- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1200.27-1201.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘围绕《物理学》第八卷第三章(254a3),考察了一部分事物恒动而另一部分事物恒静的主张,并结合增进、强制运动以及生成与毁灭的事实,论证了同一事物必然轮流经历静止与运动。
" Ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν ἕως τοῦ τὰ μὲν κινεῖται, τὰ δὲ ἠρεμεῖ ἐνίοτε." Ἐπὶ τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως προελθὼν τὸ λέγον τὰ μὲν κινεῖσθαι τῶν ὄντων, τὰ δὲ ἠρεμεῖν, καὶ τούτου πάλιν τὸ πρῶτον διαιρετικὸν προχειρίζεται τὸ λέγον τά τε κινούμενα ἀεὶ κινεῖσθαι, καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, καὶ δείκνυσιν, ὅτι καὶ τὸ οὕτως ἔχειν τὰ ὄντα, ὥστε τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν, τὸ δὲ ποτὲ κινεῖσθαι καὶ ποτὲ ἠρεμεῖν μηδενὶ ὑπάρχειν ἀδύνατόν ἐστι, καὶ ὁμοίως ἀδύνατον ὥσπερ τὰ πρότερον ῥηθέντα. καὶ γὰρ καὶ τοῦτο ἐναργές, ὅτι τὰ αὐτὰ ὁρῶμεν ποτὲ μὲν ἐκ κινήσεως εἰς ἠρεμίαν μεταβάλλοντα, ποτὲ δὲ ἐξ ἠρεμίας εἰς κίνησιν. αὗται δέ εἰσιν αἱ εἰρημέναι μεταβολαί, δι’ ἅς τινα ποτὲ μὲν ἠρεμεῖ, ποτὲ δὲ κινεῖται. δεύτερον ἐπάγει τῷ λόγῳ τὸ μάχεσθαι τοῖς φανεροῖς τὸν ταῦτα ἀμφισβητοῦντα, καὶ κατὰ τί, προσέθηκεν.1 εἰ γὰρ μὴ ἔστι τὸ ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, οὔτε ἡ αὔξησις οὔτε ἡ βίαιος ἔσται κίνησις, ἀλλὰ καὶ γένεσις ἀναιρεθήσεται καὶ φθορά, καὶ σχεδὸν πᾶσα κίνησις καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν, ὡς μαθησόμεθα. εἰ οὖν φανερόν, ὅτι καὶ αὔξησίς ἐστι καὶ βίαιος κίνησις καὶ ἄλλαι μεταβολαί, δῆλον ὅτι τοῖς φανεροῖς μάχεται ἀναιρῶν τὸ ποτὲ μὲν ἠρεμεῖν τινα τῶν ὄντων, ποτὲ δὲ κινεῖσθαι. καὶ ὅτι μὲν βίαιος οὐκ ἔσται κίνησις, ἔδειξε διὰ τοῦ εἰ μὴ κινήσεται παρὰ φύσιν ἠρεμοῦν πρότερον·2 τὸ γὰρ βίᾳ κινούμενον παρὰ φύσιν κινεῖται, τὸ δὲ παρὰ φύσιν κινούμενον ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν