- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1203.18-1204.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德通过感觉和虚假意见的存在来反驳爱利亚学派否定运动的段落(254a22),辛普利丘首先介绍了亚历山大将意见本身视为运动的解释,继而提出了将论证反转以确立非存在与虚空存在的独到解释,并就心灵活动与身体运动的同等性提出了疑难。
" Ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντα ἠρεμεῖν ἕως τοῦ τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἠρεμεῖν ἀεί." “Πρὸς τοὺς πάντα ἠρεμεῖν λέγοντας ὑπαντῶν πρότερον ἀρρωστίαν ἔλεγεν διανοίας τὸ ἀφέντας τὸ οἰκεῖον τῶν αἰσθητῶν κριτήριον, τὴν αἴσθησιν, διὰ λόγων πειρᾶσθαι ἀναιρεῖν τὰ τῇ αἰσθήσει φαινόμενα, καὶ ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν οὐ περὶ μέρους τινός, ὡς δοκεῖ, τῶν φυσικῶν τῆς κινήσεως ἀμφισβητεῖ, ἀλλὰ περὶ πάσης τῆς φυσικῆς συστάσεως, εἴπερ ἡ φύσις κινήσεώς ἐστιν ἀρχή. καὶ ὅτι οὐ τὴν φύσιν μόνον ἀναιρεῖ καὶ τὰ φυσικά, ἀλλὰ καὶ τὰς τέχνας πάσας καὶ τὰς ἐπιστήμας τὰς μὲν κινήσει χρωμένας ἐν τοῖς ἔργοις, τὰς δὲ κίνησιν ὁμολογούσας εἶναι καὶ διὰ κινήσεως τὰς αἰτίας τῶν γινομένων ἀποδιδούσας· καὶ ἐπὶ πᾶσιν ὅτι οὐδὲ ἔστι τῷ φυσικῷ λόγος πρὸς τὸν ἀναιροῦντα τὴν κίνησιν, διότι τὴν ἀρχὴν τῶν φυσικῶν ἀναιρεῖ. νῦν δὲ πάλιν ἀναλαβὼν τὸν πρὸς ἐκείνους λόγον προστίθησιν, ὅτι καὶ τοῖς ἀναιροῦσι τὴν κίνησιν ἕπεται τὸ κίνησιν εἶναι· κἂν γὰρ ἀληθὲς ᾖ ὅ φασιν, ὅτι τὸ ὂν ἄπειρόν τε καὶ ἀκίνητόν ἐστιν, ὡς ἱστόρησεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας Μέλισσον τίθεσθαι, ἀλλ’ οὐ φαίνεσθαί γε τοῦτο οὕτως ἔχειν κατὰ τὴν αἴσθησιν, ἀλλὰ πολλὰ τῶν ὄντων κινεῖσθαι δοκεῖ. εἰ δὲ ἔστι δόξα ψευδὴς καὶ φαντασία, δῆλον ὡς καὶ κίνησις ἔστιν. ἥ τε γὰρ φαντασία 〈μονὴ〉 τῆς κατ’ ἐνέργειαν αἰσθήσεως καὶ ἡ δόξα συγκατάθεσις φαντασίας, καὶ ἡ αἴσθησις δὲ κίνησις καὶ διὰ κινήσεως. εἰπὼν δὲ εἴπερ οὖν ἔστι δόξα ψευδὴς προσέθηκε τὸ ἢ ὅλως δόξα· οὐ γὰρ ἡ ψευδὴς δόξα καὶ φαντασία κινήσεις, διότι ψευδεῖς· πᾶσα γὰρ φαντασία καὶ δόξα κίνησις. ὥστε καὶ οἱ οὕτως ἀποφαινόμενοι, εἰ καὶ ἀληθῆ ἔλεγον, ἐτίθεντο δὲ τὸ φαινόμενον αὐτοῖς καὶ δοκοῦν, ἐκινοῦντο. δι’ ὧν ἄρα ἀπεφαίνοντο κίνησιν ἀναιροῦντες, ἠκολούθει αὐτοῖς τὸ εἶναι κίνησιν.” Οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος καὶ αὐτοῖς τούτοις τοῖς ῥήμασιν ἐξηγήσατο τὰ προκείμενα· ἐπιστάσεως δέ, οἶμαι, ἄξιόν ἐστι, πῶς εἰ κατὰ ἀλήθειαν οὕτως ἔχει, ὥστε ἀκίνητον εἶναι τὸ ὄν, οὐ φαίνεται κατὰ τὴν αἴσθησιν οὕτως, ἀλλὰ κινεῖται πολλὰ τῶν ὄντων. πῶς γὰρ τῇ ἀληθείᾳ ἡ αἴσθησις ἡ ἀληθὴς ἀντιφθέγγεται; ἔτι δὲ εἰ κατὰ ἀλήθειαν οὕτως ἔχει, ὡς λέγουσι, πῶς ψευδής ἐστι δόξα; ὡς γὰρ τοῖς προτέροις ἑπόμενον εἰρῆσθαι δοκεῖ τὸ εἴπερ οὖν ἔστι δόξα ψευδής. μήποτε οὖν τοῖς μὲν περὶ Μέλισσον ἀληθῶς λέγειν ἀκίνητον τὸ ὂν συγχωρεῖ,1 τὴν δὲ φαινομένην τῇ αἰσθήσει κίνησιν ψευδῶς ὑποθέμενος δοξάζεσθαι ὡς ἀκόλουθον τῷ ἀληθὲς εἶναι τὸ μὴ κινεῖσθαι τὸ ὄν (εἰ γὰρ τοῦτο ἀληθές, ψεῦδος τὸ κινεῖσθαι), περιτρέπει τὸν λόγον αὐτοῖς συνάγων, ὅτι εἰ ἀληθὲς τὸ ἀκίνητον εἶναι τὸ ὄν, ἔστι κίνησις. καὶ οἶμαι τοιαύτην εἶναί τινα τὴν τοῦ λόγου συναγωγήν· εἰ ἀληθὲς τὸ ἀκίνητον εἶναι τὸ ὄν, ψευδής ἐστι δόξα τῶν οἰομένων φαίνεσθαι κατὰ τὴν αἴσθησιν πολλὰ τῶν ὄντων κινούμενα. εἰ δὲ ἔστι ψευδὴς δόξα, καὶ κατ’ ἐκείνους ἔστι δηλονότι τὸ μὴ ὄν, εἰ δὲ ἔστι τὸ μὴ ὄν, ἔστι τὸ κενόν, εἰ δὲ τοῦτο, ἔστι κίνησις. ἀνάπαλιν γὰρ οὗτος ὁ λόγος ὁδεύει τῷ παρ’ ἐκείνων ἐρωτωμένῳ. ἐπειδὴ γὰρ τὸ μὴ ὂν ἐν τῷ ὄντι φασὶν οὐκ ἔστιν, οὐκ ἂν εἴη τὸ κενόν, εἰ δὲ τὸ κενὸν μὴ ἔστιν, οὐκ ἔστι κίνησις· ἀνάγκη γὰρ ἢ διὰ πλήρους ἢ διὰ κενοῦ κινεῖσθαι· τὸ δὲ διὰ πλήρους ἀδύνατον. εἰ οὖν ἔστι ψευδὴς δόξα, ἔστι τὸ μὴ ὄν· εἰ δὲ ἔστι τὸ μὴ ὄν, οὐκ ἀναιρεῖται τὸ μὴ ὄν· τοῦ δὲ κενοῦ ὄντος οὐκ ἀναιρεῖται ἡ κίνησις. εἰς ταύτην δέ με τὴν ἔννοιαν τῆς ἐξηγήσεως ἐνήγαγε τὸ μὴ ἂν μάτην τὸν Ἀριστοτέλη εἰπεῖν2 εἴπερ οὖν ἔστι δόξα ψευδής, καὶ τότε ἐπαγαγεῖν τὸ ἢ ὅλως δόξα. ἀλλὰ πῶς εἰ δόξα καὶ φαντασία ἔστι, καὶ κίνησις ἔστι φυσικὴ καὶ σωματική, περὶ ἧς νῦν ζητοῦμεν; οὐ γάρ εἰσιν ἐκεῖναι κινήσεις κατὰ τὸν Ἀριστοτέλη.
