- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1194.22-1195.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘分析了亚里士多德用以驳斥“万物皆静止”这一划分肢的四个论据,阐明将自然定义为运动的本原乃是自然哲学不可论证的预设。
" Τὸ μὲν οὖν πάντα ἠρεμεῖν καὶ τούτου ζητεῖν λόγον ἕως τοῦ ὑπόθεσις γὰρ ὅτι ἡ φύσις, ἀρχὴ τῆς κινήσεως." Ἐκθέμενος οὕτω τὴν τῶν ὄντων διαίρεσιν κατά τε κίνησιν καὶ ἀκινησίαν πᾶσιν ἐπεξέρχεται τοῖς ἀδοκίμοις τῆς διαιρέσεως τμήμασιν ἐπιμελῶς οὕτως, ὡς καὶ πάλιν ἀναλαβεῖν τὸν λόγον, διότι ἡ ἔφοδος αὕτη μετὰ ἀκριβοῦς ἀποδείξεως γινομένη τῶν τε ἀπορουμένων, ὡς αὐτὸς εἶπεν, λύσιν παρέχεται καὶ τέλος ἄριστον ἐπιτίθησι τῇ φυσικῇ πραγματείᾳ, τὰ μὲν ἔσχατα τῶν φυσικῶν εἰς τὰ πρῶτα τῶν τοιούτων ἀνάγουσα, ταῦτα δὲ εἰς τὰς ὑπερφυεῖς τῶν ὄντων ἀρχὰς ἀποκορυφοῦσα. πρῶτον τοίνυν εὐθύνει τὸ πρῶτον ἐν τῇ διαιρέσει κείμενον τὸ πάντα ἠρεμεῖν λέγον καὶ τέτρασιν ἐπιχειρήμασι συντόμως χρῆται πρὸς τοῦτο· ἑνὶ μέν, ὅτι τὸ ζητεῖν ἀποδεικτικὸν λόγον τοῦ πάντα ἠρεμεῖν ἀφέντας τὴν αἴσθησιν1 οὕτως ἐναργῶς ἀντιφθεγγομένην καὶ πολλὰ κινεῖσθαι λέγουσαν ἀσθένεια διανοίας ἐστί, δι’ ἣν ἀγνοεῖ τις, ὅτι οὐκ εἰσὶν ἐπὶ τῶν τοιούτων προβλημάτων λόγοι τῆς αἰσθήσεως πιστότεροι· ἀγνοεῖ δὲ καὶ τίνα χρὴ ζητεῖν, ὅτι οὐχὶ τὰ προφανέστατα, καὶ τίσιν ἐπὶ τίνων κριτηρίοις δεῖ κεχρῆσθαι, ὅτι ἐπὶ τῶν αἰσθητῶν τῇ αἰσθήσει μάλιστα καὶ ταύτην ἀρχὴν ποιεῖσθαι τῶν ἀποδείξεων, δεύτερον, ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν δοκεῖ μὲν μέρος τι τῶν ὑπαρχόντων τοῖς φυσικοῖς πράγμασι τὴν κίνησιν ἀναιρεῖν, ἀγνοεῖ δὲ μὴ περὶ μέρους ἀλλὰ περὶ τοῦ ὅλου ἀμφισβητῶν.2 εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ φύσις ἐν τῷ ἀρχὴ κινήσεως τοῖς φυσικοῖς εἶναι, ἀναιρουμένης κινήσεως ἀναιρεῖται ἡ φύσις· ταύτης δὲ ἀναιρουμένης ἀναιρεῖται τὰ φυσικά, οἷς τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ φύσιν ἔχειν. τρίτον, ὅτι οὐ τὴν φύσιν μόνον ἀναιρεῖ καὶ τὰ φυσικὰ ὁ πάντα ἠρεμεῖν λέγων οὐδὲ πρὸς τὸν φυσικὸν ἐνίσταται μόνον, ἀλλὰ καὶ πρὸς τὰς τέχνας πάσας καὶ τὰς ἐπιστήμας τὰς πρακτικάς, δηλονότι τὰς μετὰ κινήσεως ἐνεργούσας· ἡ γὰρ θεωρητική τινος δεῖται φυσικῆς κινήσεως. διὸ καὶ εἰπὼν πρὸς ἁπάσας τὰς ἐπιστήμας τὸ ὡς εἰπεῖν προσέθηκεν. καὶ πρὸς τὰς δόξας δὲ πάσας τῶν φυσικῶν ἢ καὶ πάντων ἀνθρώπων ἐναντιοῦται διὰ τὸ κινήσει χρῆσθαι πάσας. καὶ ἐπιστῆσαι χρὴ καὶ ἐντεῦθεν ὡς οἶμαι, ὅτι οὐδὲ τοὺς περὶ Παρμενίδην καὶ Μέλισσον πᾶν τὸ ὂν ἀκίνητον νομίζει δοξάζειν ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ ὄντως ὂν καὶ νοητὸν μόνον. τέταρτον δὲ ἐπάγει, ὅτι ὥσπερ οὐκ ἔστι μαθηματικοῦ τὸ πρὸς τοὺς ἀναιροῦντας τὰς τῶν μαθημάτων ἀρχὰς ἀντιλέγειν οὐδὲ ἰατροῦ πρὸς τοὺς ἀναιροῦντας τὰς ἰατρικὰς ἀρχὰς οὐδὲ τῶν ἄλλων τινὸς πρὸς τοὺς ἀναιροῦντας αὐτοῦ τὰς ἀρχάς, οὕτως οὐδὲ τὸ νῦν ῥηθὲν τὸ πάντα ἠρεμεῖν τοῦ φυσικοῦ ἐστιν ἀνασκευάζειν. ὡς γὰρ ἀρχὴ τοῖς φυσικοῖς ὑπόκειται τὸ τὴν φύσιν ἀρχὴν κινήσεως εἶναι. ταῦτα δὲ καὶ ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας εἶπεν πρὸς τοὺς ἀκίνητον τὸ ὂν δοκοῦντας λέγειν. ὑποθέσεις δὲ τὰς ἀρχὰς καλεῖν ἔθος ὡς ἄνευ ἀποδείξεως τιθεμένας καὶ ὑποτιθεμένας ταῖς ἐξ αὐτῶν ἀποδείξεσιν· ὁ γὰρ ἀποδεικνὺς τὰς ἀρχάς, ὅτι μὴ ἀρχαί εἰσιν ὁμολογεῖ·3 ἐκ προτέρων γὰρ αἱ ἀποδείξεις.
