- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1197.2-1197.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘借助拉船与天平的类比证明,水滴穿石与树木裂石并非持续发生的过程,阐明即便增进与减少在概念上无限可分,变化也绝非时刻作为连续的微弱改变发生,并指出了该论证与堆垛悖论的关联。
ὡς οὖν οἱ ταῦτα λέγοντες κινεῖσθαι μὲν συνεχῶς φασιν ἐν τῷ πρὸ τοῦ παντὶ χρόνῳ τὴν μὲν πέτραν μειουμένην, τὸν δὲ λίθον ῥηγνύμενον, λανθάνειν δὲ τῷ κατ’ ὀλίγον τὴν ἡμετέραν αἴσθησιν, οὕτω καὶ οἱ πάντα κινεῖσθαι λέγοντες ἀεὶ συνεχῆ μὲν αὐτῶν ἀεί φασιν εἶναι τὴν κίνησιν, ἡμᾶς δὲ τῷ κατ’ ὀλίγον διαλανθάνειν· οὕτω δὲ καὶ τὰ αὐξανόμενα καὶ μειούμενα. παραθεὶς οὖν οὕτω τὴν ὁμοίαν δόξαν δείκνυσιν αὐτὴν ψευδῆ, καὶ ὅτι μὴ συνεχὴς ἥ τε τῆς πέτρας μείωσις καὶ ἡ τοῦ λίθου διάστασις. οὐ γὰρ εἰ σπιθαμὴν ἐν ἐνιαυτῷ διέστησεν1 τὸν λίθον ἡ συκῆ, καὶ τὸ ἐκ τῆς κεγχραμίδος φυὲν ἐν τῇ πρώτῃ ἡμέρᾳ μέρος τι διέστησεν, οὐδὲ εἰ τὴν πέτραν ἐκοίλαναν χίλιοι σταλαγμοί, καὶ ὁ εἷς σταλαγμὸς μέρος τι πάντως ἐκοίλανεν, ἀλλ’ οὕτως ἔχει ταῦτα, φησίν, ὥσπερ ἡ νεωλκία· καὶ γὰρ ἐπὶ ταύτης οἱ μὲν ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἂν σαλεύσειε προελθών. οὕτω δὲ καὶ οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσόνδε μέρος τῆς πέτρας ἀφεῖλον, εἷς δὲ σταλαγμὸς οὐδ’ ὁτιοῦν μέρος ἂν ἀφέλοι. κἂν γὰρ διαιρετὸν ᾖ τὸ ἀφαιρεθὲν ἀπὸ τῆς πέτρας μέγεθος, ἀλλ’ οὐκ ἀνάγκη ἕκαστον σταλαγμὸν τὸ τοσοῦτον μέρος ἀφελεῖν, ὅσον αὐτός ἐστι τῶν πάντων· ὑπὸ γὰρ τῶν ὅλων τὸ ὅλον ἀφῃρέθη.2 καὶ ὥσπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ πεντήκοντα ἀνδρῶν ἡ ναῦς τέως μὴ κινουμένη ἑνὸς ἐνίοτε προσελθόντος ἐσαλεύθη, καὶ ἐπὶ ζυγοῦ τὰ μὲν δέκα τάλαντα, εἰ τύχοι, οὐκ ἐποίησε ῥοπήν, δραχμὴ δὲ προστεθεῖσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἠδυνήθησαν. ὥστε καὶ ἐπὶ τῶν αὐξομένων καὶ μειουμένων, κἂν ἐπ’ ἄπειρον ᾖ διαιρετὸν τὸ προσιὸν καὶ τὸ ἀπιόν, οὐκ ἀνάγκη κατὰ τὸ συνεχὲς ἀεί τι προστίθεσθαι ἢ ἀεὶ ἀφαιρεῖσθαι χωρίς, ἀλλ’ ὅλον τι προστίθεταί ποτε καὶ ὅλον ἀφαιρεῖται. οὐ γὰρ ἐπειδὴ τὸ ὅλον ὕδωρ τὸ τοσοῦτον ἐκοίλανεν, καὶ τὸ ἥμισυ αὐτοῦ τὸ ἥμισυ κοιλανεῖ, ἢ ὅλως τὸ τοσόνδε μέρος τοῦ ὕδατος τὸ τοσόνδε τοῦ ἀφαιρεθέντος ἀφελεῖ· οὐδὲ γάρ ἐστιν ἐνεργείᾳ τὰ μέρη ἐν τῷ ἀφαιρουμένῳ, ὥστε καὶ χωρὶς ἕκαστον κινεῖσθαι, ἀλλ’ ἅμα ὅλον κινεῖται. φθίσιν δὲ λέγει τὸ ἀπιόν, καθ’ ὃ ἡ φθορὰ γίνεται. δῆλον οὖν ὅτι εἴ τι πάσχει ὑπό τινος, οὐχὶ καὶ ὑπὸ τοῦ τυχόντος αὐτοῦ μορίου πείσεται, καὶ εἴ τι ἐν χρόνῳ τινὶ πάσχει ὑπό τινος, οὐχὶ καὶ ἐν ἅπαντι μορίῳ τοῦ χρόνου πάσχει, ἀλλ’ ἔν τινι ἀθρόον. ἐπιστῆσαι δὲ ἐν τούτοις χρή, πότερον3 ἐκείνου μνημονεύει νῦν τοῦ σωρίτου καλουμένου παρὰ τοῖς σοφισταῖς λόγου, ὡς ἐπὶ τῶν καταφερομένων τοῦ ὕδατος ῥανίδων ἐρωτᾶται. εἰ γὰρ ἡ πρώτη μηδὲν ἔδρασε, φασίν, εἰς τὸ κοιλᾶναι τὴν πέτραν, οὐδὲ ἡ δευτέρα· εἰ δὲ μὴ αὕτη, οὐδὲ ἡ τρίτη, ὥστε οὐδὲ ἡ ἐσχάτη. πῶς οὖν “πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείη”;
因此,正如那些主张这些事情的人断言,在先前的全部时间里,岩石一方面被减少,石头另一方面被裂开,持续地处于运动之中,只是由于一点一点地〔发生〕而避开了我们的感觉;同样地,那些主张一切始终都在运动的人也断言,它们的运动始终是持续的,只是由于一点一点地〔发生〕而避开了我们的注意;对于增进和减少的事物也是如此。因此,他如此并置了这种相似的意见之后,便证明它是虚妄的,并且证明岩石的减少和石头的撑开都不是持续的。因为并非如果无花果树在一年之中将石头撑开了一拃,从无花果籽中生长出来的东西在第一天也就撑开了某个部分;也并非如果一千滴水滴滴穿了岩石,单单这一滴水滴也必定滴穿了某个部分;他说,相反,这些事情正如拉船一样。因为在这种情况下,一百个人一起能够将船拉下水,但每个人单独上前甚至不能使它摇动分毫。同样地,这么多水滴移去了岩石的这么大一部分,但单单一滴水滴甚至不会移去任何部分。因为即便从岩石上移去的大小是可分的,却并无必然性要求每一滴水滴都移去与其自身占全体的比例相当的部分;因为这整个部分是由全部水滴移去的。并且正如在拉船的事例中,船先前未被五十人推动,有时因增加了一人上前便被摇动了;又如在天平上,倘若十塔兰同未曾造成倾斜,但加上一德拉克马便拉下了秤盘;同样地,这么多水滴先前尚未具有滴穿岩石的能力,但因增加了一滴便变得能够做到了。因此,即便在增进和减少的事物上,进来的东西和离去的东西是无限可分的,也并无必然性要求始终按照连续性有个别的东西被添入或始终有个别的东西被移去,而是有时作为一个整体被添入,作为一个整体被移去。因为并非由于全部的水滴穿了这么多,其一半就会滴穿一半,或者普遍地说,水的这么大一部分就会移去被移去之物的这么大一部分;因为在被移去之物中各部分并不是现实存在的,以至于每一部分也能单独运动,相反是作为一个整体同时运动。而他将离去之物称为“衰败”,毁灭正是按照它而发生的。因此显而易见,如果某物受到某物的作用,它并非也会受到该物的任意微小部分的作用;如果某物在某一时间中受到某物的作用,它也并非在该时间的每一个微小部分中都受到作用,而是在某个特定的部分中一举受到作用。在此必须思考的是,他现在是否提及了智者们中间所谓“堆垛论辩”的那个论点,因为该论点正是针对下落的水滴而发问的。他们说,因为如果第一滴水对于滴穿岩石毫无作为,第二滴也同样毫无作为;如果这一滴没有,第三滴也没有,以至于最后一滴也没有。那么,“滴水以其持久滴穿岩石”究竟是如何可能的呢?
- 8.23οὐ γὰρ εἰ σπιθαμὴν ἐν ἐνιαυτῷ διέστησεν τὸν λίθον ἡ συκῆ, καὶ τὸ ἐκ τῆς κεγχραμίδος φυὲν ἐν τῇ πρώτῃ ἡμέρᾳ μέρος τι διέστησεν
句式 οὐ γὰρ εἰ... καὶ... 否定了整个条件推论(“因为并非如果……就也……”)。归结句中的 καί 是归结从句的 καί(apodotic καί),用以引出假定中伴随发生的结论,在此处被整体否定。
- 8.23ὑπὸ γὰρ τῶν ὅλων τὸ ὅλον ἀφῃρέθη
τῶν ὅλων 是复数,指所有水滴构成的“全体”,与单个水滴相对;而 τὸ ὅλον 是中性单数,作被动动词 ἀφῃρέθη 的主语,指被移去的岩石的“整个部分”。此处强调是由总体的集合而非单个成分导致了总体的结果。
- 8.23ἐπιστῆσαι δὲ ἐν τούτοις χρή, πότερον
不定式 ἐπιστῆσαι 采取不及物用法(省略了 τὸν νοῦν 等宾语),意为“留意、考察”,充当非人称动词 χρή 的补足语。由 πότερον 引导的间接疑问从句引出了需要考察的具体内容。