“因此,一切事物都不可能静止……直到:由于一部分事物恒动,而另一部分事物恒静。” “在先前迎战那些主张一切事物皆静止的人时,他说过,放弃感觉这一可感事物所特有的标准,而试图通过言辞来取消在感觉中显现的事物,乃是理智的衰弱;而且,取消运动的人并非如其所显现的那样只是在关于运动的问题上争论自然事物的某个部分,而是如果本性确实是运动的本原,他争论的就是整个自然建构;并且,他不仅取消了本性与自然事物,还取消了一切技艺与科学——一部分科学在工件中运用运动,另一部分科学承认运动存在并通过运动解释生成之物的原因;在这一切之上,自然哲学家与取消运动的人之间根本不存在言辞交锋,因为他取消了自然事物的本原。然而现在,他重新拾起针对他们的论证,并补充道,即使对于那些取消运动的人来说,运动存在也是随之而来的结论;因为即使他们所说的是真实的,即‘存在者既是无限的又是不可运动的’——正如他在本论著第一卷中记载麦里梭所设定的那样——,但在感觉看来这至少并不显得是这样,相反,许多存在之物似乎在运动。如果存在虚假的意见与表象,那么显然运动也存在;因为表象是现实活动中感觉的留存,意见是对表象的赞同,而感觉是运动且通过运动发生。他在说了‘因此,如果确实存在虚假的意见’之后,又补充了‘或者根本就存在意见’;因为虚假的意见与表象并非由于它们是虚假的才是运动;事实上,一切表象与意见都是运动。因此,即便以这种方式断言的人说的是真话,但只要他们设定了向他们显现和显得如此的事物,他们自身就在运动。由此可见,正是通过他们取消运动时所作的断言,运动的存在在他们身上是随之而来的。” 亚历山大便是这样、且完全是用这些措辞来解释面前这段文字的。但我认为值得深思的是,如果在真实中情况确是如此,以至于存在者是不可运动的,那么为何按照感觉来看却并不显得如此,反而许多存在之物在运动?因为真实的感觉怎能与真实相抵触呢?再者,如果情况真如他们所说的那样,虚假的意见又如何可能存在?因为‘因此,如果确实存在虚假的意见’这一表述,似乎是作为承接前述内容的推论而被说出的。难道他不是向麦里梭一派让步,承认他们真实地说存在者不可运动,但把感觉中所显现的运动设定为虚假的意见,以此作为‘存在者不运动是真实的’这一命题的推论(因为如果这命题是真实的,运动就是虚假的),进而反转论证以得出结论:如果存在者不可运动是真实的,那么运动便存在?并且我认为,论证的推导大体是这样的:如果存在者不可运动是真实的,那么那些认为许多存在之物依感觉显现为运动着的人的意见就是虚假的。但是,如果存在虚假的意见,那么依他们而言显然就存在非存在;如果存在非存在,就存在虚空;如果虚空存在,就存在运动。因为这一论证与他们所质问的论证背道而驰。因为他们说,由于非存在在存在者之中并不存在,虚空也就不可能存在;如果虚空不存在,运动也就不存在;因为事物必然要么通过充满之物要么通过虚空运动,而通过充满之物是不可能的。因此,如果存在虚假的意见,就存在非存在;如果存在非存在,非存在就没有被取消;而在虚空存在的情况下,运动也没有被取消。而亚里士多德不可能徒然说出‘因此,如果确实存在虚假的意见’并随即补充‘或者根本就存在意见’这一事实,引我产生了解释的这一想法。然而,如果存在意见和表象,又怎么会有我们现在所探究的自然且身体的运动呢?因为按照亚里士多德的看法,那些活动并不是运动。
- 8.26μήποτε οὖν τοῖς μὲν περὶ Μέλισσον ἀληθῶς λέγειν ἀκίνητον τὸ ὂν συγχωρεῖ
μήποτε 搭配现在时直陈式(συγχωρεῖ, περιτρέπει),构成提出谨慎断言或推测的句式(“难道不是……”)。此处引出了辛普利丘针对亚历山大解释所提出的修正性看法。
- 8.26τὸ μὴ ἂν μάτην τὸν Ἀριστοτέλη εἰπεῖν
带有冠词的定语式不定式(τὸ ... εἰπεῖν)搭配 ἄν,带有潜能或推论色彩,作主要动词 ἐνήγαγε(引导)的主语,表达了“亚里士多德不可能徒然说出……”这一推论依据。
