← 辛普里丘

亚里士多德《物理学》注释

§1206.32-1208.3

自身运动者的运动与动物身体的运动

辛普里修阐释了亚里士多德对推动者与被推动者的划分,说明了动物等自身运动者如何依自然运动,并辨析了动物整体的运动与其沉重身体的反自然运动之间的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.28#1

" Τῶν δὴ κινούντων καὶ κινουμένων ἕως τοῦ καὶ οὕτως τὸ πᾶν αὐτὸ αὑτὸ κινεῖν." Πρὸς τὴν ἀπόδειξιν τοῦ τὰ μὲν ἀεὶ ἀκίνητα εἶναι (ὅπερ νῦν αὐτὸς ἀεὶ ἠρεμεῖν εἶπεν, οὐ κυρίως τοῦ ἠρεμεῖν ἐπὶ τῶν ἀεὶ ἀκινήτων λεγομένου), τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, διαιρεῖ τά τε κινούμενα καὶ κινοῦντα εἴς τε τὰ καθ’ αὑτὰ κινοῦντά τε καὶ κινούμενα καὶ εἰς τὰ κατὰ συμβεβηκός· ὅτι γὰρ καὶ κατὰ συμβεβηκὸς κινεῖ τινα καὶ κινεῖται, δέδεικται πρότερον, τῇ δὲ κατὰ συμβεβηκὸς κινήσει νῦν ὑποτάσσει καὶ τὴν κατὰ μόριον, ὅταν μορίου τινὸς αὐτῶν κινοῦντος ἢ κινουμένου τὰ ὅλα κινεῖν ἢ κινεῖσθαι λέγηται, καίτοι πρότερον ἐν τῇ τῶν κινούντων τε καὶ κινουμένων διαιρέσει τὰ κατὰ μόριον ταῦτα κινοῦντά τε καὶ κινούμενα ἀντιδιεῖλε τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμβεβηκός· ἀντίκειται γὰρ τοῖς μὲν κατὰ μόριον κινοῦσιν ἢ κινουμένοις, τουτέστι τοῖς κατ’ ἄλλο, τὰ πρώτως, τοῖς δὲ κατὰ συμβεβηκὸς τὰ καθ’ αὑτό. νῦν μέντοι πᾶν, ὃ μὴ κυρίως καὶ πρώτως καὶ καθ’ αὑτὸ κινεῖ καὶ κινεῖται, κατὰ συμβεβηκὸς ὀνομάζει, διελὼν δὲ οὕτως τὴν πρώτην τὰ μὲν κατὰ συμβεβηκὸς παρῆκεν ὡς οὐδὲν αὐτῷ συντελοῦντα πρὸς τὴν τῶν προκειμένων ζήτησιν, καὶ ὅτι τὰ οὕτως κινοῦντα καὶ κινούμενα καὶ αὐτὰ τὴν ἀναφορὰν ἐπὶ τὰ καθ’ αὑτὰ ἔχει. τὰ γὰρ ὑπάρχοντα τοῖς καθ’ αὑτὸ κινοῦσιν ἢ κινουμένοις ἢ ὡς μέρη ἢ ὡς πάθη ἢ ὡς ἕξεις ἢ ὡς ὄργανα ἢ ἄλλως ὁπωσοῦν, ταῦτα λέγεται κατὰ συμβεβηκὸς κινεῖν ἢ κινεῖσθαι. προσθεὶς δὲ τὰ καθ’ αὑτὰ κινοῦντά τε καὶ κινούμενα, ἅπερ τίνα ἐστίν, ἐδήλωσε διὰ τῆς τῶν κατὰ συμβεβηκὸς ἀποφάσεως, πάλιν ταῦτα διαιρεῖ εἴς τε τὰ ὑφ’ ἑαυτῶν κινούμενα καὶ τὰ ὑπ’ ἄλλου. καὶ ταῦτα ἄμφω συνελὼν διαιρεῖ εἴς τε τὰ φύσει κινούμενα, καὶ εἰς τὰ βίᾳ καὶ παρὰ φύσιν. διότι τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα ἅπαντα κατὰ φύσιν κινεῖται, τῶν δὲ ὑπ’ ἄλλων κινουμένων τὰ μὲν κατὰ φύσιν κινεῖται, ὡς τὸ πῦρ ὑπὸ τοῦ μεταβάλλοντος αὐτὸ καὶ ποιοῦντος πῦρ, ὡς μαθησόμεθα, τὰ δὲ βίᾳ, ὥστε ὑπ’ ἄλλου κινεῖται τά τε βίᾳ καὶ τῶν μὴ ἐμψύχων τὰ κατὰ φύσιν κινούμενα. καὶ πρῶτον δείκνυσιν, ὅτι τὰ ὑφ’ ἑαυτῶν καὶ ἐξ αὑτῶν κινούμενα (τοιαῦτα δέ ἐστι τὰ ζῷα) φύσει κινεῖται. κεῖται μὲν γὰρ φύσει κινεῖσθαι, ὅσα κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως κινεῖται καθ’ αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, τὰ δὲ ἑαυτὰ κινοῦντα δῆλον ὡς ἐν αὑτοῖς ἔχει τὴν ἀρχὴν τῆς κινήσεως. ἐπειδὴ δὲ πολλάκις τὸ σῶμα τοῦ ζῴου ἐν τῇ τοῦ ζῴου ἐξ αὑτοῦ κινήσει οὐχ ἣν πέφυκεν αὐτὸ κινεῖται κίνησιν,1 οἷον εἰ τὸ μὲν σῶμα βαρὺ εἴη, τὸ δὲ ζῷον ἄνω κινοῖτο ἁλλόμενον ἢ ἀναρριχώμενον, καὶ ταύτης τῆς κινήσεως ἐν ἑαυτῷ τὴν ἀρχήν πως τούτῳ συμβαίνειν2 διεστείλατο τὸ μὲν ζῷον λέγων φύσει αὐτὸ τότε κινεῖν, μηδὲν δὲ κωλύειν τὸ σῶμα τοῦ ζῴου ποτὲ μὲν παρὰ τὴν ἑαυτοῦ κινεῖσθαι φύσιν, ποτὲ δὲ κατὰ φύσιν. ἡ δὲ διαφορὰ γίνεται τοῦ κατὰ φύσιν τότε καὶ παρὰ φύσιν κινεῖσθαι τὸ σῶμα τοῦ ζῴου ἀπό τε τῆς ζῴου ὡς ζῴου κινήσεως οὐ τὴν αὐτὴν ἀεὶ κινουμένου κίνησιν, ἀλλὰ καὶ τὰς ἐναντίας πολλάκις, καὶ ἀπὸ τῆς τοῦ πλεονάζοντος ἐν τῷ σώματι στοιχείου φύσεως.

