← 辛普里丘

亚里士多德《物理学》注释

§1186.36-1188.16

针对运动永恒性的三条反驳的提出

辛普里丘注解《物理学》第8卷第2章开头(252b7),阐明亚里士多德如何整理并提出针对运动永恒性的三条反驳(基于变化的界限性、无生命物由静止开始运动、以及基于生物的自发运动向宇宙和无限者的推论)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.17

" Ὅτι μὲν οὖν οὐδεὶς ἦν χρόνος ἕως τοῦ εἴπερ ἐνδέχεται κινεῖσθαι τὸ ἄπειρον καὶ ἠρεμεῖν ὅλον." Τριχῶς ἀεὶ τῶν προβλημάτων βεβαιουμένων διά τε τῆς προηγουμένης αὐτῶν ἀποδείξεως καὶ διὰ τοῦ τῶν ἐναντίως λεγόντων ἐλέγχου καὶ διὰ τῆς τῶν πρὸς τὰ προβλήματα ἐνστάσεων διαλύσεως κατασκευάσας διὰ προηγουμένων λόγων, ὅτι ἡ κίνησις ἀίδιός ἐστι, καὶ διελέγξας τοὺς δοκοῦντας μὴ ἀίδιον λέγειν ὡς πλασματώδη καὶ οὐ φυσικὰ λέγοντας, ἐπὶ τὸ τρίτον μέτεισι νῦν τὸ τὰς ἐνστάσεις τὰς δοκούσας σαλεύειν τὸν λόγον αὐτοῦ διελέγχειν καὶ ψευδεῖς ἀποδεικνύναι.1 τριῶν δὲ οὐσῶν ἐνστάσεων ἡ πρώτη τοιαύτη ἐστίν· οὐδεμία μεταβολὴ ἀίδιός ἐστιν. ἀπόδειξις δὲ τοῦ λόγου ἥδε· πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι· μετ’ ἄλλο γὰρ εἰς ἄλλο ἡ μεταβολὴ καὶ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον· ἡ δὲ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον πέρατα καὶ ὅρους ἔχει τὰ ἐναντία· ἡ πέρατα ἔχουσα εἰς ἄπειρον οὐκ ἂν γίνοιτο· πᾶσα ἄρα μεταβολὴ καὶ κίνησις εἰς ἄπειρον οὐκ ἂν γίνοιτο, ταὐτὸν δὲ εἰπεῖν, οὐδεμία μεταβολὴ μία καὶ συνεχὴς οὖσα ἀίδιός ἐστιν. ἰσοδυναμεῖ γὰρ τῷ ‘πᾶς οὐκ ἔστι’ τὸ ‘οὐδείς ἐστιν.’2 εἰ δὲ μηδεμία κίνησις μία οὖσα ἀίδιός ἐστιν, οὐδ’ ἂν ὅλως κίνησις ἀίδιος εἴη. καὶ ἔοικεν αὕτη ἡ ἔνστασις οὐ τὸ ἀεὶ εἶναι κίνησιν ἀναιρεῖν (τί γὰρ κωλύει πρὸ ἑκάστης μεταβολῆς πεπερασμένης οὔσης εἶναι ἄλλην καὶ μετὰ ἑκάστην ἄλλην;), ἀλλὰ τὸ μίαν εἶναι συνεχῆ καὶ ἀίδιον κίνησιν ἡ ἔνστασις αὕτη ἐπιχειρεῖ ἀναιρεῖν. Δευτέρα δὲ ἔνστασις πρὸς τὸ ἀγένητον εἶναι τὴν κίνησιν ἐκ τῆς ἐναργείας ἐπιχειροῦσα. ὁρῶμεν γὰρ πολλὰ μὴ πρότερον κινούμενα μήτε ἔχοντα ἐν ἑαυτοῖς μηδεμίαν κίνησιν μήτε καθ’ ὅλον μήτε κατὰ μέρος εἰς τὸ κινεῖσθαι μεταβάλλοντα, οἷον ἐπὶ τῶν ἀψύχων ὁρᾶται· λίθοι γὰρ καὶ ξύλα μήτε καθ’ ὅλα μήτε κατὰ μέρη κινούμενα, ἀλλ’ ἠρεμοῦντα τέως, κινεῖταί ποτε καὶ ἄρχεται τοῦ κινεῖσθαι ἐξ ἠρεμίας παντελοῦς εἰς τὸ κινεῖσθαι μεταβαλλόμενα. καίτοι εἰ ἦν ἀίδιος ἡ κίνησις, ἢ ἀεὶ κινεῖσθαι ἔδει ταῦτα ἢ μηδέποτε κινεῖσθαι, ἵνα μὴ ἐκ τοῦ μὴ εἶναι μεταβάλλουσα ἡ κίνησις γενητὴ καὶ μηκέτι ἀίδιος εἴη. νῦν δὲ ταῦτα καὶ ἄρχεται τοῦ κινεῖσθαι καὶ πάλιν παύεται. καὶ αὕτη δὲ ἡ ἔνστασις πρὸς τὸ ἀγένητον εἶναι τὴν κίνησιν ἐνισταμένη καὶ ἡ μετ’ αὐτὴν τοσοῦτον μόνον δεικνύουσιν, ὅτι γίνονταί τινες κινήσεις μὴ πρότερον οὖσαι, οὐ μέντοι ὅτι οὐκ ἔστι πρὸ ἐκείνων ἄλλη κίνησις οὐδὲ μετ’ ἐκείνας ἄλλη. Τρίτον δὲ καὶ πολὺ μᾶλλον ἐπὶ τῶν ἐμψύχων φανερὸν δοκεῖ τὸ γίνεσθαι κίνησιν μὴ πρότερον οὖσαν. τὰ μὲν γὰρ ἄψυχα, εἰ καὶ ἠρεμοῦντα πρότερον εἰς τὸ κινεῖσθαι μεταβάλλει, ἀλλὰ τὸ κινοῦν αὐτὰ ἔξωθέν ἐστι κινούμενον καὶ αὐτό, ὡς μὴ δείκνυσθαι γενητὴν ὑπὸ τῶν ἀψύχων τὴν κίνησιν ἁπλῶς3 διὰ τὸ προυπάρχειν ἄλλην κίνησιν τῆς γενητῆς τούτων κινήσεως· ἐπὶ δὲ τῶν ζῴων οὐ δυνατὸν τοῦτο λέγειν, ὅταν φαίνηται ταῦτα ἐκ παντελοῦς ἠρεμίας ἐξ ἑαυτῶν κινούμενα οὐδενὸς ἔξωθεν κινοῦντος, ὅπερ κινούμενον ἐδύνατο κινεῖν. δοκεῖ γὰρ ἐναργῶς τότε γεννᾶσθαι κίνησις μὴ πρότερον οὖσα, εἰ ἐξ αὑτοῦ κινεῖται μὴ πρότερον κινουμένου. εἰ δὲ ἐν ζῴῳ δυνατὸν ἄρχεσθαι κίνησιν μὴ πρότερον οὖσαν (βαιὸς δὲ κόσμος τὸ ζῷον κατὰ τάξιν τινὰ καὶ φύσιν διακεκοσμημένον καὶ διοικούμενον), τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ κατὰ τὸν ὅλον κόσμον, ὡς ἐξ ἀκινησίας αὐτὸν παντελοῦς εἰς τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι μεταβαλεῖν. καὶ οὕτω μὴ πρότερον οὖσαν κίνησιν γενέσθαι. εἰ δὲ ἐν τῷ κόσμῳ φησὶ τοῦτο δυνατόν, καὶ ἐν τῷ ἀπείρῳ δυνατόν, ἤτοι τῷ Ἀναξαγόρου (ὡς ἤκουσεν ὁ Ἀλέξανδρος, διότι τὸ μῖγμα τὸ ἐκ τῶν ὁμοιομερειῶν ἀπείρων οὐσῶν ἄπειρον ἀνάγκη εἶναι) ἢ τῷ Ἀναξιμένους καὶ Ἀναξιμάνδρου καὶ ὅλως τῶν ἓν τὸ στοιχεῖον ἄπειρον κατὰ μέγεθος ὑποθεμένων, ἢ καὶ τούτου καὶ ἐκείνου. προσέθηκε καὶ τὸ εἴπερ ἐνδέχεται κινεῖσθαι τὸ ἄπειρον καὶ ἠρεμεῖν ὅλον, ὅτι δέδεικται τὸ ἄπειρον κατὰ μέγεθος μὴ δυνατὸν ὂν κινηθῆναι τὴν τοπικὴν κίνησιν, ἣν κινεῖται τὰ αὐτοκίνητα· μήτε γὰρ ἐπ’ εὐθείας, εἰ μὴ ἔστιν ὅπου προβήσεται τὸ ἄπειρον, μήτε κύκλῳ, εἴπερ μὴ ἔστι τοῦ ἀπείρου τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ τὸ ἔσχατον καὶ μέσον. πολλὰ δὲ καὶ ἄλλα περὶ τούτου γέγραπται ἐπιχειρήματα ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας.

