- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:120.8-121.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘援引欧德谟的见证、麦加拉派的谬误以及巴门尼德的诗句,将亚里士多德在白的事例中勉强证明定义多样性的做法与欧德谟的论证相对比,并解释了为何亚里士多德选择去反驳存在在数目上为一的假定。
οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς,1 ἀλλὰ Πλάτων πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· φαίνεται δὲ ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογιστικόν. οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον· οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο.” διὰ δὲ τὴν περὶ ταῦτα ἄγνοιαν καὶ οἱ Μεγαρικοὶ κληθέντες φιλόσοφοι, λαβόντες ὡς ἐναργῆ πρότασιν ὅτι ὧν οἱ λόγοι ἕτεροι, ταῦτα ἕτερά ἐστι, καὶ ὅτι τὰ ἕτερα κεχώρισται ἀλλήλων, ἐδόκουν δεικνύναι αὐτὸν αὑτοῦ κεχωρισμένον ἕκαστον. ἐπεὶ γὰρ ἄλλος μὲν λόγος Σωκράτους μουσικοῦ, ἄλλος δὲ Σωκράτους λευκοῦ, εἴη ἂν καὶ Σωκράτης αὐτὸς αὑτοῦ κεχωρισμένος. δῆλον δὲ ὅτι κατὰ μὲν τὸ ὑποκείμενον, καθ’ ὃ καὶ ἔστι Σωκράτης, ὁ αὐτός ἐστι, κατὰ δὲ τὰ συμβεβηκότα ἕτερος, ὥσπερ καὶ ἓν καὶ πολλὰ κατ’ ἄλλο καὶ ἄλλο. ὅτι μέντοι Παρμενίδης μάλιστα πάντων οὐκ ἠγνόει τὴν τοιαύτην διαφορὰν δῆλον, εἴπερ ἓν λέγων τοσαῦτα κατηγόρει αὐτοῦ. ἔστι γὰρ οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον καὶ ἀκίνητον καὶ ἀίδιον καὶ ἀδιαίρετον καὶ μυρία ἄλλα, ἅπερ διὰ τὴν ἀδιάκριτον τούτων ἐκεῖ ἕνωσιν τῶν κατηγορηθέντων αὐτοῦ ἓν πάντα ἦν ὡς πάντων ἑνὶ αἰτίῳ τῶν μετ’ αὐτὸ διακριθέντων,2 ἀφ’ ὧν ἐπ’ ἐκεῖνο τὰς διακεκριμένας κατηγορίας ἀναφέρομεν. τὸν μέντοι κανόνα αὐτὸν οὐδαμοῦ Παρμενίδης ἐξήνεγκεν· οὐδὲ γὰρ ἦν οἰκεῖον τὸ κανονικὸν τοῦτο τῆς τῶν ἀρχαίων βραχυλογίας. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης βιαιότερόν πως ἐβουλήθη καὶ ἐπὶ τοῦ αὐτοῦ τῇ ὑποστάσει, ὡς ἐπὶ τοῦ λευκοῦ σώματος, δεῖξαι, ὅτι τὸ λευκὸν πολλά ἐστι τῷ λόγῳ, τό τε ὡς ὑποκείμενον καὶ τὸ ὡς ἐν ὑποκειμένῳ. καίτοι οὐδὲ ὄνομα τούτων τὸ αὐτό. τὸ γὰρ ὑποκείμενον λευκὸν οὐκ ἔστιν οὐδὲ λέγεται καθ’ αὑτό, εἰ μὴ ὅτε σὺν τῇ λευκότητι ληφθῇ· ὥστε εἴπερ ἄρα, τὸ αὐτὸ ὄνομά ἐστιν ἐν διαφόροις λόγοις, οὐχὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἐν ὑποκειμένῳ, ἀλλὰ τοῦ συναμφοτέρου, διότι καὶ τὸ μετέχον λευκὸν λέγομεν μετὰ τῆς μεθέξεως καὶ αὐτὸ τὸ χρῶμα τὸ μετεχόμενον. ἀκριβολογουμένῳ δὲ οὐδὲ τούτων τὸ αὐτό ἐστιν ὄνομα, εἴπερ τὸ μὲν λευκόν, τὸ δὲ λευκότης, καὶ τὸ μὲν ποιόν, τὸ δὲ ποιότης. διὸ καὶ ὁριζόμεθα τὴν μὲν λευκότητα χρῶμα διακριτικὸν ὄψεως, τὸ δὲ λευκὸν σῶμα λευκότητος μετέχον. ταῦτα δὴ συνιδὼν ὡς ἔοικεν ὁ Εὔδημος οὐκ ἐβιάσατο ἐπὶ ταὐτοῦ τῇ ὑποστάσει ἑνὸς δεῖξαι τὴν τῶν λόγων διαφοράν, ἀλλ’ ἐπὶ κοινοῦ τινος τοῦ καλοῦ τὴν δεῖξιν ἐποιήσατο πολλοῖς κατὰ λόγον διαφέρουσιν ἐφαρμόττοντος, ὥστε πάλιν τὸ δοκοῦν ἓν εἶναι τοῦτο κατὰ τὴν κοινότητα, πολλὰ δὲ κατὰ τοὺς λόγους. γράφει δὲ οὕτως· “ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά (τόδε μὲν γὰρ χρῶμα καλὸν ἔσται, τόδε δὲ ἐπιτήδευμα ὁτιδήποτε), οὕτω [δὲ] δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ.” ἴσως δὲ τοῦτον παρῃτήσατο τῆς ἀποδείξεως τὸν τρόπον Ἀριστοτέλης, διότι εἰ ὡς κοινὸν ἓν ὑπετέθη τὸ ὄν, εἴτε ὡς γένος εἴτε ὡς εἶδος εἴτε ὡς ὁμώνυμος φωνή, εὐθὺς καὶ τὰ πολλὰ συνεισήγετο· τὸ γὰρ κοινὸν πλειόνων εἶναι κοινὸν ἀνάγκη. διὸ καὶ ὡς ἀριθμῷ ἓν ὑποθέμενος, ἐπειδὴ τὸ τοιοῦτον ἓν ἢ ὡς συνεχές ἐστιν ἓν ἢ ὡς τῷ λόγῳ τὸ αὐτὸ ἢ ὡς ἀδιαίρετον, ἔδειξεν ὅτι οὔτε ὡς συνεχὲς οὔτε ὡς τῷ λόγῳ τὸ αὐτό, τὸ δὲ ὡς ἀδιαίρετον ὡς ἐναργῶς ἄτοπον παρῆκεν εὐθύνειν, ὡς σωματικοῦ πέρατος ὑποτεθέντος τοῦ ἀδιαιρέτου.3
因为没有任何人谈论以多重方式被说的事物,而是柏拉图最早引入了双重区分,也没有人谈论依自身者和依偶性者;而他似乎正是被这些蒙骗了。并且从论证与辩驳中,这些事情以及三段论推论术也得到了考察。因为除非显得必然,否则不会被让步认可;但早期的人们只是无证明地断言。”然而由于在这些事情上的无知,所谓的麦加拉派哲学家们也把“凡定义不同者,事物亦相异”以及“相异之物彼此分离”当作显明的前提,似乎以此表明每个事物都与自身相分离。因为既然“有学问的苏格拉底”的定义是一回事,而“白色的苏格拉底”的定义是另一回事,那么苏格拉底自身也将与自身相分离。然而显然的是,就其作为苏格拉底所依的主体而言,他是同一的,但就偶性而言,他是相异的,正如同一个事物在不同方面既是一又是多一样。然而,巴门尼德最不可能不知道这种区别,这是显而易见的,只要他在说它为一的同时,还对它作了如此多的述谓。因为它是“完全的、独一的、不动摇的、未生成的”,并且是不动的、永恒的、不可分的以及无数其他的,这些被述谓于它的属性由于其在那里的不可分割的统一,作为在其后被区分开来的一切事物的一个单一原因,全都是一,而我们正是从那些被区分开来的事物出发,将那些被区分的谓项回溯指称于它。然而巴门尼德在任何地方都没有阐述这一规矩本身;因为这种体系化规则的阐发本不适合古人简练的文风。但亚里士多德在某种程度上更为勉强地想要表明,即使在存立上同一的事物上——如在白色的物体上——白的事物在定义上也是多数,即作为主体的白与作为在主体之中的白。然而甚至这两者的名称都不是同一的。因为主体若非与白性一同被取,它依自身既不是白,也不被称为白;因此,即使是,具有不同定义下的同一名称的,也并非主体与在主体之中的东西,而是两者的结合体,因为我们既把分有者连同分有称为白,也把被分有的颜色本身称为白。但对于严谨论述的人而言,甚至这些东西的名称都不是同一的,只要一者是白,另一者是白性,且一者是有性质者,另一者是性质。因此我们也把白性定义为“分离视线的颜色”,而把白定义为“分有白性的物体”。看来欧德谟正是看清了这些,因而没有勉强在存立上为一的同一事物上表明定义的相异,而是在“美”这一适用于在定义上相异的多数事物的共同者上作出了证明,以致这在共同性上看似为一的东西,在定义上又是多数。他这样写道:“正如如果所有存在者都是美的,且不可能取到任何不美之物,那么一切事物固然都是美的,但美绝非是一,而是多(因为这一颜色是美的,而那一随便什么行径也是美的),同样地,一切事物固然都是存在者,但绝非是一,亦非同一;因为水是一物,而火是另一物。”但亚里士多德或许回避了这种证明方式,是因为如果存在被设定为某种共同的一,无论是作为属、作为种,还是作为同名异义的语词,多立刻就会被一并引入;因为共同者必然是属于多数者的共同者。因此,在将存在假定为数目上的一之后,既然这样的一要么作为连续者是一,要么作为在定义上同一者是一,要么作为不可分者是一,他便表明它既非作为连续者,亦非作为在定义上同一者是一,而作为不可分者的一,鉴于不可分者被假定为物体的界限,他因其显然荒谬而略去了对它的审查。
- 1.22οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς
这是上一块末尾开始的欧德谟引文的延续部分。引文一直持续到“οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο”为止,从接下来的“διὰ δὲ τὴν περὶ ταῦτα ἄγνοιαν”起恢复为辛普里丘自己的正文叙述。
- 1.22ἅπερ διὰ τὴν ἀδιάκριτον τούτων ἐκεῖ ἕνωσιν τῶν κατηγορηθέντων αὐτοῦ ἓν πάντα ἦν ὡς πάντων ἑνὶ αἰτίῳ τῶν μετ’ αὐτὸ διακριθέντων
主句的主干为“ἅπερ ... ἓν πάντα ἦν”(它们全都是一)。与格短语“ὡς πάντων ἑνὶ αἰτίῳ τῶν μετ’ αὐτὸ διακριθέντων”在语境上呼应先行的一或主体(“αὐτῷ”),作附随说明,意为“作为在其后被区分的一切事物的一个单一原因”。
- 1.22ὡς σωματικοῦ πέρατος ὑποτεθέντος τοῦ ἀδιαιρέτου
带有连词 ὡς 的属格独立结构,表明了亚里士多德略去对不可分者进行审查的主观依据(“鉴于不可分者被假定为物体的界限”)。