αὐτῷ τόπου, ἐν ᾧ πέφυκεν ἠρεμεῖν, ἐξίσταται· εἰ οὖν μὴ πρότερον ἠρεμοῦν κινεῖται, οὐκ ἂν εἴη παρὰ φύσιν καὶ βίαιος κίνησις. πῶς δὲ ἡ αὔξησις ἐκ τῆς τοιαύτης θέσεως ἀναιρεῖται, δοκεῖ παραλιμπάνειν. καλῶς δὲ ὁ Ἀλέξανδρος καὶ τοῦτο διὰ τοῦ αὐτοῦ δείκνυσθαί φησιν. οὐ γὰρ ἔσται αὔξησις, εἰ μὴ κινήσεται παρὰ φύσιν τὸ ἠρεμοῦν πρότερον· ἡ γὰρ τροφὴ ἠρεμήσασα πρότερον, εἶτα ἀλλοιωθεῖσα, ἀναφέρεται εἰς τοὺς ἄνω τόπους καὶ τοὺς πλαγίους, εἰς οὓς οὐ πέφυκε φέρεσθαι κατὰ φύσιν, καὶ ἐξομοιωθεῖσα προσκρίνεται, καὶ ὅταν πλείων ᾖ τοῦ ἀπορρεύσαντος, αὔξεσθαι ποιεῖ τὸ δεξάμενον. ἔστι δὲ καὶ ἀπὸ τῶν πρότερον ῥηθέντων δεικνύναι, ὅτι εἰ μὴ ἔστι μετὰ κίνησιν ἠρεμεῖν, οὐκ ἔστιν αὔξεσθαι. τὸ γὰρ αὐξόμενον οὔτε συνεχῶς αὔξεται οὔτε συνάπτει τῇ μειώσει τὴν αὔξησιν, ἀλλ’ ὅταν ἔλθῃ εἰς τὸν ὅρον, ἐφ’ ὃν ἡ αὔξησις ἔσπευδεν, ἵσταται, καὶ τότε μεταβαίνει ἐπὶ τὴν μείωσιν. ὥστε διὰ μὲν τῆς αὐξήσεως ἀναιρεῖται τὸ τὸ κινούμενον πᾶν ἀεὶ κινεῖσθαι, διὰ δὲ τῆς βιαίου κινήσεως τὸ πᾶν τὸ ἠρεμοῦν ἀεὶ ἠρεμεῖν. οὐ μόνον δὲ ἡ αὔξησις καὶ ἡ βίαιος κίνησις ἀναιρεῖται, εἰ μὴ εἴη τινὰ δυνάμενα παρὰ μέρος ἠρεμεῖν τε καὶ κινεῖσθαι, ἀλλὰ καὶ γένεσις ἀναιρεῖται καὶ φθορά, ὡς φησιν, ὑπὸ τούτου τοῦ λόγου· ὡς γὰρ τὸ αὐξόμενον κινεῖται τότε τὴν κατὰ τὸ αὔξεσθαι κίνησιν, ἣν οὐκ ἐκινεῖτο πρὸ τοῦ αὔξεσθαι, οὕτω καὶ τὸ γινόμενον καὶ φθειρόμενον· τό τε γὰρ αὐξόμενον, εἰ καὶ πρὸ τοῦ αὔξεσθαι τὴν αὐτὴν ἐκινεῖτο κίνησιν, ἣν καὶ ὅτε αὔξεται, ἤτοι οὐδὲ νῦν τὴν αὐξητικὴν κινεῖται, ὥστε οὐδὲν αὔξεται αὐξόμενον, ἢ καὶ πρότερον ἦν αὐξόμενον, ὅτε οὔπω ηὔξετο.3
