- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1198.1-1199.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“水滴磨损岩石”这一比喻究竟是指水滴接续下落的堆垛式论辩,还是指亚历山大所理解的一举倾泻之水,并结合运动在时间中的过程认为前者更为切题。进而,他阐明增进、减少以及质变(如凝结)等运动并非依循极小部分无限细分地发生,而是能够一举发生。
τούτου οὖν ἄρα μέμνηται, ὅταν λέγῃ· ὅμοιος ὁ λόγος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν. ἢ ἄλλου ἐπὶ ἀθρόας ὕδατος καταφορᾶς ἐρωτωμένου οὕτως·1 εἰ τὸ τοσόνδε ὕδωρ ἅμα κατενεχθὲν τοσόνδε τῆς πέτρας ἀφεῖλεν, ἆρα καὶ τὸ ἥμισυ αὐτοῦ τὸ ἥμισυ ἀφεῖλε, καὶ ὁ εἷς σταλαγμὸς τὸ ἀνάλογον. οὕτω γὰρ ὁ Ἀλέξανδρος ἀκούσας φαίνεται τοῦ λόγου. “τῇ γὰρ λεγούσῃ, φησί, δόξῃ,2 ἐπεὶ ὑπὸ τοῦ τοσοῦδε ὕδατος τοῦ καταράξαντος ἐπὶ τὴν πέτραν ἡ πέτρα κεκοίλανται (ὃ σταλαγμὸν ὀνομάζει ἴσως ἀπὸ τοῦ καταστάζειν), καὶ ὑπὸ ἑκάστου τῶν ἐπιπιπτόντων μορίων αὐτοῦ ἐκοιλαίνετο, ἄδηλος δὲ ἡμῖν ἡ κατὰ τοσοῦτον κίνησις καὶ μείωσις αὐτῆς.” ἔοικε δὲ ὁ Ἀλέξανδρος τῷ κατὰ τὴν νεωλκίαν παραδείγματι ἀκολουθήσας, ἐφ’ οὗ ἅμα ἦσαν πάντες οἱ νεωλκοί, καὶ τὸν σταλαγμὸν ἐπὶ ἀθρόου ὕδατος ἀκοῦσαι. ἐπεὶ ὅτι ὁ σταλαγμὸς ἐπὶ τῆς ῥανίδος λέγεται κυρίως, πρόδηλον, οἶμαι, ἐστί· δηλοῖ δὲ καὶ τὸ οἱ σταλαγμοὶ οἱ τοσοίδε ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον ὡς διῃρημένων καὶ ἠριθμημένων τῶν σταλαγμῶν. τοῦ δὲ Ἀριστοτέλους ἐπὶ τῶν μερῶν τοῦ ἀφαιρεθέντος ἀπὸ τῆς πέτρας εἰπόντος ἀλλ’ οὐδὲν αὐτῶν ἐκινήθη χωρὶς ἀλλ’ ἅμα ὁ Ἀλέξανδρος καὶ ἐπὶ τοῦ κινοῦντος ὕδατος ἀκούων3 τοῦτο “οὐδὲ γὰρ ἐν ἐνεργείᾳ, φησί, τὰ μέρη τοῦ κινοῦντος ἐν τῷ ὅλῳ, ὡς κινεῖν καθ’ αὑτά”, ὡς ἀθρόον λαβὼν τὸ κατενεχθὲν ὕδωρ καὶ ἀφελόν τι τῆς πέτρας. μήποτε δέ,4 ὅπως μὲν ἂν ἐρωτηθῇ ὁ λόγος, εἰς τὸ αὐτὸ τείνει τὸ τῷ κατ’ ὀλίγον λανθάνειν τὴν αἴσθησιν, εἴτε ἐν τῷ αὐτῷ νῦν ὁ εἰς τὸ κατ’ ὀλίγον ἐπιμερισμὸς γίνεται ὡς ἐπὶ τῆς νεωλκίας καὶ τοῦ ἀθρόου ὕδατος τοῦ ἀφελόντος, εἴ τε ἐν ἄλλῳ καὶ ἄλλῳ ὡς ἐπὶ τῶν ῥανίδων τῶν ἐν χρόνῳ πλείονι τῇ ἐνδελεχείᾳ κοιλαινουσῶν τὴν πέτραν. τοῦτο δὲ οἰκειότερον οἶμαι τοῖς προκειμένοις τὸ παράδειγμα, διότι καὶ ἡ κίνησις οὐχ ἅμα πᾶσα