- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:118.26-120.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘就亚里士多德《物理学》第一卷第三章(186a25)论述巴门尼德论证的不推论性,并借助“白”的事例加以反驳。即使假定存在以单一方式被说,也无法推导出数目上的一,因为主体与偶性在定义上的区别决定了存在者必然包含多数。
" Ἀσυμπέραντος δέ, ὅτι εἰ μόνα τὰ λευκὰ ληφθείη." Κἂν συγχωρήσῃ τις αὐτῷ, φησίν, τὸ ὂν μὴ πολλαχῶς λέγεσθαι ἀλλὰ μοναχῶς, ὡς εἶναι τὴν πρότασιν ἀληθῆ τὴν λέγουσαν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν’, σημαίνοι δὲ ἓν τὸ ὄν, οὐδὲ οὕτως ἓν τῷ ἀριθμῷ συνάγεται τὸ ὄν. τὸ γὰρ συναγόμενόν ἐστιν ὅτι ‘τὸ παρὰ τὸ ὂν οὐδὲν εἰ οὐχ ἕν’.1 εἰ δέ τις τὸ ἀντίστροφον τούτῳ βούλεται συναγαγεῖν ὡς ἑπόμενον τῷ συναγομένῳ, ὅπερ δοκεῖ ποιεῖν ὁ Παρμενίδης, ἐπειδὴ σὺν ἀντιθέσει ἡ ἀντιστροφή,2 τὸ συναγόμενον ἔσται ‘τὸ ἓν ἄρα ὄν’. εἰ γὰρ ἡ ἀκολουθία ἦν ‘τὸ παρὰ τὸ ὄν, τουτέστι τὸ μὴ ὄν, οὐχ ἕν’, γίνεται ἐκ τῆς ἀντιστροφῆς ‘τὸ ἓν ἄρα ὄν’· ὅπερ ἄλλο ἐστὶ τοῦ ‘τὸ ὂν ἓν ἢ ἓν τὸ ὄν’. αὐτὸς δὲ ἐπὶ τοῦ λευκοῦ δείκνυσι τὸ ἀσυμπέραντον νῦν μὲν ὡς συμβεβηκός τι λαμβάνων τὸ ὄν, μετ’ ὀλίγον δὲ ὡς οὐσίαν, καὶ καθ’ ἑκάτερον δεικνὺς μὴ δυνάμενον ἓν εἶναι τὸ ὄν. εἰ γὰρ μόνον εἴη τὸ λευκὸν καὶ μηδὲν ἄλλο, ὡς πᾶν τὸ παρὰ τὸ λευκὸν μὴ ὂν εἶναι καὶ τὸ μὴ ὂν μηδέν, οὐδὲ οὕτως ἓν τῷ ἀριθμῷ δείκνυται τὸ λευκόν, ἀλλ’ εἴπερ ἄρα, ἢ τῷ γένει ἢ τῷ εἴδει, ὅπερ καὶ πολλά ἐστιν. ὅτι δὲ οὐκ ἔστιν ἓν τῷ ἀριθμῷ, δείκνυσιν ὑπομιμνήσκων τῆς προληφθείσης τοῦ τοιούτου ἑνὸς διαιρέσεως. εἰ γὰρ ἦν ἓν τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἔμελλεν εἶναι ἓν ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ τὸ αὐτό. ἀλλ’ οὔτε ὡς συνεχὲς ἀνάγκη ἓν εἶναι· δύναται γὰρ πολλὰ εἶναι καὶ διωρισμένα τὰ λευκὰ τούτων κειμένων τῶν προτάσεων. οὐδὲ γὰρ τῇ συνεχείᾳ ἓν λευκόν