“在推动者和被推动者之中……直到‘并且以此方式整体自身推动自身’。” 为了论证一部分事物恒不动(这正是他现在所说的“恒静”,尽管对恒不动之物而言并不严格使用“处于静止”),一部分事物恒动,一部分事物有时静止有时运动,他把被推动者和推动者划分为自身推动且自身被推动者,以及附带的推动与被推动者。因为存在某些事物也是附带地推动和被推动,这一点先前已被证明,但他现在把因部分而产生的运动也归于附带的运动之下,即当它们的某一组成部分在推动或被推动时,整体便被称为在推动或被推动,尽管先前在推动者与被推动者的划分中,他曾将这些因部分而推动与被推动者同自身者和附带者两者相并立地区别开来;因为与因部分(即因他者)而推动或被推动者相对立的是居于第一位的推动与被推动者,而与附带者相对立的则是自身者。然而现在,他把一切并非本真地、第一位地、依自身地推动和被推动的事物皆称作附带的;在最初如此划分之后,他略过了附带的事物,因为它们对于摆在面前的探究毫无助益,且因为如此推动和被推动的事物自身也与自身者具有指涉关联。因为作为部分、受动、状态、工具或无论以何种其他方式属于那些依自身推动或被推动者之物,皆被称为附带地推动或被推动。而在添补了依自身推动且被推动者之后——关于它们究竟是何者,他是通过对附带者的否定来表明的——他又把它们划分为由自身被推动者和由他者被推动者。在总括了这两者之后,他又把它们划分为依自然被推动者,以及受强力反自然被推动者。因为由自身被推动者全都是依自然而运动,而在由他者被推动者中,一部分是依自然运动——正如我们将学到的,火是由改变它并使之成为火者所推动的那样——另一部分则是受强力运动,因此受强力之物和无灵魂事物中依自然运动之物,都是由他者被推动的。首先他表明,由自身且出于自身被推动者(动物即是这类事物)是依自然而运动的。因为设定的是:凡按照自身之内的运动本原、依自身而非附带地运动之物,皆是依自然运动,而自身推动者显然在自身之中具有运动的本原。但是,由于在动物出于自身的运动中,动物的身体常常并非以其本性所应有的运动而被推动——例如身体是沉重的,而动物却通过跳跃或攀爬向上运动——并且这种情况发生于此动物:在自身之中以某种方式具有这一运动的本原,因此他作出了区分,指出动物自身在当时是依自然进行推动的,而绝无妨碍动物的身体有时反乎自身的本性运动,有时则依自然运动。而动物的身体在当时依自然运动与反自然运动的区别,产生于并非总是以同一运动而被推动、而是常常也以相反的运动被推动的动物作为动物的运动,以及产生于在身体中占支配地位的元素的本性。

语法注2 条
  1. 8.28ἐπειδὴ δὲ πολλάκις τὸ σῶμα τοῦ ζῴου ἐν τῇ τοῦ ζῴου ἐξ αὑτοῦ κινήσει οὐχ ἣν πέφυκεν αὐτὸ κινεῖται κίνησιν

    通向主动词 διεστείλατο 的长因果从句结构。ἐπειδή 从句包含 οὐχ ἣν πέφυκεν αὐτὸ κινεῖται κίνησιν(同族宾格 κίνησιν 及其关系代词 ἣν),并续接 καὶ ταύτης τῆς κινήσεως ἐν ἑαυτῷ τὴν ἀρχήν πως τούτῳ συμβαίνειν,最终落入主句 διεστείλατο τὸ μὲν ζῷον λέγων...。

  2. 8.28ταύτης τῆς κινήσεως ἐν ἑαυτῷ τὴν ἀρχήν πως τούτῳ συμβαίνειν

    不定词 συμβαίνειν 或是在依赖于 ἐπειδή 的间接引语语境中出现,或在建立主句结论前起说明作用。其逻辑主语相当于拥有该运动本原这一事实,而与格 τούτῳ 指代动物(τὸ ζῷον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1206.32-1208.3