οὖσα τῷ μερισμῷ λανθάνει τὴν αἴσθησιν· οὔτε γὰρ ἡ αὔξησις καὶ ἡ μείωσις ἅμα οὔτε ἡ ἀλλοίωσις οὔτε ἡ κατὰ τόπον μεταβολή. τὸ δ’ οὖν λεγόμενόν ἐστιν, ὅτι κἂν τὸ ἀπιὸν ἐν τῇ φθίσει καὶ τὸ προσιὸν ἐν τῇ αὐξήσει μεγέθη ὄντα ἐπ’ ἄπειρόν ἐστι διαιρετά, ἀλλ’ οὐκ ἀνάγκη τὴν ἀποχώρησιν καὶ τὴν πρόσθεσιν κατὰ ἐλάχιστα γίνεσθαι· ἀλλὰ ἀθρόον ποτὲ ἄπεισι καὶ ἀθρόον προστίθεται. οὐκ ἄρα τῷ κατ’ ὀλίγον λανθάνει ταῦτα ἡμᾶς ἐπ’ ἄπειρον, ὥς φασι, μειούμενα ἢ αὐξόμενα. εἰ δέ, ὡς εἶπεν, ἔστι τι καὶ τὸ μέσον, ἐν ᾧ ἵσταται τὰ αὐξόμενα, ὅταν ἀπολάβῃ τὸ μέτρον, οὐκ ἀνάγκη ἐπ’ ἄπειρον αὔξεσθαι ἢ ἐπ’ ἄπειρον μειοῦσθαι. κἂν γὰρ τρέφηται ἐν τῷ μέσῳ, ἀλλὰ ἄλλο τὸ τρέφεσθαί ἐστι, καὶ ἄλλο τὸ αὔξεσθαι, δῆλον δέ, ὅτι κἂν ἀθρόον ἀφῃρέθη τι τῆς πέτρας μέρος, ἀλλ’ ἑκάστη ῥανὶς ἔδρασέ τι πάντως εἰς τὴν πέτραν ἀσθενεστέραν ποιοῦσα, καὶ τῶν νεωλκῶν ἕκαστος εἰσήγαγε τὴν καθ’ ἑαυτὸν δύναμιν τῇ ὅλῃ. καὶ ἡ τῆς πέτρας διάστασις ποτὲ μὲν καὶ κατ’ ὀλίγον ἀνεπαισθήτως γίνεται, ποτὲ δὲ ῥήγνυται μὲν ἀθρόως, ἡ δὲ κατ’ ὀλίγον ὑποτροφὴ τῆς συκῆς προοδοποιεῖ τῇ ῥήξει τὴν τῆς πέτρας ἀσθένειαν. κἂν κατ’ ὀλίγον δὲ μέχρι τινὸς ἀνεπαισθήτως πρόεισιν, ἀλλ’ ἀθρόον ἐπὶ τέλει γενόμενον ἵσταται, ὅταν εἰς τοῦτο ἔλθῃ, εἰς ὃ ἔσπευδε, καὶ ἡ αὔξησις καὶ ἡ μείωσις. Δείξας δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῆς αὐξήσεως καὶ τῆς μειώσεως, ὅτι μὴ ἐπ’ ἄπειρον ἡ αὔξησις καὶ ἡ μείωσις γινομένη τῷ κατ’ ὀλίγον διαλανθάνει, εἴπερ μὴ κατὰ συνέχειαν ἡ πρόσθεσις καὶ ἡ ἀφαίρεσις, ἀλλὰ καὶ ἀθρόαι γίνονται, τὸν αὐτὸν λόγον φησὶ καὶ ἐπὶ ἀλλοιώσεως πάσης ἁρμόττειν. οὐ γὰρ εἰ τὸ ἀλλοιούμενον μέγεθός τί ἐστιν ἐπ’ ἄπειρον μεριστόν (τοῦτο γὰρ σημαίνει τὸ μεριστὸν εἰς ἄπειρα), διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις αὐτοῦ κατὰ μόρια γίνεται κατὰ τὸ πρότερον καὶ ὕστερον, ἀλλ’ ἀθρόον ἅμα ἀλλοιοῦται· καὶ ἡ ἀλλοίωσις ἀθρόα γίνεται, ὥσπερ ἡ πῆξις τοῦ γάλακτος καὶ τοῦ ὕδατος καὶ τῶν τοιούτων, ἅπερ κἂν μεριστὰ ᾖ, ἀλλ’ οὐ πήγνυται κατ’ ἐλάχιστα μόρια, ἀλλ’ ἀθρόα μεταβάλλει καὶ συνίσταται.
