← 辛普里丘

亚里士多德《物理学》注释

§1204.33-1206.7

从感觉表象推导运动与对极端学说的驳斥

辛普利丘阐述并评析了亚历山大从意见与表象的存在中推导运动的解说,进而详细解释了亚里士多德如何依据自明认识与需中介认识的区分以及事物固有的标准,凭借感觉的明晰事实一并驳斥关于静止与运动的诸极端学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.26#2

ταύτην δὴ τὴν ἔνστασιν καλῶς ἔλυσεν ὁ Ἀλέξανδρος εἰπὼν κίνησιν εἶναι τὴν αἴσθησιν, τὴν δὲ φαντασίαν μονὴν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως καὶ τὴν δόξαν συγκατάθεσιν τῆς φαντασίας. εἰ οὖν ἔστι δόξα, ἔστι φαντασία καὶ ἐνέργεια αἰσθητική, εἰ δὲ αὕτη, καὶ φυσικὴ κίνησις. “εἰ δὲ καὶ ποτὲ μὲν οὕτω, φησί, ποτὲ δὲ ἄλλως δοκεῖ περί τινων τοῖς ἀνθρώποις (καὶ γὰρ ἀνακυκλεῖσθαι τὰς περὶ τῶν ὄντων δόξας ἐν τοῖς ἀνθρώποις τῷ Ἀριστοτέλει δοκεῖ), καὶ οὕτως ἔστι κίνησις τῷ καθόλου τὸ δοξάζειν μὴ γίνεσθαι χωρὶς κινήσεως, εἴ γε ἐπὶ φαντασίᾳ, αὕτη δὲ ἐπὶ αἰσθητικῇ κινήσει”· καὶ συνάγει καλῶς, οἶμαι, λοιπὸν ἐνταῦθα τὸν λόγον ὁ Ἀλέξανδρος οὕτως· “εἰ μηδὲν κινεῖται τῶν ὄντων μηδὲ ἔστι κίνησις, φαίνεται δὲ κινεῖσθαί τινα, φαντασία ἔστιν· εἰ δὲ φαντασία ἔστι, κίνησις ἔστι καὶ κινεῖταί τινα τῶν ὄντων· εἰ ἄρα μηδὲν τῶν ὄντων κινεῖται μηδὲ ἔστι κίνησις, ἔστι κίνησις.” καὶ ἡ περιτροπὴ τοῦ λόγου ἐκ τῶν κειμένων, πλὴν ὅτι ἀντὶ τῆς ψευδοῦς δόξης τὴν φαντασίαν ὁ Ἀλέξανδρος ἔλαβεν. ἐπιστῆσαι δὲ χρή, ὅτι σαφῶς ὁ Ἀριστοτέλης εἶπεν ἐν τούτοις, ὅτι ἡ φαντασία καὶ ἡ δόξα κινήσεις τινὲς εἶναι δοκοῦσι καὶ οὐχὶ κινήσεσιν ἀκολουθοῦσιν, εἰ μὴ ἄρα τὸ δοκοῦσι προσκείμενον τὸ κατὰ δόξαν ἄλλων εἰρῆσθαι σημαίνει. Εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα ἠρεμεῖν λέγοντας ἐπάγει καὶ τῶν πρότερον εἰρημένων τινὰ μετὰ πλείονος διαρθρώσεως. διδάσκει δὲ ἡμᾶς τῶν γνώσεων τὴν διαφοράν, ὅτι ἡ μέν ἐστιν αὐτόπιστος καὶ ἄπιστος1 οὐ δεομένη διὰ αἰτιώδους λόγου τὸ πιστὸν λαβεῖν. τοιαῦται δέ εἰσιν αἱ ἄμεσοι λεγόμεναι προτάσεις αἱ ἀπὸ κοινῶν ἐννοιῶν εἰλημμέναι, ἡ δέ τίς ἐστι γνῶσις τὴν πίστιν διὰ μέσου τοῦ αἰτιώδους λόγου λαμβάνουσα· τοιοῦτος δέ ἐστιν ἐν τοῖς συλλογισμοῖς ὁ μέσος ὅρος. καὶ δῆλον ὅτι κρείττων ἐστὶν ἡ αὐτόπιστος καὶ ἐναργὴς γνῶσις τῆς τοῦ αἰτιώδους λόγου δεομένης. καὶ γὰρ κατὰ μὲν τὴν ἐναργῆ γινώσκομεν ἤδη καὶ βέλτιον ἔχομεν ἢ κατὰ τὸ δεῖσθαι λόγου καὶ αἰτίας, κατὰ δὲ τὴν ἑτέραν ζητοῦμεν ἔτι καὶ πίστεως δεόμεθά τινος. ὅταν οὖν τῶν αὐτοπίστων αἰτίας καὶ λόγους ζητῶμεν, τῆς βελτίονος γνώσεως τὴν χείρονα σπουδάζομεν ἀνταλλάξασθαι2 διὰ τὸ ἀγνοεῖν, τί μὲν τὸ βέλτιον, τί δὲ τὸ χεῖρόν ἐστιν ἐν ταῖς γνώσεσιν, καὶ τί μὲν τὸ πιστὸν ἀφ’ ἑαυτοῦ, τί δὲ τὸ μὴ τοιοῦτον. ἀποδεικνύντος γοῦν, φασί, γυμναστικῶς τινος κατὰ τὸν Ζήνωνος λόγον ἐκ τῆς ἐπ’ ἄπειρον διχοτομίας, ὅτι οὐκ ἂν εἴη κίνησις, Διογένης παρὼν ἀναστὰς ἐβάδισε, τοῦτο ἐκεῖνο τὸ τοῦ Ἀριστοτέλους συμβουλεύων,3 ἐν οἷς ἔχομεν αὐτόπιστον γνῶσιν μὴ δεῖσθαι περινοίας λογικῆς. ἀγνοεῖ δέ, φησίν, ὁ τοιοῦτος καὶ τὰ οἰκεῖα τῶν πραγμάτων κριτήρια. ὥσπερ γὰρ ὁ ἐπὶ τῆς τῶν νοητῶν γνώσεως κριτήριον τὴν αἴσθησιν προβαλλόμενος ἄτοπός ἐστι καὶ παραλλάττει, οὕτω καὶ ὁ ἐπὶ τῶν αἰσθητῶν τὴν αἴσθησιν εἰς κριτήριον ἀτιμάζων καὶ λόγον ζητῶν, ἄτοπος ἂν εἴη· ἀγνοεῖ δὲ καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, εἴ γε τὸ πεπιστευμένον ζητεῖ, ζητήσει δὲ οὕτω πάλιν καὶ τὸ διὰ τῆς ζητήσεως εὑρεθὲν καὶ πιστωθέν, εἰ μὴ αὔταρκες αὐτῷ τὸ πιστὸν πρὸς τὸ μὴ ζητεῖν. ἀλλ’ οὐδὲ ἀρχῆς πρὸς μὴ ἀρχὴν διαφορὰν οἶδεν ὁ περὶ τῶν ἐναργῶν ζητῶν. ταύτῃ γὰρ αἱ ἀρχαὶ τῶν μετ’ αὐτὰς διαφέρουσι τῷ αὐτόπιστοι εἶναι καὶ μὴ δεῖσθαι ζητήσεως. ὁμοίως δέ, φησίν, ἀδύνατα λέγειν τοῖς πάντα ἠρεμεῖν λέγουσι καὶ τοὺς πάντα κινεῖσθαι λέγοντας καὶ τοὺς τὰ μὲν ἀεὶ κινεῖσθαι τῶν ὄντων λέγοντας, τὰ δὲ ἀεὶ ἠρεμεῖν, καὶ τὴν αἰτίαν τῆς ὁμοιότητος ἐπάγει, ὅτι μία πίστις ἐπὶ πάντων τούτων ἱκανὴ τὸ ὁρᾶσθαι τῶν ὄντων ἔνια ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. τούτου γὰρ ὄντος ἐναργοῦς ὡς ἀδύνατα ἐκεῖνα πάντα ἐλέγχεται. ἐν δὲ τῇ ἀναιρέσει καὶ ἐκεῖνα τέθεικεν, ἃ παραλέλοιπεν ἐν τῇ προσεχεῖ διαιρέσει, εἰπών· ἢ τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· καὶ τότε διὰ τοῦτο παραλιπὼν ἴσως αὐτὰ διὰ τὸ ὁμοίως τοῖς ἄλλοις ἀναιρεῖσθαι καὶ διὰ τῆς αὐτῆς ἐναργείας, δι’ ἧς καὶ οὗτος φανερὰν εἶναί φησι τὴν ὁμοιότητα.

