μὴ βαδίζειν,2 ὡς ὁρῶμεν ἐν τοῖς ζῴοις τοῖς ἀφ’ ἑαυτῶν κινουμένοις· ὡς γὰρ βαδίζει θελήσαντα, οὕτω καὶ ἵσταται πάλιν, ὅταν θέλῃ. οὐ μόνον δὲ τοῦ στῆναι κύρια τὰ αὐτά ἐστιν, ἀλλὰ καὶ τοῦ τὰς ἐναντίας κινηθῆναι κινήσεις, ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ ἔμπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τοπικῶν διαστάσεων ὁμοίως, ὅπερ αὐτόθεν3 μὲν οὐ προστέθεικεν ὁ Ἀριστοτέλης, ἐνεδείξατο δὲ αὐτὸ ἐπὶ τοῦ πυρὸς εἰπών· ὥστε εἰ ἐπ’ αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆλον ὅτι καὶ τὸ κάτω.
“最成问题的则是余下的情况,直至:他们区分了原因。” 在指出不仅在由他者推动的事物中,而且在由自身推动的事物中(即在动物中),推动者与被推动者都是显而易见的,并且在更早之前指出,凡由自身推动者皆依自然运动,而在由他者推动者中,一些依自然运动,另一些则受强力而反自然运动,并在谈论了由他者受强力运动的事物究竟是哪些以及它们清楚地具有推动者与被推动者之后,他说这种划分的余下部分成了一个难题,他所指的是由他者推动的事物中依自然且符合自然运动的那些。因为他说,只有这些事物才在由何物推动的问题上引起困惑,要是不仅由自身推动的事物,而且由他者推动的事物中受强力运动的事物,此前都清楚地显明了推动者与被推动者。因此,这些事物由于其符合自然的运动的原因并不显明而引起困惑,乃是合情理的,例如轻者与重者。因为这些事物在受强力运动到相反场所时,推动者是显而易见的,但在运动到固有场所时——轻者向上,重者向下——则是依自然运动。然而它们是由何物[推动],却不再像它们反自然运动时那样显而易见了。在这些事物上令人困惑的是:一方面,若说它们符合自然的运动是由他者推动,这显得荒谬,要是它们被说成是在自身之中具有运动的本原(因为动物也正是由于这个缘故被说成是由自身推动);另一方面,若说它们是由自身推动,则是在说一件不可能的事。而在表明了这是不可能的之后,余下的结论便是它们是由他者推动;于是他探究那使它们进行符合自然的运动且不同于它们自身的推动者。至于这些事物不可能由自身推动,他通过数个论证来展示,其中第一个是:出于自身而运动是生命所特有的;因为对于出于自身运动的事物,我们大家都说是活着的,正如柏拉图在《法律篇》第十卷中所说:“难道你是在问我,当某物推动自身时我们是否称之为活着?是的,活着。”而且他说,出于自身而运动是具灵魂之物所特有的,这也由柏拉图在《斐德罗篇》中所述:“因为运动来自外部者,”他说,“是无灵魂的;而运动来自内部、出自其自身者,则是具灵魂的。”因此,如果这些物体是无灵魂的,而出于自身运动的事物是具灵魂的,那么这些物体就不会是出于自身运动的事物;该推论属于第二格。其次,他针对这一点进而提出:如果它能够推动自身,它也必定能够使自身停止;因为对推动自身具有支配权者,对使自身停止也同样拥有权能。因为如果[对行走具有支配权],那么对不行走[也同样具有支配权],正如我们在出于自身运动的动物身上所见到的那样;因为它们既然依其意愿而行走,便也在其愿意时再次停止。不仅同一事物支配着停止下来,而且支配着进行相反的运动,从右至左以及反方向,在其他空间维度上也同样如此;亚里士多德虽然没有直接补充这一点,但在谈到火时暗示了它,他说:“因此,若向上移动取决于火自身,显然向下移动也同样取决于它。”
- 8.29Εἰπὼν ὅτι ... εἰπὼν δὲ ἔτι πρότερον ... καὶ περὶ μὲν τῶν ... εἰπών, ... τὸ λοιπὸν ἀπορεῖσθαί φησι
整个长句的骨干由概括亚里士多德前文观点的三个分词短语(Εἰπὼν ὅτι..., εἰπὼν δὲ ἔτι πρότερον..., 与 καὶ περὶ μὲν ... εἰπών)构成,最终引向主句动词 φησι 及其所统辖的对格不定词短语 τὸ λοιπὸν ἀπορεῖσθαι。其后的 λέγει δὲ τῶν ὑπ’ ἄλλων κινουμένων τὰ φύσει... 是注疏者用以明确说明 τὸ λοιπόν 所指的插入解释句。
- 8.29εἰ γὰρ τοῦ βαδίζειν καὶ τοῦ μὴ βαδίζειν
省去主谓语的省略条件句。承接前句 τὸ γὰρ τοῦ κινεῖν ἑαυτὸ κύριον, καὶ τοῦ ἱστάνειν ἑαυτὸ τὴν ἐξουσίαν ἔχει,此处须补充 κύριόν ἐστιν 或 τὴν ἐξουσίαν ἔχει,理解为“如果[对行走具有支配权],那么对不行走[也同样具有支配权]”。
- 8.29αὐτόθεν
副词 αὐτόθεν 在此意为“径直地”、“明确地”或“从字面上”。它与后文的 ἐνεδείξατο(“暗示了”、“示意”)相对比,表示亚里士多德在文本字面上并未直接补充这一普遍命题,而是通过论及火的例子暗示了它。
