← 辛普里丘

亚里士多德《物理学》注释

§1190.6-1191.23

动物的自发运动与先行的体内运动

辛普利丘注疏亚里士多德《物理学》第八卷第二章(253a7–),考察关于动物看似能从静止自发走动而无外因的第三种反驳。他指出动物体内始终存在受环境和生得机能驱动的运动(如温度变化、消化以及睡眠与清醒的交替),因而表面上的自发位置运动实则始终由先行被动运动所引发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.20#1

" Μάλιστα δὲ ἂν δόξειε τὸ τρίτον ἔχειν ἀπορίαν ἕως τοῦ ἀλλὰ γὰρ φανερόν ἐστι καὶ περὶ τούτων ἐκ τῶν ἑπομένων." Λύσας τὴν δευτέραν ἔνστασιν τὴν ἀπὸ τῶν ἀψύχων καὶ ἔξωθεν κινουμένων ἐκ τοῦ μηδὲν ἄτοπον εἶναι ποτὲ μὲν κινεῖσθαι αὐτὰ τῇ τοῦ κινοῦντος παρουσίᾳ καὶ αὐτοῦ κινουμένου καὶ δεικνύντος προυπάρχειν ἄλλην κίνησιν τῆς νῦν γινομένης, ποτὲ δὲ ἠρεμεῖν, ὅταν μὴ παρῇ τὸ κινοῦν, ἐπὶ τὴν τρίτην ἐλθὼν καὶ σαφῶς αὐτὴν ἐκθέμενος, ὅτι τὸ ἔμψυχον ἠρεμοῦν πρότερον καὶ μετὰ ταῦτα βαδίζον μηδενὸς ἔξωθεν αὐτὸ κινοῦντος, ὡς δοκεῖ, γενητὴν τὴν κίνησιν ἀποφαίνει, καὶ μαρτυρήσας τῇ ἐνστάσει ταύτῃ ὡς μᾶλλον τῶν ἄλλων ἀπορίαν κινούσῃ λύει αὐτὴν ψευδῶς εἰπὼν λαμβάνειν τὸ μηδενὸς ἔξωθεν κινοῦντος ἀφ’ ἑαυτῶν κινεῖσθαι τὰ ζῷα τὰ πρότερον ἠρεμοῦντα·1 ὁρῶμεν γάρ, φησίν, ἀεί τι κινούμενον ἐν τῷ ζῴῳ τῶν συμφύτων, τουτέστι τῶν φυσικῶς αὐτῷ συνόντων· ἢ γὰρ θερμαίνεται ἢ ψύχεται ἢ ξηραίνεται ἢ ὑγραίνεται ἢ κατ’ ἄλλην τινὰ τῶν φυσικῶν ποιοτήτων παθητικῶς μεταβάλλει. τάχα δὲ ἂν συμφύτους λέγοι τὰς φυσικὰς καὶ παρὰ τοῖς ὕστερον καλουμένας δυνάμεις, ἑλκτικὴν καὶ καθεκτικήν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν· ἀεὶ γὰρ αὗται ἐνεργοῦσιν ἐν τοῖς σώμασι τῶν ἐμψύχων καὶ μάλιστα τῶν ζῴων οὐ κατὰ τὸ αὐτοκίνητον ταύτας ἐχόντων τῶν ζῴων·2 τοπικὴ γὰρ ἐκείνη μόνως ἡ κίνησις. τῶν δὲ συμφύτων κινήσεων τὸ περιέχον αἴτιον εἰπὼν προσέθηκε τὸ ἴσως καὶ νῦν καὶ μετ’ ὀλίγον, ἢ ὅτι χωρὶς ἀποδείξεως εἴρηται τὸ τῶν συμφύτων κινήσεων, ἢ ὅτι οὐ πᾶσαί εἰσιν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ τρεφόμενα καὶ αὐξόμενα κινεῖται καὶ πάλιν μειούμενα καὶ ἀεὶ κινεῖται κατὰ ταῦτα, οὔτε ὑπὸ τοῦ περιέχοντος ἁπλῶς οὔτε κατὰ τοπικὴν τῶν ζῴων κίνησιν· τὰς μέντοι κατὰ τὰς παθητικὰς ποιότητας κινήσεις, θερμότητας, ὡς εἶπον, καὶ ψυχρότητας καὶ διακρίσεις καὶ συγκρίσεις καὶ τὰς τοιαύτας ἐκ τοῦ περιέχοντος ἔχει μάλιστα. οὐδὲν οὖν κωλύει, φησί, μᾶλλον δὲ ἴσως ἀναγκαῖον τούτων μὲν τῶν φυσικῶν κινήσεων πολλὰς ἀπὸ τῆς τοῦ περιέχοντος κινήσεως ἐγγίνεσθαι ἐν τῷ σώματι, ἐνίας δὲ αὐτῶν κινεῖν ποτὲ μὲν τὴν διάνοιαν, ποτὲ δὲ τὴν ὄρεξιν· διὰ γὰρ τῆς αἰσθήσεως ἡ μὲν διάνοια γνωρίσασα τὸ πάθος βουλεύεται περὶ αὐτοῦ, εἴτε ἐκκλίνειν εἴτε ὑπομένειν αὐτὸ χρή. καὶ οὕτω κινεῖ τὸ ζῷον τὴν τοπικὴν κίνησιν ἐξ αὑτοῦ δοκοῦσαν. ποτὲ δὲ ὅταν ἡδέος ἢ λυπηροῦ γένηται συναίσθησις, ἡ ὄρεξις κινεῖται καὶ ἡ ἔκκλισις ὡς καὶ ἐπὶ τῶν ἀλόγων ζῴων, καὶ αὗται κινοῦσι κατὰ τόπον τὸ ζῷον οἷον ἐπὶ ποτὸν ἢ βρῶσιν, οὐκ οὔσης πρώτης, ὡς δοκεῖ, ταύτης τῆς κινήσεως, ἀλλὰ προηγουμένων αὐτῆς τῆς τε κατὰ τὴν διάνοιαν ἢ τὴν ὄρεξιν, καὶ πρὸ τούτων τῆς ἐν τῷ σώματι παθητικῆς, ἣν τὸ περιέχον καὶ αὐτὸ κινούμενον κινεῖ. ἀκριβέστερον δὲ ἐν τῷ Περὶ ζῴων κινήσεως τὴν αἰτίαν λέγει τῆς κατὰ τόπον κινήσεως. πιστοῦται δὲ τὸ ἀεὶ εἶναί τινα κίνησιν ἐν τοῖς ζῴοις, οὐκ ἐξ αὑτῶν, ἀλλ’ ἐκ τοῦ περιέχοντος, ἥτις αἰτία γίνεται τῆς κατὰ τόπον κινήσεως τοῖς ζῴοις, ἐκ τοῦ κατὰ τοὺς ὕπνους συμβαίνοντος. οἱ γὰρ κοιμώμενοι μήτε τὴν κατὰ τόπον κίνησιν κινούμενοι μήτε αἰσθανόμενοι, ἅπερ ἴδια τῶν ζῴων ὡς ζῴων ἐστί, πολλάς ὅμως κινοῦνται κινήσεις, τάς τε τῆς ἀναπνοῆς καὶ τὰς ἄλλας συμφύτους καὶ τὰς κατὰ τὴν πέψιν, καὶ ἔτι τὰς φαντασίας καὶ τὰς ἀπὸ τοῦ περιέχοντος παθητικὰς θερμαινομένου τινὸς ἐν αὐτοῖς ἢ ψυχομένου. ἀλλ’ ὅταν μὲν αἱ ἀπὸ τῆς τροφῆς ἀναθυμιάσεις ἀθρόαι καταλάβωσιν τὸν ἐγκέφαλον ἢ τὴν καρδίαν καὶ ψυχθῶσιν, ὕπνου γίνονται αἴτιαι· θερμαινόμεναι δὲ καὶ διακρινόμεναι καὶ λεπτυνόμεναι τοῦ διανίστασθαι, ὡς ἐν τῷ Περὶ ὕπνου δείκνυσι. καὶ πάλιν αἰσθάνονται τὰ ζῷα καὶ κινοῦνται κατὰ τόπον, τὴν ἀρχὴν ταύτης τῆς κινήσεως λαβόντα παρά τινων κινήσεων, ἃς ἐκινοῦντο κοιμώμενα, ὡς εἴ γε ἦν παντελὴς ἀκινησία τότε, οὐδ’ ἂν ἐπανίσταντο τὴν ἀρχήν.3 ὥστε καὶ ἐν τοῖς ζῴοις αἱ ἔξωθεν κινήσεις αἴτιαι τῆς τοπικῆς κινήσεώς εἰσιν, ἥτις ὡς ἐξ αὑτῶν ἀρχομένη πρώτως τῶν ζῴων χώραν τῇ ἀπὸ τῶν ζῴων ἐνστάσει παρέσχεν.

