← 辛普里丘

亚里士多德《物理学》注释

§1199.16-1200.26

对质变与位移运动连续性的驳斥

通过质变是趋向相反者的有限运动以及对石头的观察,驳斥了万物持续发生质变的观点;并进而通过物体在其固有位置上的静止,否定了空间位移是连续不断的说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.23#4

“ἔδειξε δέ, φησίν, ὁ Ἀλέξανδρος, διὰ τοῦ νῦν εἰρημένου, πῶς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας πρὸς Μέλισσον ἀντιλέγων εἶπεν· “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς.” οὐ γὰρ ἀθρόαν ὡς ἄχρονον εἶπεν (ψεῦδος γὰρ τοῦτο), ἀλλὰ τὴν ἀθρόου τοῦ μεταβάλλοντος εἰς τὸ μεταβάλλειν ἀρχήν, καὶ οὐ κατὰ μόρια.1 ὅτι δὲ τὸ ἀλλοιούμενον οὐκ ἐπ’ ἄπειρον συνεχῶς οἷόν τε κινεῖσθαι, ὡς ἔλεγον οἱ πάντα ἀεὶ κινεῖσθαι λέγοντες, δείκνυσι καὶ ἐκ τοῦ ἐξ ἐναντίου εἰς ἐναντίον τὴν μεταβολὴν τοῖς ἀλλοιουμένοις γίνεσθαι, καὶ ἐν χρόνῳ μὲν αὐτῶν γίνεσθαι τὴν μεταβολήν, εἶναι δέ τι ὡρισμένον, εἰς ὃ μεταβάλλουσι, καὶ ὅταν εἰς ἐκεῖνο ἔλθωσιν ἵστανται· εἰς τοῦτο γὰρ τέταται ἡ μεταβολή· τὸ γοῦν νοσοῦν καὶ μεταβάλλον ἐκ τῆς νόσου καθ’ ὅσον ἐκ νόσου μεταβάλλει, οὐκ εἰς ἄλλο τι μεταβάλλει ἢ εἰς ὑγίειαν (τοῦτο γὰρ ἐναντίον τῇ νόσῳ), καὶ ἐν χρόνῳ γε ἡ μεταβολὴ γίνεται αὐτῷ, ἀλλ’ οὐκ ἐν πέρατι χρόνου, διότι πᾶσα κίνησις ἐν χρόνῳ καὶ τὸ πέρας τῆς κινήσεως ἐν τῷ πέρατι τοῦ χρόνου. ὅταν οὖν ὑγιαῖνον ἐκ νοσοῦντος γένηται, ἵσταται ἐν τῇ ὑγείᾳ. οὐ γάρ ἐστιν ἄλλο, εἰς ὃ κινήσεται τὸ νοσοῦν· οὐδὲ γὰρ ἦν ἄλλο τι τῇ νόσῳ ἐναντίον. εἰ οὖν μὴ ἔχει λοιπόν, ἐφ’ ὃ κινήσεται, τὸ λέγειν συνεχῶς ἀλλοιοῦσθαι, λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν.2 ἐπὶ τί γὰρ ἔτι κινήσεται τὸ καταλαβὸν ἐκεῖνο, οὗ ἕνεκα ἐκινεῖτο; διὰ δὲ τοῦ εἰπεῖν ἀνάγκη χρόνον γενέσθαι, ἐν ᾧ ὑγιασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου ἔδειξεν ὅτι κίνησίς τίς ἐστιν ἡ ἐκ νόσου εἰς ὑγείαν μεταβολή· οὐ γὰρ ἀχρόνως γίνεται, οὐδὲ ἐν πέρατι χρόνου, οὐ μὴν διὰ τοῦτο ἤδη καὶ ἐπ’ ἄπειρον γίνεται. τὸ δὲ ἐπιχείρημα τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁρμόττει μεταβολῶν, εἴπερ πᾶσαι ἐξ ἐναντίου εἰς ἐναντίον γίνονται καὶ πρὸς τέλος τι σπεύδουσι τὸ ἐναντίον, ἀφ’ οὗ καὶ ὀνομάζονται, γένεσις μὲν ἀπὸ τοῦ ὄντος, αὔξησις δὲ ἀπὸ τῆς προσθέσεως, καὶ λεύκανσις ἀπὸ τοῦ λευκοῦ, καὶ ἀναφορὰ ἀπὸ τοῦ ἄνω. ὅτι δὲ μὴ ἔστι συνεχὴς ἡ κατὰ τὴν ἀλλοίωσιν κίνησις, δείκνυσι καὶ ἐκ τῆς ἐναργείας· ὁ γὰρ λίθος ἐν πολλῷ χρόνῳ οὔτε σκληρότερος γίνεται οὔτε μαλακώτερος, ἀλλ’ “οὐδὲ ἑκάστης ἡμέρας ἀπορρεῖ τι αὐτοῦ,” ὥς φησιν Εὔδημος· “ἐν πολλοῖς γὰρ ἔτεσι πλείων ἔσται ἡ ἀπόρροια τοῦ σώματος, ἀφ’ οὗ ἀπορρεῖ, καίτοι διαμένοντα, φησί, φαίνεται πολλὰ καὶ μικρὰ παμπληθῆ χρόνον ἄψαυστα κείμενα.” Μνημονεύσας δὲ τοῦ λίθου ὡς οὐκ ἀλλοιουμένου συνεχῶς, ἐπάγει, ὅτι καὶ κατὰ τὸ φέρεσθαι, τουτέστι κινεῖσθαι κατὰ τόπον, οὐκ ἔστι κίνησις τῷ λίθῳ συνεχὴς καὶ ἀνέκλειπτος. κἂν γὰρ αἱ αὐξήσεις καὶ ἀλλοιώσεις λελήθασιν ἡμᾶς, ἀλλ’ ὅ γε λίθος οὐ λέληθεν ἡμᾶς ὁτὲ μὲν κάτω φερόμενος, ὁτὲ δὲ μένων ἐπὶ τῆς γῆς. ὅλως δὲ ἡ γῆ καὶ καθόλου πάντα τὰ ὑπὸ σελήνην (κοινῶς γὰρ ἐπὶ πάντων δείκνυσιν, ὅτι οὐκ ἔστιν αὐτοῖς συνεχὴς ἡ κατὰ τόπον κίνησις), εἰ ὁρᾶταί ποτέ τινα αὐτῶν ἐν τοῖς οἰκείοις τόποις, ἀνάγκη μὴ κινεῖσθαι αὐτὰ τότε κατὰ τόπον. καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ φυσικὰ πάντα σώματα μένει μὲν ἐν τοῖς οἰκείοις τόποις. κινεῖται δὲ κατὰ φύσιν μὲν ἐπὶ τοὺς οἰκείους τόπους, παρὰ φύσιν δὲ καὶ βίᾳ ἐκ τούτων. εἴ τινα ἄρα αὐτῶν ἐν τοῖς οἰκείοις εἴη ποτὲ τόποις, ταῦτα ἀδύνατον κατὰ τόπον τότε κινεῖσθαι. εἰ γὰρ ἀνάγκη τὸ κινούμενον ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖσθαι, οὐδετέρως δὲ ταῦτα κινεῖται κατὰ τόπον, τὰ ἐν τοῖς οἰκείοις ὄντα τόποις οὐδ’ ἂν κινοῖντο κατὰ τόπον. καὶ συμπεραίνεται λοιπὸν τὰ δύο πρῶτα τμήματα τῆς διαιρέσεως, ὧν τὸ μὲν μὴ πάντα ἠρεμεῖν ἀεὶ ἐκ τῆς ἐναργείας κατεσκεύασε. τὸ δὲ μὴ πάντα ἀεὶ κινεῖσθαι καὶ προσκατεσκεύασεν.3

[辛普利丘]说:“亚历山大通过刚才所说的内容表明了,他在本著作第一卷中反驳梅利梭时所说的‘宛若一举的变化并未发生那样’究竟是何意。”因为他所说的“一举”并非指“无时间的”(因为这是错误的),而是指发生变化之物作为一个整体进入变化的开端,而不是逐个微小部分地[开始]。至于发生质变之物不可能无限地连续运动,正如那些声称万物恒动者所主张的那样,他[亚里士多德]还通过以下事实来证明:对于发生质变之物而言,变化是从相反者向相反者发生的,并且它们的变化是在时间中发生的,但存在着它们变化所朝向的确定之物,当它们达到那一点时便停歇下来;因为变化正是指向这一点的。例如,患病且从疾病中发生变化之物,就其脱离疾病而变化而言,所变化朝向的不是别的,正是健康(因为这是疾病的相反者),而且其变化是在时间中发生的,而不是在时间的极限中[发生的],因为一切运动都在时间中,运动的极限在时间的极限中。因此,当它从患病状态转变为健康状态时,便停留在健康之中。因为患病之物不再有可朝向运动的其他事物;对疾病而言也并不存在其他相反者。因此,如果它不再具有可朝向运动的目标,那么断言它在持续地发生质变,就是对昭然若揭的事实进行过分的争辩。因为那已经获得其先前赖以运动的目标之物,还能朝向什么运动呢?而通过说“必定存在其将在其中痊愈的时间,而不是在时间的极限中”,他[亚里士多德]表明了从疾病向健康的变化是一种运动;因为这一变化既非无时间地发生,亦非在时间的极限中发生,然而这绝不意味着它因此就已经无限地发生。这一论据也适用于其他变化,倘若一切变化都是从相反者向相反者发生,并且趋向作为相反者的某种终点(它们亦以此命名):生成源自存在,增进源自相加,变白源自白色,向上运动源自上方。至于按照质变的运动不是连续的,他[亚里士多德]还从显明的事实中证明了这一点:因为石头在长久的时间中既没有变得更硬,也没有变得更软,甚至正如欧德谟所说,“也并非每一天都有东西从它那里流失”;“因为在许多年中,流失之量将会大于流失所源自的物体本身,然而,”他[欧德谟]说,“许多细小的东西显见于长久未受触动地放置着并留存下来。” 在提及石头并非持续发生质变之后,他[亚里士多德]接着指出,在空间位移即按照空间位置运动方面,石头也不存在连续而无休止的运动。因为即使增进与质变避开了我们的注意,但石头有时向下运动、有时停留在地面上,这一点却绝未避开我们的注意。总体而言,大地以及月亮之下的一切事物(因为他共同证明了对于它们全部而言,按照空间位置的运动都不是连续的),如果它们之中的某些事物在某个时候在其固有的位置被看见,那么它们那时必然不在按照空间位置运动。他是这样证明这一点的:一切自然物体都停留在固有位置之中;它们按照自然朝向固有位置运动,而违背自然且受强制地脱离这些位置运动。因此,如果它们之中的某些事物在某个时候处于固有位置之中,这些事物在那时便不可能按照空间位置运动。因为如果被运动之物必然要么受强制运动,要么按照自然运动,而这些事物并非以这两种方式中的任何一种按照空间位置运动,那么处于固有位置之中的事物便甚至根本不可能按照空间位置运动。至此,该划分的前两个部分便最终得以确立:其中一个部分——并非万物恒静——是他从显明的事实中确立的,另一个部分——并非万物恒动——也是他进一步确立的。