ἐστι χιὼν καὶ κύκνος καὶ ψιμύθιον, ἀλλὰ διῄρηται. καίτοι κἂν συνεχές τις αὐτὸ συγχωρήσῃ, πολλὰ δέδεικται τὸ συνεχὲς τῇ διαιρέσει. καὶ ἄλλως δὲ κἂν συνεχές τις εἶναι συγχωρήσῃ τὸ λευκόν, οὐκ ἔσται τῷ λόγῳ ἕν, ἕκαστον γὰρ τῶν λευκῶν ἰδίᾳ λαμβανόμενον διαιρεῖται εἴς τε τὸ ὑποκείμενον ὃ μετέχον λευκότητος λευκὸν λέγεται, καὶ εἰς αὐτὸ τὸ χρῶμα τὸ μετεχόμενον. καὶ γὰρ καὶ τοῦτο λευκὸν λέγεται καὶ λευκὸν εἶναι καὶ εἶδος λευκότητος. καὶ ἔσται ἑκατέρου ἴδιος ὁ λόγος, τοῦ μὲν ὡς ὑποκειμένου, οἷον τοῦ κύκνου ὅτι ἐστὶ ζῷον τοιόνδε λελευκωμένον, τοῦ δὲ ὡς καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ, ἑκατέρως γὰρ ὑπ’ αὐτοῦ λέγεται τὸ συμβεβηκός, ὅτι ἐστὶ χρῶμα διακριτικὸν ὄψεως. ὥστε πολλὰ ἔσται τὰ λευκὰ καὶ μενούσης ἀληθοῦς τῆς λεγομένης προτάσεως ‘παρὰ τὸ λευκὸν οὐδέν’· ἄλλος γὰρ ἑκατέρου λόγος, καίτοι λευκῶν ἀμφοῖν λεγομένων. καὶ οὐ δεῖ ταραχθῆναι μὴ ἀναγκασθῶμεν ἕτερον τῷ λόγῳ λέγοντες τὸ συμβεβηκὸς παρὰ τὸ ὑποκείμενον χωριστὴν αὐτῷ δοῦναι3 τοῦ ὑποκειμένου τὴν ὑπόστασιν. οὐ γὰρ ἀνάγκη, ὧν ὁ λόγος ἕτερος, ταῦτα καὶ καθ’ ὑπόστασιν ἀλλήλων κεχωρίσθαι. καὶ γὰρ τὰ συνυφιστάμενα ἀλλήλοις ἔχει λόγους οἰκείους, καὶ ἐπέρεισιν οἰκείαν δέχεται τῆς ψυχῆς, ὡς ἐπιφάνεια καὶ σῶμα. οὐδὲ γὰρ καθὸ χωριστόν, κατὰ τοῦτο λόγον οἰκεῖον ἔχει.4 τοῦτο δέ, φησί, Παρμενίδης οὔπω ἑώρα, ὅτι δυνατὸν τὰ τῇ ὑποστάσει ἓν ὄντα λόγους διαφόρους ἔχειν καὶ κατὰ τοῦτο πολλὰ εἶναι. καὶ οὐδὲν μὲν ἦν θαυμαστὸν τοὺς κανόνας τῶν λόγων μήπω τότε διακεκρίσθαι, ἀλλὰ ὕστερον φωραθέντας ἐξ αὐτῶν τῶν πραγμάτων οὕτως ἐξενεχθῆναι πρὸς πλείονα συντελοῦντας ἀκρίβειαν· ὡς καὶ ὁ Εὔδημος μαρτυρεῖ λέγων “Παρμενίδου μὲν οὖν ἀγασθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος ἃ οὔπω τότε διεσαφεῖτο.