“第三种反驳似乎尤其具有困惑,直至然而关于这些事物,从下文来看也是明显的。” 在化解了来自无生物和来自受外物运动之物的第二种反驳——依据在于:在推动者(它自身也被运动着,并证明在眼下产生的运动之前预先存在着另一种运动)临在时,它们有时被运动,而当推动者不临在时,它们有时静止,这绝非荒谬——之后,他进而转向第三种反驳,并清楚地阐明它:此前处于静止、此后在显然没有任何外物运动它的情况下行走的有灵魂之物,表明运动是可生成的;在证实这种反驳比其他反驳更容易引发困惑之后,他指出该反驳错误地假定了此前静止的动物在没有任何外物推动的情况下是出于自身而被运动的,从而化解了这一反驳。因为他说:“我们看到,在动物之中生得之物即本性上与它同在之物总有某种东西在被运动。”因为动物之身要么被加热,要么被冷却,要么被干燥,要么被湿润,要么根据自然性质的某种其他方面遭受被动变化。或许他所说的“生得的”,是指自然的机能,也就是在后人那里被称为吸引能、保持能、变异能和排泄能的诸机能;因为这些机能始终在有灵魂之物、尤其是动物的身体中发挥作用,尽管动物并非根据自身运动而拥有这些机能;因为自身运动仅仅是位置运动。而在指出包含环境是生得运动的原因之后,他在此处和不久之后都加上了“或许”一词,这要么是因为关于生得运动的说法是没有经过证明而提出的,要么是因为并非所有的运动都来自包含环境;因为动物在受滋养和生长时也是被运动的,在衰减时同样被运动,且根据这些过程始终被运动,而这些运动既不单单是由包含环境引起的,也不属于动物的位置运动;然而,根据受动性质而产生的运动——如我所说的热和冷、分离和结合以及诸如此类的运动——它主要是从包含环境中获得的。因此他说,没有任何东西阻止——毋宁说或许是必然的——这些自然运动中的许多运动是由包含环境的运动在身体中产生的,而其中的某些运动有时推动理智,有时推动欲望。因为理智通过感觉认识了这种受动状态之后,便就它进行思量:究竟应当避开它还是忍受它。这样一来,〔理智〕便以那看似出于〔动物〕自身的位置运动推动动物。有时,当产生对适意或痛苦的协同感觉时,欲望和回避便被发动起来,正如在无理性动物身上也是如此,而这些便使动物依位置而运动,例如趋向饮水或进食;这种运动并不像表面看来那样是第一位的,相反,依理智或欲望而发的运动先行于它,而在此之前,更有身体中的受动性运动先行——包含环境自身在运动的同时运动了这种受动性运动。他在《论动物运动》中更精确地探讨了位置运动的原因。并且,他从睡眠中所发生的事实中证实了:动物内部始终存在某种并非出于自身而是出于包含环境的运动,该运动成为动物位置运动的原因。因为睡眠者既不进行位置运动,也没有感觉(而这些正是动物作为动物所特有的),但他们却依然在进行着许多运动:呼吸的运动、其他生得的运动、消化中的运动,此外还有表象,以及当他们体内的某种东西被加热或冷却时来自包含环境的受动性运动。而正如他在《论睡眠》中所指出的,当来自食物的气汽聚集成团侵袭大脑或心脏并被冷却时,便成为睡眠的原因;而当它们被加热、分离和变稀薄时,便成为醒来的原因。于是动物重新拥有感觉,并依位置而运动,它们从睡梦中所进行的某些运动中获得了这种运动的开端;因为倘若当时存在着彻底的不动,它们根本就不会再醒立起来。因此,在动物之中,外部的运动同样是位置运动的原因,而正是由于位置运动被认为首先是从动物自身起始的,才为来自动物的这种反驳提供了立足之地。