语法注3 条
  1. 8.23οὐ γὰρ ἀθρόαν ὡς ἄχρονον εἶπεν (ψεῦδος γὰρ τοῦτο), ἀλλὰ τὴν ἀθρόου τοῦ μεταβάλλοντος εἰς τὸ μεταβάλλειν ἀρχήν, καὶ οὐ κατὰ μόρια.

    ἀθρόαν 是宾格述语补足成分,修饰承接上文引文省略的 μεταβολήν。在 ἀλλά 之后省略了 εἶπεν,宾格短语 τὴν ... ἀρχήν 作为其直接宾语。属格成分 ἀθρόου τοῦ μεταβάλλοντος 修饰 ἀρχήν,意为“变化之物作为一个整体进入变化的开端”。

  2. 8.23εἰ οὖν μὴ ἔχει λοιπόν, ἐφ’ ὃ κινήσεται, τὸ λέγειν συνεχῶς ἀλλοιοῦσθαι, λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν.

    主句的主语是带有中性定冠词的不定式短语 τὸ λέγειν συνεχῶς ἀλλοιοῦσθαι(“断言它持续发生质变”),述谓成分是 λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν(“是对显明事实的过分争辩”)。条件从句 εἰ ... μὴ ἔχει λοιπόν 中省略了主语(完成变化之物),关系从句 ἐφ’ ὃ κινήσεται 包含了充当 ἔχει 宾语的先行成分。

  3. 8.23καὶ συμπεραίνεται λοιπὸν τὰ δύο πρῶτα τμήματα τῆς διαιρέσεως, ὧν τὸ μὲν μὴ πάντα ἠρεμεῖν ἀεὶ ἐκ τῆς ἐναργείας κατεσκεύασε. τὸ δὲ μὴ πάντα ἀεὶ κινεῖσθαι καὶ προσκατεσκεύασεν.

    ὧν 是整体属格关系代词,先行词为 τὰ δύο πρῶτα τμήματα。随后的 τὸ μὲν ... τὸ δὲ ... 构成了与 ὧν 相呼应的并列结构,分别与带冠词的不定式短语(μὴ πάντα ἠρεμεῖν ἀεὶ / μὴ πάντα ἀεὶ κινεῖσθαι)构成同位语,充当各自谓语动词(κατεσκεύασε / προσκατεσκεύασεν)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1199.16-1200.26