- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1202.34-1203.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了亚里士多德在反驳了第一种划分(恒动与恒静)后、转入审视第二种划分(一切事物交替动静)时重新回到最初的三分法的论证结构,并探讨了此处略去一个划分分支的原因。
" Τὸ δὲ πάντα ἀξιοῦν ὁτὲ μὲν ἠρεμεῖν ἕως τοῦ τὰ δὲ ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι." Τοῦ τμήματος τοῦ λέγοντος τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν τριχῇ διαιρεθέντος εἴς τε τὸ τά τε κινούμενα ἀεὶ κινεῖσθαι καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, καὶ εἰς τὸ τὰ πάντα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, καὶ τρίτον εἰς τὸ τὰ μὲν ἀεὶ ἀκίνητα εἶναι τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ἐλέγξας τὸ πρῶτον τμῆμα τὸ λέγον τά τε κινούμενα ἀεὶ κινεῖσθαι καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, μηδὲν δὲ ἀπὸ τοῦ κινεῖσθαι εἰς τὸ ἠρεμεῖν ἢ ἀπὸ τοῦ ἠρεμεῖν εἰς τὸ κινεῖσθαι μεταβάλλειν, καὶ μέλλων ἐπὶ τὸ δεύτερον μετιέναι τμῆμα τούτου τοῦ διαιρετικοῦ τὸ λέγον πάντα τὰ ὄντα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, καὶ προβαλλόμενος εἰς ἔλεγχον αὐτό, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς διαίρεσιν ἐπανέρχεται1 ὑπομιμνήσκων τε ἡμᾶς καὶ τῶν προτέρων τῆς διαιρέσεως τμημάτων καί τινα καὶ προσεξευπορῶν τοῖς προτέροις πρὸς αὐτὰ ῥηθεῖσιν. μετὰ δὲ τὰ νῦν διορισθέντα, φησίν, ἀρχὴν πάλιν ποιητέον τὴν αὐτήν, ἥνπερ ἠρξάμεθα πρότερον, καὶ τὴν διαίρεσιν τὴν αὐτὴν ἐπαναληπτέον, ἣν ἐκτίθεται μὲν σαφῶς, ἐλλείπουσαν δὲ ἑνὶ τμήματι2 τῷ προσεχῶς ἐλεγχθέντι καὶ διὰ τοῦτο ἴσως νῦν παραλειφθέντι· τοῦτο δὲ ἦν τὸ λέγον τὰ μὲν ἀεὶ κινεῖσθαι τῶν ὄντων τὰ δὲ ἠρεμεῖν, τὰ δὲ ποτὲ μὲν κινούμενα καὶ ποτὲ ἠρεμοῦντα μὴ εἶναι. δύναται δὲ καὶ διὰ τοῦτο παραλελεῖφθαι τοῦτο νῦν, ὅτι ὁμοίως ἀδύνατόν ἐστι τῷ πάντα ἀεὶ κινεῖσθαι ἢ πάντα ἀεὶ ἠρεμεῖν, καὶ ὁμοίως ἐκείνοις ἀναιρεῖται, ὡς προελθὼν ἐρεῖ.
“然而,主张一切事物有时静止……直到:而一部分事物有时静止,有时运动。” 在主张“一部分事物运动而另一部分事物静止”的划分被三分之后——即分为运动之物恒动而静止之物恒静、一切事物时而运动时而静止、第三则是某些事物恒常不动而某些事物恒动且某些事物兼具两者——他反驳了声称运动之物恒动而静止之物恒静且没有任何事物从运动变为静止或从静止变为运动的第一种划分,并打算转向这一划分法中声称“一切存在之物时而运动时而静止”的第二种划分,并将其提出以供反驳;此时他再次回到最初的划分,既提醒我们注意这一划分的前几个部分,又为此前针对它们所阐述的内容补充了若干新的论点。他说,在如今已经确定的事情之后,必须重新确立我们先前开始的同一个开端,并重新拾起同一个划分;他清楚地陈述了这一划分,尽管它缺少了刚刚被反驳、且或许正因如此现在被略去的一个划分分支;而这个分支就是主张存在之物中一部分恒动而另一部分静止,但绝不存在时而运动时而静止之物。不过,这一分支现在被略去,也可以是因为它与“一切事物恒动”或“一切事物恒静”一样是不可能的,并且正如他接下去所要说的那样,它以类似的方式被取消。
- 8.25Τοῦ τμήματος τοῦ λέγοντος τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν τριχῇ διαιρεθέντος ... ἐλέγξας ... καὶ μέλλων ... καὶ προβαλλόμενος ... ἐπανέρχεται
这是一个长句结构,句首为属格独立结构(Τοῦ τμήματος ... διαιρεθέντος),随后并列了以亚里士多德为主语的三个分词(过去时 ἐλέγξας、将来时 μέλλων、现在中动时 προβαλλόμενος),最终落实到主节主动词 ἐπανέρχεται 上。这些分词概括了前文的论证脉络(驳斥第一分支并准备转向第二分支),从而引出主动作“回到最初的划分”。
- 8.25ἣν ἐκτίθεται μὲν σαφῶς, ἐλλείπουσαν δὲ ἑνὶ τμήματι
关系代名词 ἣν 以之前的 τὴν διαίρεσιν τὴν αὐτήν 为先行词,充当动词 ἐκτίθεται 的直接宾语。紧接着的分词 ἐλλείπουσαν 亦为阴性宾格单数,与先行词一致,起到补语说明的作用(“虽然清楚地陈述了它,但却是作为缺少一个分支的形式呈现”)。ἑνὶ τμήματι 是表示欠缺或缺失的与格。
