← 辛普里丘

亚里士多德《物理学》注释

§1185.16-1186.35

恩培多克勒的交替说与永恒事物的原因

辛普里丘基于亚里士多德(252a19)论述道,恩培多克勒主张轮流交替因而比阿那克萨戈拉更优,但未给出这种交替比例与周期的原因仍是不充分的;他进而批判德谟克利特,指出即使始终永恒发生的事情也如同数学定理一样具有应当被证明的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.16

" Διόπερ ἄμεινον ὡς Ἐμπεδοκλῆς ἕως τοῦ τῶν μέντοι ἀρχῶν, οὐκ ἔστιν ἕτερον αἴτιον, ἀιδίων οὐσῶν." Κἂν μὴ κατορθοῖ τελέως Ἐμπεδοκλῆς εἰπὼν ἄνευ αἰτίας, ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο, ὥστε καὶ ἐν μέρει τὸ πᾶν ἠρεμεῖν τε καὶ κινεῖσθαι, ἀλλ’ ὅμως, καθ’ ὅσον τὸ ἐν μέρει τάξιν τινὰ ἐμφαίνει τοῦ ὡρισμένου πρὸς τὸ ὡρισμένον, φυσικώτερον δοκεῖ λέγειν. τῶν γὰρ μερῶν τοῦ χρόνου πρὸς ἄλληλα πεπερασμένων ὄντων λόγος τίς ἐστι, τοῦ δὲ ἀπείρου πρὸς τὸν ἄπειρον, ᾧ Ἀναξαγόρας χρῆσθαι δοκεῖ, οὐδείς ἐστι λόγος. πλήν, φησίν, οὐκ ἀρκεῖ τῷ Ἐμπεδοκλεῖ καὶ τοῖς οὕτω λέγουσι τὸ παρὰ μέρος φάναι, ἀλλ’ ἐχρῆν καὶ τὴν αἰτίαν τούτου προσθεῖναι καὶ μὴ τίθεσθαι μηδὲν μηδὲ ἀξιοῦν ἄνευ αἰτίας, ἀλλ’ εἰ μὲν περὶ ἀρχῆς τινος ὁ λόγος, δι’ ἐπαγωγῆς αὐτὴν πιστοῦσθαι (τὰς γὰρ ἀρχὰς ἀπὸ τῶν ὑστέρων ἀνάγκη βεβαιοῦσθαι), εἰ δὲ περὶ τῶν μετὰ τὰς ἀρχάς, δι’ ἀποδείξεως· ὥσπερ καὶ νῦν. ἡ γὰρ Φιλία καὶ τὸ Νεῖκος οὐκ εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τοῦ παρὰ μέρος καὶ ἐν ἴσῳ χρόνῳ κρατεῖν καὶ κινεῖν. ἢ γὰρ ἂν ταὐτὸν ἦν τὸ Φιλότητι καὶ Νείκει εἶναι,1 ἀλλὰ τῆς μὲν Φιλίας ἴδιόν ἐστι τὸ συνάγειν εἰς ἓν τὰ διῃρημένα, τοῦ δὲ Νείκους τὸ διακρίνειν καὶ χωρίζειν. τοῦ δὲ ἐν μέρει καὶ ἐν ἴσῳ χρόνῳ ἄλλο ἂν εἴη τὸ αἴτιον, ὅπερ ἐχρῆν προσαποδιδόναι τοὺς οὕτω λέγοντας, προστιθέντας καὶ ἐφ’ ὧν τινων ἄλλων οὕτως ἔχει καὶ γίνεται· πιστὸς γὰρ ἂν ἦν ὁ λόγος ἀπὸ τῶν ἐναργῶν μαρτυρούμενος, ὥσπερ τὸ ἐν τῷ ὅλῳ τὴν μὲν Φιλίαν συναγωγὸν εἰς ἓν εἶναι, τὸ δὲ Νεῖκος διακριτικὸν καὶ σκορπιστικὸν πιστὸν δοκεῖ ἐκ τοῦ καὶ παρ’ ἡμῖν τὴν μὲν φιλίαν συνάγειν τοὺς ἀνθρώπους, τὴν δὲ ἔχθραν διιστάνειν ἀπ’ ἀλλήλων. ἐπειδὴ γὰρ τοῦτο φαίνεται ἐπί τινων πιστόν, δοκεῖ καὶ ἐπὶ τοῦ ὅλου. ἔδει οὖν καὶ ἐπὶ τοῦ ἐν μέρει καὶ δι’ ἴσου ἐν τῷ παντὶ κρατεῖν ἀπ’ ἄλλου τινὸς τὴν πίστιν κομίζειν. ὡς δέ τινος ῥᾳδίως τοῖς εἰρημένοις ὑπαντήσοντος,2 ὅτι ὥσπερ ἡ μὲν φιλία ἀεὶ συνάγει, ἡ δὲ ἔχθρα διακρίνει, καὶ οὐ χρὴ τούτου ζητεῖν αἰτίαν, οὕτω καὶ ἀεὶ ἐν μέρει καὶ παρ’ ἡμῖν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις ἐπικρατοῦσι, λέγει αὐτός, ὅτι οὐκ ὀρθῶς ἔχει, τὸ ἀεὶ οὕτως ἔχειν τι καὶ πανταχοῦ ὡς ἀρχὴν λαμβάνειν ἀναπόδεικτον·3 πολλὰ γὰρ τῶν ὄντων ἀίδια μέν ἐστιν καὶ πανταχοῦ οὕτως ἔχει, οὐ μὴν ἀρχαὶ καὶ ἀναπόδεικτα, ἀλλ’ ἔχει τοῦ εἶναι τοιαῦτα αἰτίας τινὰς καὶ ἀρχάς, ὥσπερ ἐν τοῖς μαθήμασι τὸ τοῦ τριγώνου τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἀίδιον μέν ἐστι καὶ ἐν παντὶ τριγώνῳ οὕτως ἔχει, οὐ μέντοι ἀρχὴ καὶ ἀναπόδεικτον. ἀλλ’ ἔστιν τις ἀρχὴ τούτου, ἐξ ἧς ἀποδείκνυται. ὁμοίως δὲ τὸ παρὰ μέρος θέρος καὶ χειμῶνα γίνεσθαι ἀίδιον μὲν καὶ πανταχοῦ οὕτως, οὐ μέντοι ἀρχή, ἀλλὰ ἀρχὰς ἔχει καὶ αἰτίας τῆς τοιαύτης κινήσεως. διὸ οὐκ ἀποδέχεται Δημόκριτον τὰς περὶ φύσεως αἰτίας εἰς ἀρχὴν ἀνάγοντα ταύτην, ὅτι οὕτω καὶ τὰ πρότερον ἐγίνετο, καὶ μηκέτι ἀξιοῦντα τῶν ἀεὶ ὁμοίως γινομένων ἀρχὴν καὶ αἰτίαν ζητεῖν καὶ μὴ ἐννοοῦντα, ὅτι ἐφ’ ὧν μὲν τὸ ἀίδιον ἀρχή ἐστιν αὐτόπιστος καὶ ἀναπόδεικτος, ἐπὶ τούτων ὀρθῶς ἔχει τὸ μὴ ζητεῖν αἰτίαν τοῦ ἀεὶ οὕτως ἔχοντος, ἐφ’ ὧν δὲ οὐκ ἔστιν ἀρχὴ τὸ ἀίδιον, ἐπὶ τούτων ἀρχὰς καὶ αἰτίας ἀποδοτέον. οὐ γὰρ πᾶν ἀίδιον ἀρχή, κἂν ἡ ἀρχὴ πάντως καὶ ἀίδιός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀίδιον τῆς ἀρχῆς.4 διὸ καὶ ὁ γεωμέτρης ἀπαιτούμενος δεῖξαι, ὅτι δυσὶν ὀρθαῖς εἰσιν ἴσαι, οὐκ ἀρκεῖται εἰπεῖν, ὅτι ἀίδιον τοῦτό ἐστι καὶ ἀρχὴ καὶ ἀναπόδεικτον, ἀλλὰ τὴν ἀπόδειξιν ἐπάγει. μὴ τοίνυν ὁ Δημόκριτος αἰτίαν τῆς τῶν ἀτόμων συνόδου τε καὶ περιπλοκῆς ἀρκοῦσαν ἡγείσθω τὸ οὕτως ἀεὶ γίνεσθαι τὰ γινόμενα. εἴρηται δὲ πολλάκις, ὅτι καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας ἡνωμένον μὲν τὸν νοητὸν ἔλεγον κόσμον, διακεκριμένον δὲ τὸν αἰσθητόν. ἀμφοῖν δὲ ἀεὶ ὄντων τὴν κατὰ χρόνον μεταβολὴν εἰς ἔνδειξιν ἐλάμβανον τῆς τάξεως αὐτῶν καὶ τῆς τοῦ αἰσθητοῦ γενέσεως ἀπὸ τοῦ νοητοῦ, Ἐμπεδοκλῆς δὲ καὶ τῆς τοῦ αἰσθητοῦ πρὸς τὸ νοητὸν ἐπιστροφῆς.