亚历山大确实很好地化解了这一异议,他说感觉是运动,表象是现实活动中感觉的留存,而意见是对表象的赞同。因此,如果存在意见,就存在表象和感觉的现实活动;如果这存在,也就存在自然的运动。“即使对人们来说,关于某些事物有时显得如此,有时又显得不同(因为亚里士多德认为关于存在者的意见在人们中间是循环往复的),他说,即便如此运动依然存在,这是由于一般来说,如果形成意见确实基于表象,而表象又基于感觉的运动,那么形成意见绝不可能脱离运动而发生”。而且我认为,亚历山大在这里余下的论证中很好地推导如下:“如果存在之物无一在运动,运动亦不存在,但某些事物显现为在运动,那么表象存在;如果表象存在,运动就存在,且存在之物中的某些事物在运动;因此,如果存在之物无一在运动且运动不存在,那么运动存在。”这种论证的反转是出自文本的,只是亚历山大用表象代替了虚假的意见。但应当注意的是,亚里士多德在这些话中明确说过,表象与意见‘似乎’是某种运动,而不是后随于运动,除非所附加的‘似乎’意味着这是依他人的意见而说的。 在对那些主张一切事物皆静止的人说了这些话之后,他又以更加充分的条理阐述引入了先前所说的某些内容。他教导我们诸认识之间的区别:一种认识是自明的、无需外在确证的,不需要通过说明原因的论证来获得确信。从共通概念中汲取的所谓无中介前提便是如此;另一种认识则是通过说明原因的论证作为中介来获得确信的,在三段论中中项就是如此。显然,自明的、明晰的认识优于需要说明原因的论证的认识。因为依照明晰的认识,我们已经认知,且处于比需要论证和原因时更好的状态;而依照另一种认识,我们仍在探求,且需要某种确信。因此,当我们为自明之物探求原因和论证时,正是由于不知道在诸认识中何者较优、何者较劣,以及何者依自身可信、何者并非如此,我们才急切地用较优的认识来换取较劣的认识。据说,当有人按照芝诺源自无限二分法的论证进行演习性论证,试图证明运动不可能存在时,在场的第欧根尼站起身来走动,践行了亚里士多德那句广为人知的告诫:在我们拥有自明认识的事情上,不需要逻辑上的穿凿附会。他说,这样的人也不知道事物固有的标准。因为正如在可知事物的认识中提出感觉作为标准的人是荒谬且失常的一样,在可感事物中贬低感觉作为标准的地位而寻求论证的人,也是荒谬的。而且他也既不知什么是可信的,也不知什么是不可信的,如果他确实对已被确信的事物进行探求的话;而如果可信之物对于停止探求而言对他来说并非自足,那么他以这种方式也会对通过探求所发现并确证的事物再次进行探求。然而,探求明晰之物的人,甚至连本原与非本原的区别都不知道。因为本原正是以此区别于本原之后的事物:本原是自明的,不需要探求。他说,那些主张一切事物皆在运动的人,以及那些主张存在之物中一部分恒动而另一部分恒静的人,所说的与那些主张一切事物皆静止的人同样是不可能成立的;他补充了这种相似性的原因:对于所有这些主张,单个确信就已足够,即见到存在之物中的某些事物有时在运动,有时在静止。因为既然这一点是明晰的,所有那些主张都被反驳为不可能成立。而在反驳中,他也列出了他在紧邻的前文划分中所遗漏的内容,即说道:‘或者一部分事物恒动,而另一部分事物恒静’;当时他遗漏它们或许正是由于这个原因:因为它们与其余主张以类似的方式被取消,且是通过完全相同的明晰事实被取消的,正是通过这事实,他也说其相似性是明显的。

