← 辛普里丘

亚里士多德《物理学》注释

§1208.3-1209.2

动物身体的运动与推动者和被推动者的区分

辛普里丘阐明动物身体依自然还是反自然运动取决于占优势的元素,继而讨论由他者推动之物的自然运动与受强力运动以及身体各部分的反自然运动,并借助人工制品的类比说明自身运动的动物中推动者(灵魂)与被推动者(身体)在自然本性上也是有区别的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.28#2

οὐ γάρ ἐστιν ἁπλοῦν τὸ σῶμα τοῦ ζῴου· διὸ ὅταν μὲν τὸ κοῦφον ἐν τῷ σώματι πλεονάζῃ, τὸ δὲ ζῷον ἐπὶ τὸ ἄνω κινῆται, τότε καὶ τῷ σώματι κατὰ φύσιν ἡ ἐπὶ τὸ ἄνω γίνεται κίνησις, καὶ συνεργεῖ καὶ αὐτὸ τῇ ὁρμῇ τοῦ ζῴου· εἰ δὲ τὸ ζῷον ἐπὶ τὸ κάτω κινοῖτο τοῦ κούφου ἐπικρατοῦντος ἐν τῷ σώματι, παρὰ φύσιν καθέλκεται τὸ σῶμα. εἰπὼν δὲ περὶ τῶν ὑφ’ ἑαυτῶν1 κινουμένων, τουτέστι τῶν ζῴων, ὅτι ταῦτα κατὰ φύσιν ἀεὶ κινεῖται κατὰ τὴν ἐν ἑαυτοῖς ἀρχὴν κινούμενα, καὶ περὶ τοῦ σώματος αὐτῶν, πότε μὲν κατὰ φύσιν κινεῖται, πότε δὲ παρὰ φύσιν, ἐφεξῆς περὶ τῶν ὑπ’ ἄλλου κινουμένων λέγει, ὅτι τούτων τὰ μὲν φύσει κινεῖται, τὰ δὲ παρὰ φύσιν. καὶ πρῶτον λέγει, τίνα ἐστὶ τῶν ὑπ’ ἄλλου κινουμένων τὰ παρὰ φύσιν κινούμενα· ἐκ γὰρ τούτων λήψεται καὶ τὰ κατὰ φύσιν. τὰ γὰρ βίᾳ κινούμενα εἰς τοὺς ἐναντίους ἢ πέφυκε τόπους2 ταῦτα κινεῖται παρὰ φύσιν, οἷον ὅταν τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω. ἀλλὰ καὶ τὰ μόρια, φησί, τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν παρά τε τὰς θέσεις καὶ τοὺς τρόπους τῶν κινήσεων, παρὰ μὲν τὰς θέσεις, εἴ τις μὴ τοῖς κάτω κώλοις ἀλλὰ ταῖς χερσὶ βαδίζειν ἐπιχειρεῖ, παρὰ δὲ τὸν τρόπον τῆς κινήσεως, ὅταν μὴ βαδίζῃ τις ἀλλὰ κυλίηται. τότε γάρ, κἂν τὸ ὅλον ζῷον ἐξ ἑαυτοῦ καὶ φύσει κινῆται, ἀλλὰ τοῖς μορίοις παρὰ φύσιν ἡ κίνησις. εὑρὼν δὲ τοῦτον τὸν τρόπον, καθ’ ὃν καὶ τὰ ὑφ’ ἑαυτῶν κινούμενα παρὰ φύσιν ποτὲ τοῖς μορίοις δοκεῖ κινεῖσθαι, ἐπάγει, ὅτι ἐν τοῖς παρὰ φύσιν κινουμένοις οὐχὶ τὸ ὑφ’ ἑαυτοῦ ἀλλὰ τὸ ὑπ’ ἄλλου κινεῖσθαι μάλιστα φανερόν ἐστιν· ἐπὶ γὰρ τῶν βίᾳ κινουμένων φανερόν ἐστιν ἄλλο ὂν τοῦ κινουμένου τὸ κινοῦν. μετὰ δὲ τὰ παρὰ φύσιν πάντα ἔκδηλον ἔχοντα τὴν διαφορὰν τοῦ κινοῦντος πρὸς τὸ κινούμενον,3 καὶ τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ’ ἑαυτῶν κινούμενα, οἷον τὰ ζῷα, καὶ αὐτὰ φανερὸν ἔχει τὸ κινοῦν ἄλλο ὂν παρὰ τὸ κινούμενον· οὐ γὰρ τοῦτο φησὶν ἄδηλον εἰ ὑπό τινος κινεῖται τὰ ζῷα. προφανὲς γάρ ἐστιν, ὅτι ὑπὸ τῆς ψυχῆς κινεῖται τὴν ὡς ζῴων κίνησιν. ἀλλὰ ζητεῖται, πῶς χρὴ διαλαβεῖν ἀπ’ ἀλλήλων ἐν αὐτοῖς τό τε κινοῦν καὶ τὸ κινούμενον, πότερον ὡς κεχωρισμένα πάντῃ καὶ φύσει καὶ τόπῳ ἢ τρόπον ἄλλον. ἔοικε γὰρ ἐπὶ τῶν ζῴων τὸ κινοῦν πρὸς τὸ κινούμενον οὕτως ἔχειν, ὡς ἐπὶ τῶν μὴ φυσικῶν, ἀλλὰ κατὰ τέχνην κινουμένων καὶ ἐν ἑαυτοῖς τὸ κινοῦν ἐχόντων, ὡς ἔχει ἐπί τε τῶν πλοίων καὶ τῶν ἁρμάτων· καὶ γὰρ ταῦτα ἐν ἑαυτοῖς μὲν ἔχει τὴν τῆς κινήσεως αἰτίαν, τὸν κυβερνήτην καὶ τὸν ἡνίοχον, διῃρημένους μέντοι καὶ ἐπ’ οἰκείας ὄντας φύσεως. οὕτω δὲ δοκεῖ καὶ ἐν τοῖς ζῴοις διῃρημένα εἶναι κατὰ φύσιν, εἰ καὶ μὴ τόπῳ, τό τε κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ πᾶν ζῷον αὐτὸ αὑτὸ κινεῖν, οὐ μέντοι ἐπειδὴ καὶ ταῦτα ὑπό τινος, διὰ τοῦτο οὐχ ὑφ’ ἑαυτῶν.

