← 辛普里丘

亚里士多德《物理学》注释

§1195.26-1197.2

对万物皆动说的批判与基于增减的反驳

辛普里丘注解了亚里士多德对“一切都在运动”这第二种观点的批判,阐明了该论点为何比“一切皆静止”较少违背自然哲学方法,并说明了通过增减等运动形态及居间静止来驳斥连续运动的论证构架。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.23#1

" Σχεδὸν δέ τι καὶ τὸ φάναι κινεῖσθαι πάντα ψεῦδος ἕως τοῦ ἐκ τούτων καὶ ἄλλων τοιούτων πιστεύσειεν ἄν τις." Ἐπὶ τὸ δεύτερον τμῆμα μετέβη τῆς πρώτης διαιρέσεως τὸ λέγον πάντα κινεῖσθαι καί φησιν, ὅτι καὶ τοῦτο ἐγγὺς καὶ ὅμοιόν ἐστί πως ψεῦδος τῷ λέγειν πάντα ἠρεμεῖν· καὶ γὰρ καὶ ἐπὶ τούτου ἡ αἴσθησις ἀντιφθέγγεται ἐναργῶς τινων ἠρεμούντων· πλὴν ἧττον τὸ πάντα κινεῖσθαι τοῦ πάντα ἠρεμεῖν παρὰ τὴν μέθοδόν ἐστι, φησί, τὴν φυσικήν. ἧττον γὰρ τοῦτο ἀναιρετικόν ἐστι τῆς φύσεως. κἂν γὰρ καθ’ ὅσον ἡ φύσις ἐν τοῖς φυσικοῖς ἐτέθη ὥσπερ κινήσεως οὕτω καὶ ἠρεμίας ἀρχή, κατὰ τοσοῦτον καὶ ὁ τὴν ἠρεμίαν ἀναιρῶν ἀναιρεῖ τὴν φύσιν, ἀλλὰ καθ’ ὅσον ἡ κίνησις οἰκειοτέρα τῇ φύσει μᾶλλον τῆς ἠρεμίας, κατὰ τοσοῦτον ἧττον παρὰ τὴν φυσικὴν μέθοδον οὗτοι λέγουσι·1 καὶ ὅτι ἐκεῖνοι μὲν οὐ κίνησιν μόνον ἀλλὰ καὶ ἠρεμίαν ἀναιροῦσιν (ἠρεμεῖ γὰρ τὰ καὶ κινεῖσθαι πεφυκότα), οὗτοι δὲ τὴν ἠρεμίαν μόνην· ἔτι δὲ ἐπειδὴ ἔστι μέν τινα τῶν φυσικῶν τὰ μηδέποτε ἠρεμοῦντα, οὐδὲν δέ ἐστι τῶν φυσικῶν παντελῶς ἀκίνητον. διὰ τοῦτο ἧττον παρὰ τὴν φυσικὴν μέθοδον τὸ πάντα κινεῖσθαι λέγειν τοῦ πάντα ἠρεμεῖν. καὶ τοῦτο δὲ σημεῖον τοῦ μὴ πάντῃ τῶν φυσικῶν ἀπᾴδειν τὴν πάντα κινεῖσθαι λέγουσαν δόξαν τὸ καὶ δοξάζειν τινὰς αὐτῶν τὸ πάντα ἀεὶ κινεῖσθαι τὰ ὄντα, ἀλλ’ οὐχὶ τὰ μὲν τὰ δὲ οὔ, μὴ δοκεῖν δὲ ἡμῖν διὰ τὸ τὴν αἴσθησιν διαλανθάνειν.2 πάντα δὲ κινεῖσθαι ἔλεγον οἱ Ἡρακλείτειοι, ὧν καὶ Πλάτων ἐν τῷ Κρατύλῳ τῆς δόξης οὕτως ἀπεμνημόνευσεν. ὁ δὲ Ἀλέξανδρος τὰς ἀτόμους φησὶ κατὰ τοὺς τιθεμένους αὐτὰς ἀεὶ κινουμένας αἰτίας καὶ τοῖς ἐξ αὐτῶν συγκρίμασι γίνεσθαι, κἂν μὴ αἰσθητῶς, “καὶ κατὰ τούτους δέ, φησί, τὸ κενὸν ἀκίνητόν ἐστιν”. πρὸς τούτους οὖν, φησί, τοὺς πάντα λέγοντας κινεῖσθαι, καίπερ οὐ διορίζοντας ποίαν κίνησιν πάντα λέγουσι κινεῖσθαι, ἢ ἄρα πάσας πάντα, οὐ χαλεπὸν ὑπαντῆσαι, διορίζοντα τὰ τῶν κινήσεων εἴδη καὶ δεικνύντα, ὅτι κατ’ οὐδεμίαν δυνατὸν ἀεὶ πάντα κινεῖσθαι. πρῶτον οὖν αὐτοῖς ἔγκλημα ἐπάγει τὸ ἀδιορίστως λέγειν καὶ μὴ διασαφεῖν, κατὰ ποῖον εἶδος κινήσεως πάντα τὰ ὄντα ἀεὶ κινεῖται. εἶτα δείκνυσιν ἐφ’ ἑκάστης τῶν τριῶν κινήσεων, ὅτι κατ’ οὐδεμίαν οἷόν τε πάντα ἀεὶ κινεῖσθαι, εἰ δὲ κατὰ μηδεμίαν, δῆλον ὡς οὐδὲ κατὰ πάσας. καὶ πρῶτον δείκνυσιν, ὅτι οὔτε αὔξεσθαι οἷόν τέ τι συνεχῶς, οὔτε πάλιν συνεχῶς μειοῦσθαι, οὔτε συνάπτειν τὴν αὔξησιν τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ τῷ καθ’ ἑκατέραν τούτων τῶν κινήσεων κινουμένῳ· οὔτε γὰρ τὸ αὐξόμενον εἰς τὸ μειοῦσθαι μεταβάλλει οὔτε τὸ μειούμενον εἰς τὸ αὔξεσθαι, ἀλλὰ τὸ μὲν εἰς ἐπίδοσιν τὸ δὲ εἰς φθίσιν. ὅταν οὖν γένηται ἐν ἐκείνοις εἰς ἃ μετέβαλλε, δῆλον ὡς ἵσταται, εἶθ’ οὕτως εἰς τὸ μειοῦσθαι μεταβάλλει. δείξει δὲ τοῦτο οὕτως ἔχον ἐν τοῖς ἑξῆς. εἰπὼν δὲ λέγειν τινὰς πάντα κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέραν αἴσθησιν,3 καὶ προβαλλόμενος τὴν αὔξησιν καὶ τὴν μείωσιν, ὡς καὶ ἐπὶ τούτων τὰ αὐτὰ λεγόντων αὐτῶν, πρῶτον ἱστορεῖ, τίνι δόξῃ τὸ λεγόμενον ὑπ’ αὐτῶν ὅμοιόν ἐστιν, ἣν δείξας ψευδῆ συναναιρεῖ καὶ τὸ ὑπὸ τούτων λεγόμενον. τὸ γὰρ λέγειν, φησίν, ὅτι κινεῖται μὲν ἀεὶ πάντα, λανθάνει δὲ ἡμᾶς τῷ κατ’ ὀλίγον, ὅμοιόν ἐστιν ἐκείνῳ τῷ λόγῳ τῷ περὶ τοῦ τὸν συνεχῆ τοῦ ὕδατος σταλαγμὸν κοιλαίνειν τὴν πέτραν· πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ, φησὶν ὁ Χοιρίλος, ὡς ὑπὸ ἑκάστου μὲν σταλαγμοῦ μειουμένης τῆς πέτρας, ἀδήλου δὲ ἡμῖν οὔσης τῆς κατ’ ὀλίγον μειώσεως, ὁμοίως δὲ καὶ ὑπὸ τῆς ἐκφυομένης ἐν ῥαγάδι λίθου συκῆς, εἰ τύχοι, διίσταταί ποτε ὁ λίθος καὶ ῥήγνυται, ὡς καὶ ἐν τῷ πρὸ τοῦ χρόνῳ παντὶ κατ’ ὀλίγον μὲν διισταμένου, λανθάνοντος δὲ τῷ κατ’ ὀλίγον τὴν ἡμετέραν αἴσθησιν.

“断言一切都在运动也几乎是一种虚妄”直至“从这些以及其他类似的事情中人们或许会信服。” 他进而转向第一种划分的第二个划分肢,即主张一切都在运动的论点,并说这一论点在某种程度上也是一种接近且类似于主张一切都在静止的虚妄;因为在这种情况下,由于某些事物确实在静止,感觉同样发出了清晰的相反呼声;他说,只不过主张一切都在运动相比于主张一切都在静止,更少违背自然哲学的方法。因为这对于自然的否定性更小。因为即使就自然在自然事物中被确立为不仅是运动的本原而且同样是静止的本原而言,在同样的程度上否定静止的人也否定了自然,然而就运动比静止更固有于自然而言,在同样的程度上这些人说话更少违背自然哲学的方法;并且因为前者不仅否定运动而且也否定静止(因为生来也能运动的事物才会静止),而这些人仅仅否定静止;再者因为,尽管某些自然事物从未静止,却没有任何自然事物是完全不动的。由于这一缘故,主张一切都在运动相比于主张一切都在静止,更少违背自然哲学的方法。而且,主张一切都在运动的这一意见并未完全脱离自然哲学的论题,其表征就在于他们[自然哲学家]当中的某些人甚至主张,所有存在者始终都在运动,而不是某些在运动而另一些不运动,只是由于逃避了感觉,我们才不这样认为。赫拉克利特派的人就曾主张一切都在运动,柏拉图在《克拉底鲁篇》中也如此记载了他们的意见。而亚历山大说,根据确立原子的人,原子由于始终在运动,即便是以非感觉的方式,也成为了由它们构成的复合物的[运动的]原因,“而且根据这些人,”他说,“虚空是不动的。”因此他说,面对这些主张一切都在运动的人——尽管他们并未规定他们所说的一切事物是以何种运动在运动,或者是否真的一切事物都在以所有运动[运动]——通过区分运动的各种形态并证明一切事物在任何一种形态下都不可能始终在运动,与之交锋并不困难。因此,他首先向他们提出指责,指责他们说话含混,未曾阐明一切存在者究竟是按照哪种运动形态而始终在运动。随后他在三种运动的每一种上证明,一切事物在任何一种形态下都不可能始终在运动,而如果按照任何一种形态都不可能,显而易见按照所有形态也不可能。他首先证明,任何事物既不可能持续地增进,反过来也不可能持续地减少,也不可能将增进直接与减少连接起来,而是在按照这两种运动之一被运动的事物之中存在着居间的停顿和静止;因为增进的事物不是转变为减少,减少的事物也不是转变为增进,而是前者[转变为]生长,后者[转变为]衰败。因此,当它进入它所转变进入的那些状态时,显然它会停顿下来,然后才以这种方式转变为减少。他将在接下来的部分中证明情况正是如此。既然他说某些人主张一切都在运动但此事逃避了我们的感觉,并提出增进与减少作为例证,认为他们在这些事情上也主张同样的话,他便首先记述他们所说的话类似于哪种意见,并在证明该意见为虚妄之后,一并驳倒了他们所主张的事情。因为他说,主张一切事物始终在运动、但因其极其微小而避开了我们注意的说法,类似于关于水的持续滴落滴穿岩石的那个说法;“滴水以其持久滴穿岩石,”叙埃利罗斯说,这是假定岩石被每一滴水所减少,但点滴的减少对我们而言是不可察觉的;同样地,比如说,石头在某一时刻被一块石头的裂缝中长出的无花果树撑开并破裂,也是假定在先前的全部时间里石头都在被微弱地撑开,只是由于其极其微小而避开了我们的感觉。