语法注3 条
  1. 8.26αὐτόπιστος καὶ ἄπιστος

    形容词 ἄπιστος 通常被动地表示“不可信的”或“难以置信的”,但在此处,正如紧随其后的解释性分词短语 οὐ δεομένη διὰ αἰτιώδους λόγου τὸ πιστὸν λαβεῖν(不需要通过说明原因的论证来获得确信)所阐明的那样,它是在特殊的意义上指“不需要外在确证的”,与 αὐτόπιστος(自明的、自身可信的)并列互释。

  2. 8.26τῆς βελτίονος γνώσεως τὴν χείρονα σπουδάζομεν ἀνταλλάξασθαι

    动词 ἀνταλλάσσομαι 采取“以[属格]交换[宾格]”的句式。在此处,τῆς βελτίονος γνώσεως 是被换出的代价(属格),τὴν χείρονα 是所求取的宾语(宾格),整句意为“急于以较优的认识换取较劣的认识”。

  3. 8.26τοῦτο ἐκεῖνο τὸ τοῦ Ἀριστοτέλους συμβουλεύων

    短语 τοῦτο ἐκεῖνο 是希腊语中的习惯表达(“这正是那著名的……”),由近指代词与远指代词组合而成。在此处它与 τὸ τοῦ Ἀριστοτέλους(亚里士多德的箴言/告诫)构成同位语,说明第欧根尼走动的行为正是践行了亚里士多德的那句广为人知的教导。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1204.33-1206.7