“因此,主张一切都在静止并且为此寻求论证”直至“因为预设了自然是运动的本原。” 在如此陈述了存在的诸物按照运动与不动的划分之后,他如此详尽地考察了这一划分中所有不可取的划分肢,以至于再次重拾这一讨论,因为这种伴随着精确论证的探究,正如他自己所说,为疑难之事提供了化解,并给自然哲学论著赋予了最善的终点,它将自然事物中最低者上升到此类事物中的第一者,并将这些事物归结到诸存在者的超自然的本原之中。因此,他首先审查了置于划分中的第一种情况,即主张一切都在静止的论点,并针对这一点简要地使用了四个推论。其一在于,抛弃如此清晰地发出相反呼声并表明诸多事物在运动的感觉,而寻求证明一切都在静止的论证性论据,乃是理智的软弱;正是由于这种软弱,人们不知道在这样的论题上不存在比感觉更为可信的论据;人们也不知道应当探求什么(即不应当探求最明显的事情),以及对什么事物应当使用什么标准(即对可感事物应当尤其使用感觉,并将感觉作为论证的本原)。其二在于,否定运动的人,看似否定了属于自然事物的某种部分,即运动,却不知道自己争论的不是关于部分,而是关于整体。因为,如果自然将其存在建立在这一点上,即建立在对于自然事物而言是运动的本原这一点上,那么在运动被否定时,自然也就被否定了;而在自然被否定时,其存在就在于拥有自然的自然事物也被否定了。其三在于,主张一切都在静止的人,不仅否定了自然和自然事物,也不仅反对自然哲学家,而且还反对所有的技艺和实践性科学,显然是指那些伴随着运动而运作的科学;因为理论科学需要某种自然的运动。因此他在说了“反对一切科学”之后,又补充了“可以说是”。而且他也反对自然哲学家的,甚至一切人类的所有意见,因为所有的意见都在使用运动。从这里也应当注意,正如我认为的,亚里士多德认为就连巴门尼德和梅利索斯一派也并非主张一切存在都是不动的,而只是主张真正存在之物和可理知之物是不动的。第四,他进而指出,正如反驳那些否定数学本原的人不属于数学家的职责,反驳那些否定医学本原的人不属于医生的职责,对于其他任何人而言,反驳那些否定其本原的人也不属于他的职责一样,驳斥刚才所说的“一切都在静止”同样不属于自然哲学家的职责。因为对于自然哲学家而言,“自然是运动的本原”是作为本原而被预先奠定的。他在本论著的第一卷中针对那些看似主张存在是不动的人,也说过这些话。习惯上把诸本原称为“预设”,乃是因为它们是在没有论证的情况下被确立的,并且作为由它们出发的诸论证的基础;因为论证诸本原的人,无异于承认它们不是本原,因为诸论证乃是从更在先的事情出发的。
- 8.22ἀφέντας τὴν αἴσθησιν
宾格分词 ἀφέντας 与冠词修饰的不定式 τὸ ζητεῖν 隐含的普遍主体相一致。在希腊语语法中,伴随不定式动作的不定指称主体通常采用宾格形式。
- 8.22ἀγνοεῖ δὲ μὴ περὶ μέρους ἀλλὰ περὶ τοῦ ὅλου ἀμφισβητῶν
主格分词 ἀμφισβητῶν 与从句主语(ὁ τὴν κίνησιν ἀναιρῶν)一致。此处分词的否定使用 μή 而非 οὐ,用于刻画主观的认知缺失状态(在未知中进行争论)。
- 8.22ὅτι μὴ ἀρχαί εἰσιν ὁμολογεῖ
在 ὅτι 引导的宾语从句中,直陈式动词 εἰσιν 的否定词使用了 μή 而非 οὐ,这是由于受到表达承认、认同的动词 ὁμολογεῖ 的影响所致。
