- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1193.1-1194.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德在《物理学》第8卷第3章开头(253a22)就存在物相对于运动与静止所提出的详尽划分,梳理了基于三种状态所推演出的共计九种逻辑分类,并论述了该划分如何既化解先前的疑难又确立全篇论著的终极目标。
" Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας ἕως τοῦ καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστί." Τῆς ἀκριβεστέρας τῶν προειρημένων διαρθρώσεως ἀρχὴν εἶναί φησι τὴν αὐτήν, ἣν καὶ περὶ τῆς προειρημένης ἀπορίας1 τῆς ζητούσης, πῶς τὸ αὐτὸ κινητὸν ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὁτὲ μὲν κινεῖται, ὁτὲ δὲ οὔ. ἔλεγε δὲ ὅτι οὐδὲν ἄλλο ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται, ἀλλ’ ἔστι τὰ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα. καὶ τῆς ἀπορίας οὖν ἐκείνης καὶ τοῦ πῶς τὰ ζῷα κινεῖται τὴν αὐτὴν ἀρχὴν ταύτην εἶναί φησι. καὶ ἔτι πρὸς τὴν ἐξ ἀρχῆς ζήτησιν, εἰ ἀΐδιος ἡ κίνησίς ἐστι, καὶ πρὸς τοὺς ἐνισταμένους τῇ ἀϊδιότητι τῆς κινήσεως λόγους χρήσιμόν φησι τὸ ἄνωθεν διελομένους ἰδεῖν, πῶς ἔχει τὰ ὄντα πρὸς κίνησιν καὶ πρὸς ἀκινησίαν. ἄνωθεν οὖν ἀρξάμενος διαιρέσει χρῆται ἀπαραλείπτῳ δι’ ὅλων χωρούσῃ τῶν ὄντων. ἀνάγκη γὰρ ἢ πάντα ἠρεμεῖν ἀεὶ 〈τὰ〉 ὄντα ἢ πάντα ἀεὶ κινεῖσθαι· καὶ ἔστιν ἐπὶ πάντων ἀντιφατικὴ ἡ διαίρεσις. ἢ γὰρ κινεῖσθαι πάντα ἢ μὴ κινεῖσθαι ἀεί, ἢ τὰ μὲν κινεῖσθαι, τὰ δὲ ἠρεμεῖν. καὶ τοῦτο τριχῶς, ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεί, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν. ἢ πάντα τὰ ὄντα καὶ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν μέρει. ἢ τὸ λοιπόν φησι καὶ τρίτον τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. τρίτον δὲ εἶπεν τοῦτο ἐπὶ πρώτῳ μὲν τῷ ἢ πάντα ἠρεμεῖν ἢ πάντα κινεῖσθαι, δευτέρῳ δὲ τῷ ἢ τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν. ὅπερ τριχῇ διεῖλεν. μετ’ ἐκεῖνα οὖν τὰ δύο τρίτον τοῦτό φησιν, ὅπερ αὐτῷ λεκτέον εἶπεν, τουτέστι δεικτέον καὶ κατασκευαστέον. πάντα γὰρ τὰ ἀπορεῖσθαι δοκοῦντα τούτου φανερωθέντος λυθήσεται· οὔτε γὰρ διὰ τὸ πᾶσαν κίνησιν πόθεν ποῖ εἶναι τὸ ἀΐδιον ἀναιρεθήσεται τῆς κινήσεως, ἐὰν δειχθῇ, ὅτι οὐ πᾶσα κίνησις τοιαύτη. οὔτε τὸ γίνεσθαι κίνησιν ἐν ἀκινήτῳ δεικτικόν ἐστι τοῦ γένεσιν εἶναι κινήσεως, εἴπερ μὴ πανταχοῦ γίνεται κίνησις μὴ οὖσα. καὶ ἡ ἀπορία δὲ λυθήσεται ἡ ζητοῦσα, διὰ τί οὐχὶ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἐὰν εὑρεθῇ καὶ ἀεί τι ἀκίνητον ὂν καὶ ἀεί τι κινούμενον, καὶ ἄλλα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. καὶ τέλος οὕτω τὸ ἄριστον ἐπιτεθήσεται τῇ περὶ κινήσεως πραγματείᾳ ἀπὸ ἀρχῆς διὰ τῶν μέσων ἀποδεικτικῶς ἐπὶ τὸ τέλος πορευομένῃ. τέλος δέ φησιν ὁ Ἀλέξανδρος τὸ εὑρεῖν τι ἀεὶ καὶ συνεχῶς κινούμενον ὑπὸ ἀϊδίου τε καὶ ἀκινήτου. μήποτε δὲ ὁ Ἀριστοτέλης τὸ αὐτὸ καὶ λύσιν τῶν ἀπορουμένων καὶ τέλος τῆς πραγματείας εἶπε τὸ βεβαιώσασθαι τὸ τρίτον ἐκεῖνο, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνει. δυνατὸν δὲ καὶ οὕτως, οἶμαι, τῆς τῶν ὄντων πρὸς κίνησιν καὶ ἠρεμίαν σχέσεως τριπλῆν ποιήσασθαι τὴν διαίρεσιν· τριῶν γὰρ ὄντων τούτων τοῦ τε ἀεὶ κινεῖσθαι καὶ τοῦ ἀεὶ ἠρεμεῖν καὶ τρίτου τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν εἰς τρία τριχῶς αἱ σχέσεις διαιρεθήσονται ἢ πάντων τῶν ὄντων τὴν αὐτὴν ἐχόντων κατάστασιν ἢ διχῇ διῃρημένων ἢ τριχῇ εἰς ἀρχὰς καὶ μέσα καὶ τέλη. τί γὰρ ἂν εἴη περαιτέρω; καὶ εἰ μὲν τὴν αὐτὴν ἔχει πάντα κατάστασιν, ἢ πάντα ἠρεμεῖ ἀεὶ ἢ πάντα ἀεὶ κινεῖται ἢ πάντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται παρὰ μέρος. εἰ δὲ διχῇ διῄρηται τὰ ὄντα, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ, ἢ ἀνάπαλιν τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ. ὥστε τριχῇ καὶ τοῦτο διῄρηται τὸ τμῆμα. τὸ δὲ τρίτον καὶ ἀληθὲς τῷ σωρίτῃ·2 εἰ τριχῇ διῄρηται τὰ ὄντα, ἀνάγκη τὰ μὲν ἀεὶ ἠρεμεῖν, τὰ δὲ ἀεὶ κινεῖσθαι, τὰ δὲ ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι. καὶ παρὰ ταῦτα τὰ ἐννέα τμήματα οὐκ ἔστιν, οἶμαι, τῶν ὄντων σχέσις ἄλλη πρὸς κίνησιν καὶ ἠρεμίαν, εἴπερ ἀνάγκη ἢ κινεῖσθαι ἢ ἠρεμεῖν ἢ ἅμα καὶ κινεῖσθαι καὶ ἠρεμεῖν. κυριώτερον δὲ ἐπὶ τῶν μηδέποτε κινουμένων εἶπεν τὸ ἀκίνητα εἶναι ἤπερ τὸ ἠρεμεῖν. ἡ γὰρ ἠρεμία στέρησις οὖσα κινήσεως, τοῖς καὶ κινεῖσθαι ποτὲ πεφυκόσιν ὑπάρχει. οὕτω δὲ καὶ ἀντιφατικὴ ἡ διαίρεσις γίνεται εἰς τὰ ἀεὶ κινούμενα, καὶ τὰ μηδέποτε κινούμενα μεριζομένη.
