← 辛普里丘

亚里士多德《物理学》注释

§1201.32-1202.33

由否定生成毁灭推导出的交替运动论证

辛普里丘阐明,运动之物恒动而静止之物恒静的主张将取消增进、减损以及生成与毁灭;他解释了亚里士多德如何依据运动即生成消灭的共通看法推导出一切运动均被否定,从而确立了存在轮流经历运动与静止的事物这一结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.24#2

καὶ τὰ γινόμενα ὁμοίως καὶ φθειρόμενα ἔχει καὶ ἀρχὴν τῆς γενέσεως καὶ παῦλαν, ὅταν γένηται, καὶ ἐπὶ τῆς φθορᾶς ὁμοίως· ὥστε εἰ ἀεὶ δεῖ κινεῖσθαι τὰ κινούμενα καὶ ἀεὶ ἠρεμεῖν τὰ ἠρεμοῦντα, οὔτε αὔξησις οὔτε μείωσις οὔτε γένεσις ἔσται οὔτε φθορά. αἱ γὰρ κατὰ ταῦτα μεταβολαὶ καὶ ἀπὸ ἠρεμίας ἄρχονται τῆς κατ’ αὐτὰ καὶ τέλος ἔχουσιν, ἔτι δὲ ὃ μὴ δύναται γενέσθαι, οὐδὲ τὴν ἀρχὴν γίνεται· οὗ δὲ οὐχ ὥρισται ἡ γένεσις οὐδὲ ἔστιν αὐτὸ ἐπὶ τέλος ἐλθεῖν, τοῦτο οὐ δύναται γενέσθαι· τὸ γὰρ γενόμενον ἵσταται καὶ παύεται τῆς κατὰ τοῦτο κινήσεως. Ἔτι δὲ γένεσιν καὶ φθορὰν ἀναιρεῖ ὁ λόγος ὁ ἀναιρῶν τὴν παρὰ φύσιν κίνησιν· ἡ γάρ τινων γένεσις ἄλλων ἐστὶ φθορά· φθείρεται δὲ ἕκαστον οὐκ ἐν τῷ κατὰ φύσιν μένον, ἀλλὰ παρὰ φύσιν κινούμενον. ἀλλὰ καὶ ἐν τῷ γινομένῳ ἕκαστον οὐκ ἔχει τὴν οἰκείαν χώραν. διὸ καὶ λύεται τὰ γινόμενα. τὸ δὲ γένεσιν οὖν καὶ φθορὰν ἀναιρεῖ οὗτος ὁ λόγος δύναται, ὡς ἴσον εἰρῆσθαι τῷ ‘ἔτι γένεσιν καὶ φθορὰν ἀναιρεῖ οὗτος ὁ λόγος ὁ λέγων μὴ μεταβάλλειν ἐξ ἠρεμίας εἰς κίνησιν καὶ ἐκ κινήσεως εἰς ἠρεμίαν’. ἔσται γὰρ τό τε γινόμενον πᾶν ἐπ’ ἄπειρον γινόμενον καὶ τὸ φθειρόμενον ὁμοίως· οὕτω δ’ ἂν ἀδύνατον εἴη ἢ γενέσθαι τι ἢ φθαρῆναι. εἰ δὲ γένεσιν καὶ φθορὰν οὗτος ὁ λόγος ἀναιρεῖ, καὶ πᾶσαν ἂν εἴη κίνησιν ἀναιρῶν, ἵνα μὴ καθ’ ἕκαστον εἶδος τῆς κινήσεως ἤτοι τῆς μεταβολῆς διατρίβωμεν· τὸ γὰρ κινεῖσθαι κοινῶς λεγόμενον σχεδὸν πᾶσι γίνεσθαι καὶ φθείρεσθαι δοκεῖ. οὐ γὰρ δὴ τοῦτο ἦν ἀκριβῶς εἰπεῖν, ὅτι πᾶσιν οὕτω δοκεῖ. τὴν δὲ αἰτίαν τοῦ πᾶσι σχεδὸν δοκοῦντος ἢ τοῦ τὸ κινεῖσθαι σχεδὸν γίνεσθαί τι καὶ φθείρεσθαι εἶναι (δύναται γὰρ καὶ οὕτω τὸ σχεδὸν συνταχθῆναι),1 αὐτὸς ἐπάγει κοινὴν ἐπὶ πάσης κινήσεως. ἐπειδὴ γὰρ πᾶσα κίνησις καὶ πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι (ἄλλου γὰρ μετ’ ἄλλο), εἰς ὃ μὲν μεταβάλλει, γίνεται τοῦτο, εἴτε κατ’ οὐσίαν οἷον ἄνθρωπος, εἴτε κατὰ ποσότητα οἷον μείζων ἢ ἐλάττων, εἴτε κατὰ ποιότητα λευκὸς ἢ θερμός· εἰ δὲ κατὰ τόπον ἡ μεταβολή, τὸ μεταβάλλον οὐ γίνεται τὸ εἰς ὃ μεταβάλλει, τουτέστι τὸ ἄνω ἢ τὸ κάτω ἢ ὅλως ὁ τόπος, ἀλλὰ γίνεται ἐν τούτῳ. ἐξ οὗ δὲ μεταβάλλει ἢ ἐξ οὐσίας ἢ μείζονος ἢ λευκοῦ, φθείρεται τοῦτο· ἄνθρωπος γὰρ φθείρεται καὶ μείζων καὶ λευκός, ὅταν εἰς τἀναντία τούτοις μεταβάλλῃ. εἰ δὲ ἐκ τόπου, φθείρεται ἐντεῦθεν τὸ ἐκεῖθεν ἐξιστάμενον. καλῶς οὖν εἶπεν, ὅτι ὁ γένεσιν καὶ φθορὰν ἀναιρῶν λόγος καὶ κίνησιν ἀναιρεῖ πᾶσαν· αὐτὸς δὲ τοῦτο μὲν παρῆκεν ὡς ἐναργὲς συμπεράνασθαι, τὸ δὲ τῇ ἀναιρέσει τοῦ τὰ μὲν ἀεὶ κινεῖσθαι (ἕως ἂν ᾖ δηλονότι), τὰ δὲ ἀεὶ ἠρεμεῖν ἑπόμενον τοῦτο ἐπάγει λέγων·2 ὥστε δηλονότι τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ ἐνίοτε. λέγει δέ, ὅτι ἔστι τινά, ἃ παρὰ μέρος κινεῖται καὶ ἠρεμεῖ καὶ οὐκ ἀεὶ τὸ ἕτερον· δῆλον γὰρ ὅτι καὶ τὰ ἐνίοτε κινούμενα ἐνίοτε ἠρεμεῖ καὶ τὰ ἐνίοτε ἠρεμοῦντα ἐνίοτε κινεῖται, καὶ οὔτε τὰ ἐνίοτε κινούμενα χρὴ νομίζειν ἀεὶ κινεῖσθαι οὔτε τὰ ἐνίοτε ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, ἀλλ’ ἄμφω ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν.