“因此,没有任何时间[曾不存在运动]”,直至“如果无限者确实能够作为整体被运动和静止。” 既然各种论题始终通过三种方式得以确立——通过它们自身的直接证明,通过对持相反主张者的驳斥,以及通过对针对这些论题的反驳的化解——他在通过前面的论据论证了运动是永恒的、并驳斥了那些看起来主张运动非永恒的人乃是出于虚构而非合乎自然哲学家的方式立论之后,现在便转向第三点,即驳斥那些看起来动摇其论证的反驳,并证明它们是虚假的。在存在的三种反驳中,第一种如下:没有任何变化是永恒的。此论点的证明如下:每种变化都是从某物到某物;因为变化是在一物之后向另一物进行,且是从对立面到对立面;而从对立面到对立面的[变化]具有这些对立面作为界限和端点;具有界限之物不可能进行至无限;因此,每种变化和运动都不可能进行至无限;这等于说,没有任何作为单一且连续的变化是永恒的。因为“没有一个是”等价于“每一个都不是”。而若是没有任何作为单一的运动是永恒的,总括而言运动也不可能是永恒的。并且这种反驳看起来并非否定运动始终存在(因为既然每个变化都是有限的,在每个变化之前存在另一个变化,在每个变化之后存在另一个变化,这有什么妨碍呢?),而是这种反驳试图否定存在单一、连续且永恒的运动。第二种反驳针对运动的无生成性,是从显明的事实出发进行攻击的。因为我们看到许多先前并未被运动、在其自身内部无论是作为整体还是作为部分都不具有任何运动的事物转变为被运动,例如在无生命物上所见到的那样;因为石头和木块无论是作为整体还是作为部分都未被运动,而是先前一直静止,却会在某个时刻被运动,并从完全的静止转变为被运动,从而开始被运动。然而,若运动是永恒的,这些事物本应当要么始终被运动,要么决不被运动,以免运动由于从不存在转变而来而成为生成的且不再是永恒的。但实际上,这些事物既开始被运动,又再次停止。而这种针对运动之无生成性提出的反驳以及紧随其后的反驳,仅表明存在着某些先前并不存在的运动发生,却绝非表明在那些运动之前没有别的运动,在那些运动之后也没有别的运动。第三,且在有生命物上,先前并不存在的运动之发生看起来要显著得多。因为无生命物即使先前静止而转变为被运动,但推动它们的事物乃是在外部且其自身也是被运动的,以至于由于在此类生成的运动之前预先存在着另一种运动,并未由无生命物表明运动无条件地是生成的;但在动物身上则不可能这样说,每当它们显现出从完全的静止由自身所运动、而在外部没有任何本身被运动从而能够推动它们的事物时。因为如果先前并未被运动之物由自身所运动,那么先前并不存在的运动在此时看起来显然被产生出来了。但如果在动物中可能开始一种先前并不存在的运动(而动物乃是一个依照某种秩序和自然被整饬和统理的微型宇宙),那么有什么妨碍在整个宇宙中也发生同样的事情,以至于它从完全的静止转变为由自身被运动呢?从而使先前并不存在的运动得以产生。他说,若这在宇宙中是可能的,那么在无限者中也是可能的,要么是在阿那克萨戈拉的无限者中(正如亚历山大所理解的,因为由无限的同质部分组成的混合物必然是无限的),要么是在阿那克西美尼和阿那克西曼德以及总括而言设定单一元素在量度上是无限的人们的无限者中,要么兼指二者。他之所以还补充了“如果无限者确实能够作为整体被运动和静止”,乃是因为已经证明了在量度上无限之物不可能依自动之物所运动的位移运动而被运动;因为如果不存在无限者可以前行到的地方,它就不能作直线运动,而如果对于无限者来说并不存在一部分在上而另一部分在下、或极端与中心,它就也不能作圆周运动。关于这一点,在本论著的第三卷中还写有许多其他论据。