因为动物的身体并非单一的;因此,当身体中轻的部分占优势而动物向上运动时,向上的运动对于身体而言也成为依自然的,且它自身也配合动物的冲动;但若在轻的部分于身体中占优势时动物向下运动,身体则是反自然地被向下拖曳。在谈论了由自身被推动者(即动物)按照其自身之内的本原被推动因而总是依自然而运动,以及谈论了它们的身体何时依自然运动、何时反自然运动之后,他接下来谈论由他者被推动者,指出其中一些是依自然运动,另一些则是反自然运动。他首先说明在由他者被推动者中哪些是反自然运动的,因为从这些之中也将把握那些依自然之物。因为受强力被推动到与其天然适宜的场所相反之处者,这些便是反自然地运动,例如土性之物向上、火向下时。但他指出,动物的各部分也常常既反乎姿势、又反乎运动方式而反自然地运动:反乎姿势,如有人试图不用下肢而用双手行走;反乎运动方式,如有人不行走而翻滚。因为在当时,即使整个动物是出于自身且依自然运动,但对其各部分而言该运动却是反自然的。在发现了这种甚至由自身被推动者有时在其各部分上也显得是反自然运动的方式之后,他接着指出,在反自然运动的事物中,最明显的是它们不是由自身而是由他者被推动;因为在受强力运动的事物上,推动者不同于被推动者是显而易见的。在所有反自然之物都清楚展现出推动者与被推动者的差异之后,在依自然之物中,那些由自身被推动者(例如动物),它们也同样清楚地表现出推动者不同于被推动者;因为他说动物是否由某物推动这一点并非不清楚。因为它们在作为动物的运动上是由灵魂所推动,这是显而易见的。然而所探究的是,应当如何在它们之中相互区分推动者与被推动者,是看作无论在自然上还是在场所上都完全分离的事物,还是以另一种方式区分。因为在动物中,推动者对被推动者的关系似乎正如在那些并非自然的、而是依技艺运动且在自身之中具有推动者之物(如船只与战车)上的关系一样;因为这些也在自身之中具有运动的原因,即舵手与御者,但他们是分离的且居于各自固有的自然本性。以此方式,在动物中,即使不是在场所上分离,推动者与被推动者在自然上也显得是分离的,从而整个动物自身推动自身;然而决不能因为它们也是被某物推动,就因此认为它们不是由自身推动。

语法注3 条
  1. 8.28οὐ μέντοι ἐπειδὴ καὶ ταῦτα ὑπό τινος, διὰ τοῦτο οὐχ ὑφ’ ἑαυτῶν

    该句末尾为高度紧缩的省略构文。在原因从句 ἐπειδὴ καὶ ταῦτα ὑπό τινος(因为这些事物也是由某物[推动])以及主句结果部分 οὐ μέντοι... διὰ τοῦτο οὐχ ὑφ’ ἑαυτῶν(决不能因此便非由自身[推动])中,动词 κινεῖται(或不定词 κινεῖσθαι)均被承前省略,需结合上下文予以补充。

  2. 8.28εἰς τοὺς ἐναντίους ἢ πέφυκε τόπους

    连词 ἤ 紧随形容词 ἐναντίους 之后,引出比较与对立的标准,即“朝向与它们天然适宜的(πέφυκε)相反的场所”。ἐναντίος 接 ἤ 的用法与 ἕτερος ἤ 或 ἄλλος ἤ 的句法结构一致。

  3. 8.28μετὰ δὲ τὰ παρὰ φύσιν πάντα ἔκδηλον ἔχοντα τὴν διαφορὰν τοῦ κινοῦντος πρὸς τὸ κινούμενον, καὶ τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ’ ἑαυτῶν κινούμενα, οἷον τὰ ζῷα, καὶ αὐτὰ φανερὸν ἔχει τὸ κινοῦν ἄλλο ὂν παρὰ τὸ κινούμενον

    整个句子的骨干结构始于介词短语 μετὰ δὲ τὰ παρὰ φύσιν πάντα...(在所有反自然之物之后……),随后是主句 καὶ τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ’ ἑαυτῶν κινούμενα... καὶ αὐτὰ φανερὸν ἔχει...。其中 τῶν κατὰ φύσιν 为部分属格,修饰主语短语 τὰ αὐτὰ ὑφ’ ἑαυτῶν κινούμενα;在插入例证 οἷον τὰ ζῷα 之后,主语通过 καὶ αὐτά(它们自身也)得以复指和强调,并支配主谓语 φανερὸν ἔχει 及其补充宾语分词结构 τὸ κινοῦν ἄλλο ὂν παρὰ τὸ κινούμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1208.3-1209.2