而生成之物和毁灭之物同样既具有生成的开端,又在生成之后具有终结,在毁灭的情形下亦是如此;因此,如果运动之物必须恒动而静止之物必须恒静,那么既不会有增进也不会有减损,既不会有生成也不会有毁灭。因为依循这些的变化既始于依循它们的静止,又具有终结,而且凡不能生成的,从一开始便不会生成;而凡生成没有界限、自身不可能达到终结的事物,这事物便不能生成;因为已经生成之物会停顿下来,并停止依循此过程的运动。此外,取消违背自然之运动的论证也取消了生成与毁灭;因为某些事物的生成就是另一些事物的毁灭;而每一事物毁灭,不是由于留存在顺应自然的状态中,而是由于被违背自然地运动。不仅如此,甚至在生成中的事物中,每一事物也不具有本有的居所;由此生成之物也会解体。而“因此这一论证取消了生成与毁灭”这句话,可以被理解为等同于说:“此外,声称事物不从静止转变为运动、不从运动转变为静止的这一论证,取消了生成与毁灭”。因为一切生成之物都将无止境地生成下去,毁灭之物亦是如此;而这样一来,任何事物的生成或毁灭都将是不可能的。但如果这一论证取消了生成与毁灭,那么为了不让我们在运动即变化的每一个别物种上耗费时间,可以说它也将取消一切运动;因为通俗意义上所说的“被运动”,在几乎所有人看来就是生成与毁灭。因为绝不可能严格地说出这一点,即“在所有人看来都是如此”。至于为何在几乎所有人看来如此,或者为何被运动几乎就是某种生成与毁灭(因为“几乎”也可以这样来构造连接),他自己针对一切运动提出了共通的原因。因为既然一切运动和一切变化都是从某物到某物(因为是一个接在另一个之后),它所转变为的事物,它便生成为此物,无论在实体方面(例如人),还是在数量方面(例如更大或更小),还是在性质方面(白或热);但如果变化是依循位置的,变化之物并不是生成为它所转变为的那个处所,即上方、下方或一般意义上的位置,而是生成在这一位置之中。至于它从中转变出的事物,无论是从实体、从更大还是从白色,此物都会毁灭;因为人、更大以及白色在转变为它们的对立面时都会毁灭。但如果来自位置,从那里脱离的事物便从那里毁灭。因此他极佳地指出,取消生成与毁灭的论证也取消了一切运动;但他自己把得出这一结论当作显明之事而略去,却针对取消“一部分事物恒动(显而易见,只要它们存在)而另一部分事物恒静”所伴随的归结,补充说道:“因此显而易见,一部分事物运动,而另一部分事物有时静止”。他的意思是说,存在着某些事物轮流运动和静止,而不是始终处于二者之一;因为显而易见,有时运动之物也时而静止,有时静止之物也时而运动,既不应认为有时运动之物恒动,也不应认为有时静止之物恒静,而是两者皆时而运动,时而静止。