“然而也不可能一部分事物恒静”至“一部分事物运动,而另一部分事物有时静止”。 在推进到声称存在之物一部分运动、一部分静止的划分的第二部分之后,他又着手处理其中的第一个细分分支,即声称运动之物恒动而静止之物恒静的学说,并证明存在之物处于一部分恒动而另一部分恒静、却无一物具有时而运动时而静止的状态,也是不可能的,并且与先前所说的情况同样不可能。因为这也是显而易见的:我们看见相同的事物有时从运动转变为静止,有时从静止转变为运动。这些正是上述的变化,由于它们,某些事物有时静止,有时运动。其次,他在论证中补充指出,对这些事情提出异议的人是在与显明的事实作对,并且添加了在何种意义上[作对]。因为如果不存在时而静止时而运动,那么增进和强制运动都将不复存在,不仅如此,生成与毁灭也将被取消,而且正如我们将要了解到的那样,几乎所有的运动,不论顺应自然的还是违背自然的,都将被取消。因此,如果显明的是不仅存在增进,也存在强制运动和其他变化,那么显而易见,取消某些存在之物时而静止时而运动的人是在与显明的事实作对。至于强制运动将不复存在,他是通过这一表述来表明的:“如果原先静止之物不能违背自然地被运动”。因为受强制而被运动之物是违背自然地运动的,而违背自然被运动之物脱离了其自然倾向于在其中静止的本有且顺应自然的位置;因此,如果它不是从先前静止的状态被运动,就不会有违背自然和强制的运动。但是增进如何因这种假定而被取消,他似乎略过了。然而亚历山大极佳地指出,这一点也是通过同一论据得到证明的。因为如果原先静止之物不能违背自然地被运动,增进便不会存在;因为先前静止的养分随后发生质变,被向上方以及侧方的部位运送,而这些部位并不是它自然倾向于运送朝向的,在同化之后与机体结合,且当它多于流失的部分时,便使得接纳它的物体增进。并且从先前所说的事实中也可以证明,如果在运动之后不可能静止,也就不可能增进。因为增进之物既非连续不断地增进,亦非将增进与减损紧密衔接,而是在达到增进所趋向的界限时停顿下来,然后才过渡到减损。因此,通过增进,凡被运动之物恒动这一主张被取消了;通过强制运动,凡静止之物恒静这一主张被取消了。不仅增进和强制运动被取消,假若没有任何事物能够轮流静止与运动的话,生成与毁灭正如他所说,也被这一论证所取消;因为正如增进之物在彼时以增进方面的运动而运动,而这一运动在增进之前它并未运动,生成和毁灭之物亦是如此。因为对于增进之物而言,如果它在增进之前也以其增进时所运动的同一运动而运动,那么要么它现在甚至也没有以增进性的运动而运动,从而没有任何增进之物发生增进,要么在它尚未增进的原先,它就已经在发生增进了。
- 8.24δεύτερον ἐπάγει τῷ λόγῳ τὸ μάχεσθαι τοῖς φανεροῖς τὸν ταῦτα ἀμφισβητοῦντα, καὶ κατὰ τί, προσέθηκεν.
主动词 ἐπάγει 的直接宾语是带冠词的不定式短语 τὸ μάχεσθαι τοῖς φανεροῖς τὸν ταῦτα ἀμφισβητοῦντα(其中宾格 τὸν ... ἀμφισβητοῦντα 作不定式的逻辑主语),τῷ λόγῳ 为与格(“在论证中[补充]”)。后半句 καὶ κατὰ τί, προσέθηκεν 中,间接疑问词组 κατὰ τί 作 προσέθηκεν 的宾语,意为“并且补充指出了在何种方面[与显明事实作对]”。
- 8.24ἔδειξε διὰ τοῦ εἰ μὴ κινήσεται παρὰ φύσιν ἠρεμοῦν πρότερον
介词短语 διὰ τοῦ 中的属格冠词 τοῦ 将亚里士多德被引用的条件句原话(εἰ μὴ κινήσεται...)名词化,作为介词 διά 的宾语。这种“διὰ τοῦ + 直接引文”是注疏文献中引证亚里士多德原文来充当论据手段的典型句式。
- 8.24τό τε γὰρ αὐξόμενον, εἰ καὶ πρὸ τοῦ αὔξεσθαι τὴν αὐτὴν ἐκινεῖτο κίνησιν, ἣν καὶ ὅτε αὔξεται, ἤτοι οὐδὲ νῦν τὴν αὐξητικὴν κινεῖται, ὥστε οὐδὲν αὔξεται αὐξόμενον, ἢ καὶ πρότερον ἦν αὐξόμενον, ὅτε οὔπω ηὔξετο.
句首的 τό τε γὰρ αὐξόμενον 是先置的主题化主语。紧随其后的是条件从句 εἰ καὶ ... ἣν καὶ ὅτε αὔξεται,归结句则由相关连词 ἤτοι ... ἤ(“要么……要么……”)引导出一个两难归谬:前一个肢引出 ὥστε 结果从句,后一个肢则导出“在尚未增进之时就已在增进”的矛盾。
