← 辛普里丘

亚里士多德《物理学》注释

§1189.22-1190.5

无生物运动、外在推动者与第二种反驳的解决

辛普利丘针对《物理学》253a2,考察了从无生物运动的启始与止息推导运动之生成的第二种反驳。他指出在被运动物之前始终预先存在外部的推动者,并说明何以事物并非始终运动而是交替运动这一问题构成了后文探究的原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19

" Τὸ δὲ κινεῖσθαι μὴ κινούμενον ἕως τοῦ διὰ τί τὰ μὲν ἠρεμεῖ τῶν ὄντων, τὰ δὲ κινεῖται." Ἐπὶ τὴν λύσιν τῆς δευτέρας ἐνστάσεως ἐλθὼν τῆς τὸ ἀγένητον τῆς κινήσεως ἀναιρούσης ἐκ τοῦ τὰ ἄψυχα ἠρεμοῦντα πρότερον ἄρχεσθαί ποτε κινεῖσθαι καὶ παύεσθαί ποτε τῆς κινήσεως, καὶ διὰ τοῦ τὸ γίνεσθαι καὶ φθείρεσθαι τὴν κίνησιν1 λύει λέγων, ὅτι τὸ κινεῖσθαι μὴ κινούμενον πρότερον τὸ ἄψυχον2 οὐκ ἔστι δεικτικὸν τοῦ γενητὴν εἶναι τὴν κίνησιν· οὐ γὰρ ἐν τῷ ταῦτα ἄρχεσθαί τε τοῦ κινεῖσθαι καὶ παύεσθαι δείκνυται καὶ καθόλου ἡ κίνησις γενητή· ἄλλα γάρ τινα ἔξωθεν ὄντα καὶ κινούμενα, ὅταν παρῇ, τῆς τούτων κινήσεώς ἐστιν αἴτια. ὥστε προυπάρχει τῆς τούτων κινήσεως ἡ τῶν κινούντων αὐτὰ κίνησις καὶ τῆς ἐκείνων ἡ τῶν ἐκεῖνα κινούντων καὶ ἐφεξῆς. εἰπὼν δὲ τοῦτο κελεύει ζητεῖν ὡς ἄξιον ζητήσεως, πῶς τὸ αὐτὸ κινητὸν ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ οὔ. εἰ γὰρ ὑπὸ τῶν ἀεὶ κινουμένων τὰ ἄλλα κινεῖται, τί δήποτε ὄντων ἀεὶ κινουμένων τῶν κινούντων οὐκ ἀεὶ κινεῖται τὰ ὑπ’ αὐτῶν κινούμενα, ἀλλ’ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ οὔ; ὁ γὰρ τοῦτο ἀπορῶν, οὐ τὴν κίνησιν γενητὴν εἶναι κατασκευάζει, ἀλλὰ ἀρχὴν ζητεῖ τῶν νῦν προκειμένων εἰς ἐπίσκεψιν· αὕτη δέ ἐστιν ‘οὐ πᾶν τὸ κινούμενον ἀεὶ κινεῖται καὶ πᾶν τὸ ἠρεμοῦν ἀεὶ ἠρεμεῖ’, εἴ γε τὰ ὑπ’ ἄλλου κινούμενα ἀεὶ τὸ κινῆσον ἔχει, ἀλλ’ ἔστιν ἃ παρὰ μέρος ἠρεμεῖ τε καὶ κινεῖται. ταῦτα δὲ μετ’ ὀλίγον διαρθρωθήσεται.

“未曾被运动之物被运动,直至何以存在之物中有者静止,有者被运动。” 进而去化解第二种反驳——该反驳从此前处于静止的无生物在某个时候开始被运动且在某个时候停止运动这一点出发,并凭借运动的生成与毁灭,否定了运动的无生成性——他化解道:此前未曾被运动的无生物被运动,并不是运动乃可生成之物的证明。因为绝不是在这些东西开始被运动和停止运动之中,运动普遍而言也被证明是可生成的;因为居于外部且处于运动之中的另一些事物,一旦临在,便成为这些东西运动的原因。因此,先于这些东西的运动,便预先存在着运动它们的诸事物的运动,而先于后者的运动,又预先存在着运动后者的诸事物的运动,依此类推。在说了这一点之后,他要求我们去探讨一个值得探讨的问题:同一可动之物何以在同一推动者作用下有时被运动,有时却不被运动?因为,如果其余之物是由始终被运动之物所运动的,那么究竟为何在推动者始终被运动的情况下,由它们所运动的事物却并非始终被运动,而是有时被运动,有时却不被运动?因为提出这一困惑的人,并不是在确立运动是可生成的,而是在寻求眼下提出以供考察之事的原理;而这一原理就是:“并非所有被运动之物都始终被运动,也并非所有静止之物都始终静止”(纵使受他物运动者始终拥有将要运动它的东西),相反,存在着某些交替地既静止又被运动的事物。而这些事情不久之后将被细致地阐明。

语法注2 条
  1. 8.19καὶ διὰ τοῦ τὸ γίνεσθαι καὶ φθείρεσθαι τὴν κίνησιν

    介词 διὰ 后接定冠词属格 τοῦ 与双重不定词(τὸ γίνεσθαι καὶ φθείρεσθαι)的结构,τὴν κίνησιν 作其宾格主词。它与前文的 ἐκ τοῦ τὰ ἄψυχα... ἄρχεσθαι... 构成并列,表明分词 ἀναιρούσης(否定)所依据的第二种反驳的论据。

  2. 8.19τὸ κινεῖσθαι μὴ κινούμενον πρότερον τὸ ἄψυχον

    由中性定冠词 τὸ 引导的冠词不定词结构,句尾后置的 τὸ ἄψυχον 作不定词 κινεῖσθαι 的逻辑主词(宾格)。μὴ κινούμενον πρότερον 为修饰该主词的分词短语。尽管存在倒装与离隔(hyperbaton),整个短语构成一个单一的主词部分:“此前未曾被运动的无生物被运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1189.22-1190.5