语法注2 条
  1. 8.24τὴν δὲ αἰτίαν τοῦ πᾶσι σχεδὸν δοκοῦντος ἢ τοῦ τὸ κινεῖσθαι σχεδὸν γίνεσθαί τι καὶ φθείρεσθαι εἶναι (δύναται γὰρ καὶ οὕτω τὸ σχεδὸν συνταχθῆναι)

    辛普里丘在此指出了副词 σχεδόν(“几乎”)在句法搭配上的两读可能:其一是修饰 πᾶσι,意为“在几乎所有人看来”(πᾶσι σχεδόν);其二是修饰不定式谓词短语,意为“被运动几乎就是某种生成与毁灭”(τὸ κινεῖσθαι σχεδὸν γίνεσθαί τι...)。译文采纳前一种句法作为主线,并在括号中如实反映了他对后一种句法可能性的说明。

  2. 8.24αὐτὸς δὲ τοῦτο μὲν παρῆκεν ὡς ἐναργὲς συμπεράνασθαι, τὸ δὲ τῇ ἀναιρέσει τοῦ τὰ μὲν ἀεὶ κινεῖσθαι (ἕως ἂν ᾖ δηλονότι), τὰ δὲ ἀεὶ ἠρεμεῖν ἑπόμενον τοῦτο ἐπάγει λέγων·

    在主句的对称结构(τοῦτο μὲν παρῆκεν ... τὸ δὲ ... ἑπόμενον τοῦτο ἐπάγει)中,后一个 τοῦτο 作为复指代词,将前置的中性单数分词短语(τὸ ... ἑπόμενον)作为主要动词 ἐπάγει 的宾语进行复述与强调。此外,属格句 τοῦ τὰ μὲν ἀεὶ κινεῖσθαι ... τὰ δὲ ἀεὶ ἠρεμεῖν 作名词 ἀναιρέσει 的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1201.32-1202.33