语法注3 条
  1. 8.17Τριχῶς ἀεὶ τῶν προβλημάτων βεβαιουμένων... κατασκευάσας... διελέγξας... ἐπὶ τὸ τρίτον μέτεισι νῦν τὸ τὰς ἐνστάσεις τὰς δοκούσας σαλεύειν τὸν λόγον αὐτοῦ διελέγχειν καὶ ψευδεῖς ἀποδεικνύναι.

    开篇的长句由一个属格绝对结构(Τριχῶς ἀεὶ τῶν προβλημάτων βεβαιουμένων...)引导,随后以亚里士多德为主语的两个主格分词(κατασκευάσας, διελέγξας)修饰主要动词 μέτεισι(“转向”)。带冠词的不定式短语 τὸ ... διελέγχειν καὶ ψευδεῖς ἀποδεικνύναι 作为同位语,具体解释了介词短语 ἐπὶ τὸ τρίτον(“转向第三点”)的内容。

  2. 8.17ἰσοδυναμεῖ γὰρ τῷ ‘πᾶς οὐκ ἔστι’ τὸ ‘οὐδείς ἐστιν.’

    动词 ἰσοδυναμεῖ(“与……等价”)支配与格,τῷ ‘πᾶς οὐκ ἔστι’(“每一个都不是”)为其与格补足语,而带有中性主格冠词的 τὸ ‘οὐδείς ἐστιν’(“没有一个是”)则是句子的语法主语。由于谓语倒装在前,必须通过冠词的格位(与格与主格)来区分主谓成分。

  3. 8.17ὡς μὴ δείκνυσθαι γενητὴν ὑπὸ τῶν ἀψύχων τὴν κίνησιν ἁπλῶς

    连词 ὡς 带不定式 δείκνυσθαι 构成结果从句(“以至于未表明……”)。否定词 μή 依不定式惯例使用。宾格的 τὴν κίνησιν 是不定式在语义上的主语,与谓语形容词 γενητήν 构成宾格加不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1186.36-1188.16