语法注3 条
  1. 8.20Λύσας τὴν δευτέραν ἔνστασιν [...] ἐπὶ τὴν τρίτην ἐλθὼν [...] λύει αὐτὴν ψευδῶς εἰπὼν λαμβάνειν τὸ μηδενὸς ἔξωθεν κινοῦντος ἀφ’ ἑαυτῶν κινεῖσθαι τὰ ζῷα τὰ πρότερον ἠρεμοῦντα

    此长句的核心为主动词“λύει αὐτήν”(他化解了它)。在此之前串联了一系列分词:“Λύσας”(不定过去时)、“ἐλθών”(不定过去时)、“ἐκθέμενος”(不定过去时)以及“μαρτυρήσας”(不定过去时),并由伴随分词“εἰπών”进一步修饰主动词。带冠词不定式短语“τὸ [...] κινεῖσθαι”作“λαμβάνειν”(假定、作为前提)的直接宾语。

  2. 8.20οὐ κατὰ τὸ αὐτοκίνητον ταύτας ἐχόντων τῶν ζῴων

    “τῶν ζῴων ἐχόντων ταύτας”为属格独立结构(genitive absolute),对前面的“ἐνεργοῦσιν”([这些机能]在发挥作用)表达让步或限制性的附加状况(“尽管动物并非依据自身运动而拥有这些机能”)。

  3. 8.20ὡς εἴ γε ἦν παντελὴς ἀκινησία τότε, οὐδ’ ἂν ἐπανίσταντο τὴν ἀρχήν

    “εἰ ἦν... οὐδ' ἂν ἐπανίσταντο”是条件从句与主句均使用未完成过去时直陈式(主句带 ἄν)构成的反事实条件句。“τὴν ἀρχήν”在此作为副词性宾格(adverbial accusative)与否定词连用,意为“根本(不)/起初(就不)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1190.6-1191.23