那么,当他说“这一论辩与关于水滴磨损的论辩相似”时,所提及的究竟是这一个[论辩]呢,还是关于水的一举倾泻而如下发问的另一个[论辩]:“如果一同倾泻而下的这许多水移去了岩石的这许多部分,那么它的一半是否也移去了一半,而单单一滴水滴也移去了相应的比例呢?”因为亚历山大似乎正是这样理解这一论辩的。他说:“因为针对这样一种主张的意见,即既然由于倾泻在岩石上的这许多水使得岩石被滴穿(他或许因其滴落[katastazein]而称之为‘滴’[stalagmos]),它也就一直在被撞击它的每一个微小部分所滴穿,而它按照如此份额的运动和减少对我们而言是不可察觉的。”亚历山大似乎遵循了拉船的例子(在拉船中,所有的拉船者是同时[施力]的),从而将水滴也理解为一举倾泻的水。因为在我看来,水滴[stalagmos]在本义上是指单个水滴[ranis],这是显而易见的;亚里士多德所说的“这么多水滴”也表明了这一点,因为这些水滴已被划分且计数了。而在亚里士多德针对从岩石上移去的部分说“但它们之中没有任何一个被单独运动,而是一同运动”时,亚历山大将此也理解为作用的水,并说:“因为推动者的各部分并非在整体中现实存在,以至于能够自身单独推动”,从而将倾泻而下并移去岩石某部分的水看作是一举之物。然而或许,无论该论辩如何被发问,因微小而避开感觉这一点都归向同一个结果,无论化整为零的分割是发生在同一个“现在”之中(如拉船和移去[部分]的一举倾泻之水那样),还是发生在相继不同的〔“现在”〕之中(如在更长的时间中以持久滴穿岩石的水滴那样)。但我认为后一个例子更切合当前的主题,因为运动也由于不是整个同时存在而通过划分避开感觉;因为无论增进与减少,还是质变,抑或空间位置的变化,都不是同时的。无论如何,所说的意思是:即使在衰败中离去之物和在增进中加入之物作为大小是无限可分的,分离与相加也并无必然性按照极小部分发生;相反,有时是一举离去,一举相加。因此,这些事物并不像他们所说的那样,在无限减少或增进的过程中因极其微小而避开我们的注意。而且,正如他所说的,如果增进之物在获得其尺度时还存在某种停驻其中的中间状态,那么也就没有必然性无限增进或无限减少。因为即使在中间状态下受到滋养,滋养是一回事,增进则是另一回事。显而易见,即使岩石的某个部分是一举被移去的,但每一滴水滴都通过使岩石变得更脆弱而必定对岩石有所作用,拉船者中的每一位也将自身的力注入了整体的力之中。而且岩石的撑开有时也极其微小、不可察觉地发生,有时则是一举裂开,而无花果树逐渐的生长为裂开预先准备了岩石的脆弱性。即使在某一限度之前是不可察觉地微小推进,但无论增进还是减少,一旦达到其所趋向的终点,便在最后以一举发生而告停歇。 亚里士多德在增进和减少的事例上证明了:倘若相加和移去并非连续发生,而是也有一举发生的情况,那么增进和减少并不会在无限发生的同时因微小而避开[感知];在此之后,他说同一论点也适用于一切质变。因为,并非由于发生质变之物是某种无限可分的大小(因为“可分为无限”指的正是这一点),就因此其质变也按照先后顺序逐个微小部分地发生,相反是整个同时发生质变。质变是一举发生的,就像牛奶、水以及诸如此类之物的凝固一样;这些东西纵然是可分的,却不是按照极小的微小部分凝固,而是一举发生变化并凝结在一起。
- 8.23ἢ ἄλλου ἐπὶ ἀθρόας ὕδατος καταφορᾶς ἐρωτωμένου οὕτως
ἢ ἄλλου 与前句的 τούτου [τοῦ λόγου] ... μέμνηται 相应,省略了属格名词 λόγου。其后的分词 ἐρωτωμένου(现在分词中被动态单数属格)修饰 ἄλλου,构成了并列的替代性提问:“还是提及了关于水的一举倾泻而如下发问的另一个[论辩]?”
- 8.23τῇ γὰρ λεγούσῃ, φησί, δόξῃ
引自亚历山大注释的开端。与格 τῇ ... δόξῃ 在语境中被理解为表对立或反对的与格(“针对……的意见[进行反驳]”),暗含如 ἀντιλέγει 等反驳性动词,体现了摘引注解时的省略结构。
- 8.23τοῦ δὲ Ἀριστοτέλους ... εἰπόντος ... ὁ Ἀλέξανδρος ... ἀκούων
τοῦ δὲ Ἀριστοτέλους ... εἰπόντος 构成独立属格句(“在亚里士多德说到……时”),与主句主语 ὁ Ἀλέξανδρος 相对照。主语 ὁ Ἀλέξανδρος 由分词 ἀκούων 以及其后的 ὡς ἀθρόον λαβών 所修饰,统摄其引语动词 φησί,形成了包含对比与插入语的复杂句式结构。
- 8.23μήποτε δέ
μήποτε 在此处是用作引出委婉推测或商榷性意见的惯用表达(“然而或许……”)。它与后文的主句直陈式动词 εἰς τὸ αὐτὸ τείνει 相结合,引出辛普里丘的见解,即无论采用哪一种解释,论辩最终都归于同一点(因极其微小而避开感觉)。