“‘因此,像恩培多克勒那样说更好’直至‘然而对于本原,既然它们是永恒的,就没有别的因了’。” 即使恩培多克勒在没有给出原因的情况下说“在循环的周转中它们轮流支配”,以至于整个宇宙也轮流静止和被运动,并不完全正确,但无论如何,只要“轮流”显示了被规定之物相对于被规定之物的某种秩序,他看起来就更合乎自然哲学家的方式来立论。因为时间的各个部分相对于彼此是有限的,它们之间存在着某种比例,而阿那克萨戈拉似乎使用的无限与无限之间,则没有任何比例。然而他说,对于恩培多克勒和这样主张的人来说,仅说“轮流”是不够的,而是应当也把这方面的原因添加上去,而不应在没有原因的情况下设定或要求任何东西;若是关于某种本原的讨论,就应通过归纳来确立其信凭性(因为本原必然要由后起之物来证实),若是关于本原之后的事物的讨论,则应通过证明来确立;正如现在的情形一样。因为“爱”与“争”并不是在相等时间内轮流支配和运动的本原与原因。否则,“爱”的本质与“争”的本质就会是同一的;然而“爱”的特有功能是将分散之物聚合成一,“争”的特有功能则是区分和分离。在相等时间内轮流[支配]的原因当是另一回事,这样主张的人应当补充给出这一原因,并附加说明在哪些别的事物上也是如此存在和发生的;因为若是从显明的事实中得到见证,这一论据就会是可信的,正如在宇宙整体中“爱”是将事物聚合成一、“争”是区分和散播之物看起来之所以可信,乃是由于在我们这里友爱也使人聚拢、而仇恨使人相互分离。因为既然这在某些具体事物上显出其可信,在宇宙整体上看起来也是如此。因此,关于在宇宙中轮流且依相等间距处于支配地位,他们也本应从某种别的事物中引来信凭性。然而,由于预料到会有人轻易反驳前述说法,声称正如友爱始终聚合、仇恨始终分离而无须为此探寻原因一样,在我们这里聚合与区分也是始终轮流支配的,〔亚里士多德〕自己便说,将某物始终如此且普遍如此当作不可证明的本原,这是不正确的;因为存在物中有许多虽然是永恒的且普遍如此,却绝非本原和不可证明之物,而是具有使其如此的某些原因和本原,正如在数学中三角形的三个内角等于两直角是永恒的且在每个三角形中都如此,但这绝非本原和不可证明之物,而是存在着作为其出发点的某种本原,由此得以被证明。同样,夏日与冬日轮流发生虽是永恒的且处处如此,却绝非本原,而是具有此类运动的诸本原和诸原因。因此他不赞同德谟克利特,后者将关于自然的原因归结为“从前的事物亦是如此发生”这一本原,且不再要求为始终一致发生的事物寻找本原和原因,未曾省察到:在永恒者本身即是自明的、不可证明的本原之处,不去寻求始终如此者的原因固然是正确的,但在永恒者并非本原之处,则必须给出诸本原和诸原因。因为并非一切永恒者都是本原,尽管本原无一例外都是永恒的;因为永恒者的外延大于本原。因此几何学家在被要求证明〔三个内角〕等于两直角时,也不满足于说这是永恒的、是本原且不可证明,而是会提出证明。因此,德谟克利特切不可认为原子聚会和纠缠的充分原因在于生成的事物始终如此生成。而且已经屡次说过,恩培多克勒和阿那克萨戈拉都曾谈到理智世界是统一的,而感觉世界是分离的。在二者均始终存在的情况下,他们将随时间的变化作为其秩序的显示以及感觉之物源于理智之物的生成的显示,而恩培多克勒还将其作为感觉之物向理智之物复归的显示。

