- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1188.17-1189.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德对第一种反驳(基于对立面之间的运动具有界限而否定永恒运动)的回应,解释了亚里士多德如何借助琴弦之音的譬喻,并通过预先指出非朝向对立面的圆周运动之连续与永恒,进而驳斥了该反驳的前提。
" Τούτων δὴ τὸ μὲν πρῶτον λεχθὲν ἕως τοῦ δῆλον δ’ ἔσται μᾶλλον ἐκ τῶν ὕστερον." Τὰς τρεῖς ἐνστάσεις ἐκθέμενος τὰς πρὸς τὸ ἀγένητον καὶ ἀίδιον εἶναι τὴν κίνησιν πρὸς τὴν πρώτην ὑπαντᾷ τὴν λέγουσαν μηδεμίαν εἶναι κίνησιν ἀγένητον καὶ ἀνέκλειπτον, εἴπερ πᾶσα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἐκ πέρατος εἰς πέρας. ὥστε καὶ εἰ ἀεὶ κινοῖτό τι ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, μὴ εἶναι ταύτην μίαν μηδὲ ἀδιάκοπον κίνησιν, ἀλλ’ ἀεὶ ἄλλοτε ἄλλην ἐκ τῆς μεταξὺ ἠρεμίας γίνεσθαι. τοῦτον οὖν διαλύων τὸν λόγον τὸ μὲν μὴ δύνασθαι μίαν εἶναι καὶ συνεχῆ τὴν εἰς τὰ ἀντικείμενα γινομένην κίνησιν ἀληθὲς εἶναί φησι· κἂν γὰρ πάλιν καὶ πάλιν κατὰ τὰ ἐναντία γένηται τῷ κινουμένῳ ἡ μεταβολή, ἀλλ’ ἀδύνατον τὴν οὕτω γινομένην κίνησιν μίαν εἶναι καὶ συνεχῆ. ὥστε τοῦτό φησιν ἴσως ἀναγκαῖον τὸ μὴ ἀγενήτους μηδὲ ἀιδίους εἶναι τὰς τοιαύτας κινήσεις,1 εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς τοιαύτην κίνησιν. ἐὰν γὰρ τοῦτο δειχθῇ, ὅτι ἀδύνατον τὴν εἰς τὰ ἀντικείμενα γινομένην κίνησιν μίαν εἶναι καὶ συνεχῆ, ὅπερ οὔπω δέδεικται, εἴη ἂν δεδειγμένον τὸ μηδεμίαν τῶν εἰς τὰ ἀντικείμενα κινήσεων ἀίδιον εἶναι. δειχθήσεται δέ, ὅτι ἀνάγκη τοῦ αὐτοῦ ὄντος τοῦ κινουμένου τὰς ἀντικειμένας κινήσεις στάσει διαλαμβάνεσθαι. διὰ τοῦτο τέως νῦν τὸ ἴσως προστέθεικεν, καὶ μετ’ ὀλίγον τὸ ἀλλ’ ὅμως ὁποτέρως ποτὲ ἔχει, διότι μήπω τοῦτο δέδεικται. εἰπὼν δὲ εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν ἐπὶ παραδείγματος σαφὲς ποιεῖ τὸ λεγόμενον· οἷον τῆς χορδῆς πάλιν καὶ πάλιν κρουομένης καὶ εἰς τἀναντία μεταχωρούσης καὶ ὁμοίως κινουμένης πότερον εἷς καὶ συνεχὴς ὁ αὐτὸς φθόγγος ἐστὶν ἢ ἀεὶ ἕτερος καὶ ἕτερος; καὶ γὰρ εἰ φθόγγος, οὗ μάλιστα αἰσθανόμεθα, ὁ αὐτὸς καὶ εἷς, καὶ ἡ κίνησις μία καὶ συνεχής ἐστιν· ἀκολουθεῖ γὰρ τῇ κινήσει ὁ φθόγγος, καὶ εἰ ἕτερος καὶ ἕτερος (ὅπερ δειχθήσεται), ὁμοίως καὶ ἡ κίνησις ἕξει. διορίσας οὖν οὕτω τὴν ζήτησιν ἐπὶ τῆς χορδῆς, ὁποτέρως ἂν ἔχῃ, φησίν, ἐπὶ τῶν τοιούτων κινήσεων τῶν ἐξ ἐναντίου εἰς ἐναντίον, εἴτε μία ἐστὶν ἐπὶ τούτων ἡ κίνησις εἴτε οὐ μία, οὐδὲν κωλύει εἶναί τινα ἄλλην κίνησιν παρὰ τὰς εἰς τὰ ἐναντία γινομένας συνεχῆ καὶ μίαν καὶ διὰ τοῦτο ἀίδιον, ἥν φησιν ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων δήλην ἔσεσθαι. λέγει δὲ περὶ τῆς κυκλοφορίας· ταύτην γὰρ μόνην δείξει μὴ γινομένην εἰς τὰ ἐναντία, ὡς αἱ λοιπαί, καὶ διὰ τοῦτο μίαν καὶ συνεχῆ καὶ ἀίδιον. τοῦ δὴ πρώτου λόγου ἀληθὲς μέν φησι τὸ τὰς εἰς ἐναντία γινομένας κινήσεις μήτε συνεχεῖς μήτε ἀιδίους εἶναι, οὐκ ἀληθὲς δὲ τὸ πᾶν τὸ κινούμενον ἐξ ἐναντίου καὶ εἰς ἐναντίον κινεῖσθαι. δειχθήσεται γάρ, ὅτι ἔστι τις μία καὶ συνεχὴς κίνησις. καὶ ὅρα, ὅπως δυνάμενος λῦσαι τὴν ἔνστασιν ἐκ τοῦ μὴ ἀναιρεῖν τὸ εἶναι κίνησιν ἀλλὰ τὸ μίαν καὶ συνεχῆ εἶναι2 (καὶ γὰρ ἤρκει τοῦτο ἀνενόχλητον φυλάττειν τὸ ἀεὶ εἶναι κίνησιν), ἀλλὰ πρὸς τὴν ἔννοιαν αὐτῆς ἀποτεινόμενος ἔδειξεν, ὅτι κἂν μὴ πᾶσα συνεχής, οὐδὲν κωλύει τινὰ συνεχῆ εἶναι.
