- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1206.8-1206.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德《物理学》254b4的考察内容,阐明了关于运动与静止可能性的剩余两个选项(要么一切皆在动静间转化,要么同时存在动静转化、恒动与恒静三类),说明亚里士多德意在证明后者为真,并结合欧德谟所提出的二分法进行了解释。
" Λοιπὸν οὖν θεωρῆσαι, πότερον πάντα τοιαῦτα ἕως τοῦ τοῦτο γὰρ δεικτέον ἡμῖν." Ληφθέντος ὡς ἐναργοῦς τοῦ ἔνια τῶν ὄντων ὁτὲ μὲν κινούμενα φαίνεσθαι, ὁτὲ δὲ ἠρεμοῦντα,1 καὶ διὰ τούτου τῶν ἄλλων τῆς διαιρέσεως τμημάτων ἐλεγχθέντων δύο ἔτι λείπεται, ἐν οἷς τοῦτο τὸ ἐναργῶς ὁρώμενόν ἐστιν· ἢ γὰρ πάντα τὰ ὄντα τοιαῦτά ἐστιν, ὥστε ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν, ἢ τὸ τρίτον ἐκεῖνο τῆς ὅλης διαιρέσεως τμῆμα ἀληθές ἐστι τὸ λέγον τὰ μὲν οὕτως ἔχειν, ὡς εἴρηται νῦν, ὥστε ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν, τὰ δὲ ἀεὶ κινεῖσθαι. τοῦτο γὰρ ἦν τὸ τρίτον τμῆμα τῆς ἐξ ἀρχῆς διαιρέσεως, καὶ τοῦτο προτίθεται δεῖξαι ὡς ἀληθὲς ὄν· δειχθέντος γὰρ ἀληθοῦς τούτου, καὶ τὰ πρότερον ἐλεγχθέντα πάντα καὶ τὸ τούτῳ συμπροβληθὲν τὸ λέγον ἢ οὕτως ἔχειν πάντα, ὥστε ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, ὡς ψευδόμενα ἐκβληθήσεται τῷ ἀληθεῖ συνυπάρχειν μὴ δυνάμενα. δειχθέντος δὲ τούτου, συναποδειχθήσεται καὶ ὅτι οὐκ ἔστιν ἡ κίνησις γενητή, καὶ αἱ ἀπορίαι λυθήσονται αἱ πρὸς τὸ ἀγένητον τῆς κινήσεως ἐνιστάμεναι. χρὴ δὲ ἐφιστάνειν, ὅτι καὶ ἄλλα δύο τμήματα δυνατὸν ἦν ἐκ τῆς διαιρέσεως ἀναφαίνεσθαι διχῇ τέμνοντα τὰ ὄντα, τῶν μὲν ἐπαμφοτεριζόντων καὶ ποτὲ μὲν κινουμένων ποτὲ δὲ ἠρεμούντων,2 τῶν δὲ λοιπῶν ἢ ἀεὶ κινουμένων ἢ ἀεὶ ἠρεμούντων. καὶ ὅ γε Εὔδημος παραφράζων σχεδὸν καὶ αὐτὸς τὰ Ἀριστοτέλους, τίθησι καὶ ταῦτα τὰ τμήματα συντόμως λέγων· “ἢ πάντα ἐπαμφοτερίζει ἢ τινὰ αὐτῶν, τὰ δὲ λοιπὰ κινεῖται ἢ ἠρεμεῖ.” δῆλον δὲ ὅτι τῆς τριχῇ ταύτης διαιρέσεως δεικνυμένης ἀληθοῦς, καὶ τὰ νῦν διχῇ διαιρεθέντα ἐλέγχεται.
“因此,剩下的就是考察是否一切事物皆是如此……直到‘因为这正是我们所必须证明的’。” 由于存在之物中的某些事物有时显现为在运动、有时显现为在静止已被当作明晰的事实来接受,并且区分的其余各肢由此已被反驳,因而仍剩下包含这明晰所见事实的两肢:因为要么一切存在之物皆是如此,以至于有时运动而有时静止;要么整个区分的那个第三肢是真实的,即主张一部分事物正如方才所言那样处于有时静止有时运动的状态,而另一部分事物恒静,另一部分事物恒动。因为这正是起初划分中的第三肢,而他打算证明这一肢是真实的;因为一旦这一肢被证明为真,先前被反驳的一切主张,以及同这一肢并列提出、主张“或者一切事物皆处于有时静止有时运动的状态”的那一肢,都将作为虚妄之说被排除,因其无法与真理共存。而一旦这一肢被证明,运动非被生成之物也将一并得到论证,反对运动无生成性的疑难也将被化解。但应当注意的是,从该划分中原本也可以显现出另外两肢,将存在之物一分为二:一部分兼具两可、有时运动有时静止,而其余部分要么恒动要么恒静。欧德谟本人在几乎是对亚里士多德之言进行转述时,也列出了这些肢,简要地说道:“要么一切事物皆兼具两可,要么是其中某些事物兼具两可,而其余事物在运动或在静止。”显然,如果这一三分法被证明为真,那么现在这一分为二的诸肢也将被反驳。
- 8.27Ληφθέντος ὡς ἐναργοῦς τοῦ ἔνια τῶν ὄντων ὁτὲ μὲν κινούμενα φαίνεσθαι, ὁτὲ δὲ ἠρεμοῦντα
属格绝对结构。由中性属格定冠词 τοῦ 引导的动词不定式从句(ἔνια τῶν ὄντων ... φαίνεσθαι)名词化,作为被动分词 ληφθέντος 的主语,ὡς ἐναργοῦς 作其谓词性补足语(“作为明晰的事实”)。
- 8.27τῶν μὲν ἐπαμφοτεριζόντων καὶ ποτὲ μὲν κινουμένων ποτὲ δὲ ἠρεμούντων, τῶν δὲ λοιπῶν ἢ ἀεὶ κινουμένων ἢ ἀεὶ ἠρεμούντων
紧承前文 διχῇ τέμνοντα τὰ ὄντα(“将存在之物一分为二”)的具体说明性属格绝对结构。由 μέν 和 δέ 形成对比的两组分词,分别指代此二分法下的两类存在者。