语法注4 条
  1. 8.16ἢ γὰρ ἂν ταὐτὸν ἦν τὸ Φιλότητι καὶ Νείκει εἶναι

    与事实相反的条件句主句(过去直说语气加上 ἄν)。上下文隐含了“假若‘爱’与‘争’本身就是轮流支配的原因”这一非真实条件,从而推导出荒谬的结论:“‘爱’的本质与‘争’的本质就会成为同一的”。结构 τὸ ... εἶναι 加与格是亚里士多德哲学中表达本质的特有句式。

  2. 8.16ὡς δέ τινος ῥᾳδίως τοῖς εἰρημένοις ὑπαντήσοντος

    带有 ὡς 和将来分词(ὑπαντήσοντος)的属格独立结构。它表示论者(亚里士多德)预料或设想反驳者可能会轻易提出异议(由 ὅτι ὥσπερ... 引出),主节由 λέγει αὐτός 承接并给出回答。

  3. 8.16τὸ ἀεὶ οὕτως ἔχειν τι καὶ πανταχοῦ ὡς ἀρχὴν λαμβάνειν ἀναπόδεικτον

    带冠词的不定词短语 τὸ ... λαμβάνειν 充当主句谓语 οὐκ ὀρθῶς ἔχει(是不正确的)的主语。λαμβάνειν 的宾语是不定词短语 ἀεὶ οὕτως ἔχειν τι καὶ πανταχοῦ 所表达的事态,而 ὡς ἀρχὴν ... ἀναπόδεικτον 则充当其补足语(“作为不可证明的本原而接受”)。

  4. 8.16ἐπὶ πλέον γὰρ τὸ ἀίδιον τῆς ἀρχῆς

    ἐπὶ πλέον 在比较句式中作表语,τῆς ἀρχῆς 为比较属格,意为“永恒者的外延大于本原”。系动词 ἐστί 被省略。这表达了逻辑上的包含关系:永恒固然是本原的必要条件,却非充分条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1185.16-1186.35