“但这并没有得出结论,因为如果只取白的事物。” 他说,即使有人向他让步承认存在不是以多重方式被说的,而是以单一种方式被说的,以致那陈述“在存在之外者是非存在”的前提为真,并且存在意味着一,即便如此,存在在数目上也推导不出是一。因为所推导出的乃是“若非是一,在存在之外者即是无”。但若有人想要推导出与此相对的换位命题作为由所推导出者而来的后件——这正是巴门尼德似乎在做的事——既然换位伴随着否定,所推导出的便将是“因此一即是存在”。因为若推论序列曾是“在存在之外者,即非存在,不是一”,由换位得出的便是“因此一即是存在”;而这不同于“存在是一”或“是一,存在”。但他自己在白的事例上表明了缺乏结论性,此刻将存在当作某种偶性来取,不久之后又当作实体来取,并在两种情况下都表明存在不可能是一。因为即使只有白存在而无其他任何事物,以致在白之外的一切皆是非存在,而非存在即是无,即便如此,白在数目上也并没有被表明是一,而毋宁说即使是,也只是在属或种上,而这甚至是多数。至于它在数目上不是一,他通过使人想起先前所假定的这种一的区分来表明。因为若它在数目上是一,它本应当要么作为连续者是一,要么作为不可分者是一,要么作为在定义上同一者是一。但作为连续者它没有必然性是一;因为在这些前提已立的情况下,白的事物完全可能是多数且彼此区分的。因为雪、天鹅和铅白凭连续性并非一个白,而是分立的。然而哪怕有人承认它是连续的,连续者通过分割已被表明是多数。从另一方面看,即使有人承认白是连续的,在定义上也绝不会是一;因为每一个白的事物被个别地取来时,都被划分为分有白性而被说成是白的主体,以及被分有的颜色本身。因为这颜色本身也被说成是白,是白的存在,是白性的一种。并且两者各自都将有其特有的定义:其一作为主体,例如天鹅,其定义是这样一种被变白的动物;另一作为依主体[被说]或在主体之中的——因为偶性由他按这两种方式被说——其定义是分离视线的颜色。因此,即使陈述“在白之外无物”的前提保持为真,白的事物也将是多数;因为尽管两者皆被说成是白,两者的定义却是不同的。我们不必因担忧在说偶性与主体在定义上相异时,会被迫赋予它脱离主体的分离存立而感到惶恐。因为定义相异的事物,并不必然在存立上也彼此分离。因为彼此共同存立的事物也具有特有的定义,并接受灵魂特有的把握,正如表面与物体那样。因为并非由于它是分离的,它才在这方面具有特有的定义。他说,这一点巴门尼德当时尚未看到:在存立上为一的事物,可能具有不同的定义,并就此而言是多数。在当时定义的规矩尚未被区分清楚,而是后来才从事物本身中被探明,并为了更大的精确性而以这种方式被阐发出来,这毫无可奇怪之处;正如欧德谟也作证说:“因此人们或许会惊异于巴门尼德追随了不足为信的论证,并被当时尚未澄清的此类事物所蒙骗。
- 1.22τὸ συναγόμενόν ἐστιν ὅτι ‘τὸ παρὰ τὸ ὂν οὐδὲν εἰ οὐχ ἕν’
ὅτι 引导的从句内部,条件从句 εἰ οὐχ ἕν 修饰主句 τὸ παρὰ τὸ ὂν οὐδέν,意为“若非是一,则在存在之外者即是无”。
- 1.22ἐπειδὴ σὺν ἀντιθέσει ἡ ἀντιστροφή
短语 σὺν ἀντιθέσει 在逻辑术语中表示“伴随否定的换位”(即逆否换位,contraposition),指主项与谓项在互换位置时伴随否定。
- 1.22καὶ οὐ δεῖ ταραχθῆναι μὴ ἀναγκασθῶμεν ... δοῦναι
非人称结构 οὐ δεῖ ταραχθῆναι 之后接表示担忧/阻止的 μή 从句与虚拟式 ἀναγκασθῶμεν(“不必因担心我们会被迫……而感到惶恐”)。
- 1.22οὐδὲ γὰρ καθὸ χωριστόν, κατὰ τοῦτο λόγον οἰκεῖον ἔχει
由 καθὸ ... κατὰ τοῦτο 构成的相关结构(“在……的范围内,就在这方面……”)受到否定。主语指前文所述共同存立者(如表面或偶性),意指其拥有固有定义并非因其是分离独立的。