语法注3 条
  1. 8.23κἂν γὰρ καθ’ ὅσον ἡ φύσις ἐν τοῖς φυσικοῖς ἐτέθη ὥσπερ κινήσεως οὕτω καὶ ἠρεμίας ἀρχή, κατὰ τοσοῦτον καὶ ὁ τὴν ἠρεμίαν ἀναιρῶν ἀναιρεῖ τὴν φύσιν, ἀλλὰ καθ’ ὅσον ἡ κίνησις οἰκειοτέρα τῇ φύσει μᾶλλον τῆς ἠρεμίας, κατὰ τοσοῦτον ἧττον παρὰ τὴν φυσικὴν μέθοδον οὗτοι λέγουσι

    该句由让步条件从句(κἂν = καὶ ἐάν)与由逆折连词 ἀλλά 对比的两组相关结构(καθ’ ὅσον... κατὰ τοσοῦτον)构成复合句。其骨架为:即使就自然同样是静止的本原而言,否定静止同样是在否定自然,但就运动更固有于自然而言,他们的论点就更少违背自然哲学的方法。

  2. 8.23τὸ καὶ δοξάζειν τινὰς αὐτῶν τὸ πάντα ἀεὶ κινεῖσθαι τὰ ὄντα, ἀλλ’ οὐχὶ τὰ μὲν τὰ δὲ οὔ, μὴ δοκεῖν δὲ ἡμῖν διὰ τὸ τὴν αἴσθησιν διαλανθάνειν

    带冠词不定式短语 τὸ καὶ δοξάζειν 作为句首 σημεῖον 的实质主语(或同格说明成分)。在其中,τινὰς αὐτῶν 是 δοξάζειν 的逻辑主语(宾格),并统辖着嵌套的不定式从句 τὸ πάντα ἀεὶ κινεῖσθαι τὰ ὄντα 以及 μὴ δοκεῖν δὲ ἡμῖν。

  3. 8.23ὡς καὶ ἐν τῷ πρὸ τοῦ χρόνῳ παντὶ κατ’ ὀλίγον μὲν διισταμένου, λανθάνοντος δὲ τῷ κατ’ ὀλίγον τὴν ἡμετέραν αἴσθησιν

    带有表示主观理由或假定前提的 ὡς 的属格绝对结构。分词 διισταμένου 与 λανθάνοντος(均为阳性单数属格)与由前文省略补出的 τοῦ λίθου 一致,表示假定石头在先前的整个时间中都在被一点点撑开,因其极其微小而未被察觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1195.26-1197.2