“在这些之中,最初被说的”直至“而从后面的事情看将更为清楚。” 在陈述了针对运动之无生成与永恒的三种反驳之后,他着手应对第一种反驳;该反驳说,既然每种运动都是从对立面到对立面、从界限到界限,那么没有任何运动是无生成的和不可止息的;以至于即便某物始终从对立面被运动到对立面,这也绝不是单一的或不间断的运动,而是由于中间的静止始终一次又一次地成为互异的。因此,他在化解这一论证时说,朝向相反之物发生的运动不可能成为单一且连续的,这确实是真实的;因为即便对于被运动之物而言,变化反复沿着对立面发生,但以这种方式发生的运动也不可能成为单一且连续的。因此他说,这类运动既非无生成的也非永恒的,这或许是必然的,如果同一且单一之物的这类运动确实不可能始终是单一且相同的。因为如果这一点得到证明,即朝向相反之物发生的运动不可能成为单一且连续的(这一点尚未得到证明),那么朝向相反之物的诸运动中没有任何一种是永恒的,这一点就算得到了证明。并且将会证明:在被运动之物保持同一的情况下,相反的诸运动必然被静止所隔开。正是为此,由于这一点尚未得到证明,他眼下补充了“或许”,并在不久后补充了“但尽管如此,无论究竟是哪一种情况”。在说了“如果确实不可能始终是单一且相同的”之后,他通过一个例子使所说的事情明晰起来:例如当琴弦被反复弹拨、向着相反方向变换位置并同样地被运动时,其声音究竟是单一、连续且相同的,还是始终相继互异的?因为如果我们最能感知的声音是相同且单一的,那么运动也是单一且连续的;因为声音伴随着运动,而如果声音是相继互异的(这一点将会得到证明),那么运动也将处在同样的状态。因此,在对琴弦的探究作了如此界定之后,他说,在这类从对立面到对立面的运动中,无论究竟是哪一种情况,无论在这些运动中运动是单一的还是非单一的,都丝毫不妨碍在朝向对立面发生的诸运动之外,存在着某种连续、单一并因此而永恒的另一种运动;他说这种运动从后文将要叙述的事情中将变得明了。而他所谈论的是圆周旋转;因为他将证明唯独这种运动不像其余运动那样朝向对立面发生,并因此是单一、连续且永恒的。因此他说,第一种论据中,朝向对立面发生的诸运动既非连续亦非永恒,这固然是真实的,但所有被运动之物都是从对立面且向着对立面被运动的,这却是不真实的。因为将会证明,存在着某种单一且连续的运动。请看:他原本能够从该反驳并未否定运动的存在、而仅仅否定其为单一且连续的这一点来化解该反驳(因为单单这一点就足以使运动的始终存在完好无损),但他却转向针对该反驳的思想本身,证明了纵使并非所有运动都是连续的,也丝毫不妨碍某种运动是连续的。
- 8.18ὥστε τοῦτό φησιν ἴσως ἀναγκαῖον τὸ μὴ ἀγενήτους μηδὲ ἀιδίους εἶναι τὰς τοιαύτας κινήσεις
指示代词 τοῦτο 作为同位语先指后文带冠词的不定式短语 τὸ μὴ ἀγενήτους μηδὲ ἀιδίους εἶναι τὰς τοιαύτας κινήσεις,而 ἴσως ἀναγκαῖον [ἐστι] 充当其谓语。
- 8.18ὅπως δυνάμενος λῦσαι τὴν ἔνστασιν ἐκ τοῦ μὴ ἀναιρεῖν τὸ εἶναι κίνησιν ἀλλὰ τὸ μίαν καὶ συνεχῆ εἶναι
分词 δυνάμενος 相对于后文的主动词 ἔδειξεν 具有让步含义(“虽然本能够化解”)。介词短语 ἐκ τοῦ μὴ ἀναιρεῖν ... 表示化解的根据或手段,并由两个互相对比的带冠词宾格不定式短语(τὸ εἶναι κίνησιν 与 τὸ μίαν καὶ συνεχῆ εἶναι)作为 ἀναιρεῖν 的宾语。