“探究的本原正是关于所述疑难的同一个本原”直至“而且对我们而言也是这部论著的终点。” 他说,对前述诸事进行更精确划分的本原,与关于探究同一可动之物如何被同一施动者时而推动、时而未被推动的前述疑难中所[采用的]本原是同一个。而且他曾说,提出这种说法的人所困惑的无非是:为何存在的诸物不是有的始终静止而有的始终运动,而是存在着时而静止时而运动的诸物。因此他说,那一疑难的本原以及关于动物如何运动的本原,正是这同一个本原。而且他还说,无论是对于从头开始的探究——运动是否是永恒的,还是对于反驳运动永恒性的论证,从最高处做出划分以观察存在的诸物相对于运动和不动性处于何种状态,都是有用的。于是,他从最高处开始,使用了一种贯穿于一切存在之物的详尽无遗的划分。因为必然地,或者一切存在的诸物始终静止,或者一切始终运动;而且对于所有事物而言,这种划分是矛盾对立的。因为或者一切都在运动,或者并非[一切]始终都在运动,或者一部分在运动而另一部分在静止。而这是三重性的,即:或者运动之物始终在运动,而静止之物始终在静止;或者一切存在之物都轮流既运动又静止;或者正如他所说的剩余的第三种情况,即存在的诸物中有的是始终不动的,有的是始终运动的,而有的则是时而运动时而静止的。他说这是第三种情况,是相对于第一种情况(即或者一切都在静止,或者一切都在运动)和第二种情况(即或者一部分在运动,一部分在静止,对此他又分作三类)而言的。因此,在上述两种情况之后,他指出了这第三种情况,他说这是必须由他来阐明的,也就是说,是必须加以展示和确立的。因为一旦这一点被弄清楚,所有看似构成疑难的事情都将迎刃而解。因为倘若证明了并非所有运动都是如此,运动的永恒性就不会由于每一种运动都是从某处到某处而被取消;如果并非在所有地方都会产生不存在的运动,那么运动在不动之物中的产生,也就不能证明存在着运动的生成。而且,那个探究为何不是运动之物始终运动而静止之物始终静止的疑难,如果发现了既有始终不动的某种事物,又有始终运动的某种事物,同时还有时而运动时而静止的其他事物,也将得到化解。这样,对于关于运动的论著——它从本原出发,经过中介,以论证的方式走向终点——便会赋予其最好的终点[目的]。亚历山大说,终点就在于发现某种由永恒且不动者所始终且连续推动的事物。但亚里士多德或许将疑难的化解与论著的终点说成是完全相同的同一件事,即确立那第三种情况:在存在的诸物中,有的是不动的,有的是始终运动的,而有的则两者兼具。而且我认为,存在的诸物相对于运动和静止的关系的三重划分,也可以按如下方式进行:由于存在着这三者,即始终运动、始终静止,以及第三种时而运动时而静止,因此这些关系将以三种方式被区分为三个部分,要么所有存在的诸物具有同一种状态,要么被一分为二,要么被一分为三划为本原、中介与终末。因为除此以外还能有什么呢?如果所有事物确实具有同一种状态,那么要么一切都始终静止,要么一切都始终运动,要么一切都轮流时而静止时而运动。而如果存在的诸物被一分为二,那么要么一部分始终静止而另一部分始终运动,要么一部分始终静止而另一部分时而运动时而静止,或者相反,一部分始终运动而另一部分时而运动时而静止。因此,这一划分也是以三种方式被区分的。而通过连锁推理所得出的第三种且真实的划分是:如果存在的诸物被一分为三,则必然是一部分始终静止,一部分始终运动,而另一部分时而静止时而运动。我认为,除了这九种划分之外,存在的诸物相对于运动和静止不存在其他的关系,只要必然地或者运动,或者静止,或者同时既运动又静止。对于那些绝不运动的事物,他更严格地说是“不动”,而不是“静止”。因为静止作为运动的缺失,是属于那些本性上在某个时候也适合运动的事物的。而这样一来,划分由于被分为始终运动之物与绝不运动之物,也就成为了矛盾对立的划分。
- 8.21Τῆς ἀκριβεστέρας τῶν προειρημένων διαρθρώσεως ἀρχὴν εἶναί φησι τὴν αὐτήν, ἣν καὶ περὶ τῆς προειρημένης ἀπορίας
句首的属格短语 τῆς ἀκριβεστέρας τῶν προειρημένων διαρθρώσεως 作 ἀρχήν(不定式 εἶναι 的表语名词)的宾格性属格。不定式 εἶναι 的逻辑主语是对格短语 τὴν αὐτήν [ἀρχήν],关系代词 ἣν 承前指代先行词 τὴν αὐτήν,关系从句内部省略了动词(例如 [ἀρχὴν ὑπέθετο] περὶ τῆς προειρημένης ἀπορίας)。
- 8.21τὸ δὲ τρίτον καὶ ἀληθὲς τῷ σωρίτῃ
与格短语 τῷ σωρίτῃ 作方式/手段与格,意为“通过连锁推理(堆垛论证)”。此处指通过逐层累加的可能性(由所有事物共享一种状态,到分为两种状态,再到分属全部三种状态)而推导出的最终真实的划分。
