- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1183.19-1185.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《物理学》第8卷第1章(252a5),批判了恩培多克勒与阿那克萨戈拉仅诉诸“自然本就如此”或“出于必然”而不提供具体原因的做法,并结合自然作为秩序与比例(理法)之原因以及欧德谟的诘难展开论述。
" Ὁμοίως δὲ καὶ τὸ λέγειν, ὅτι πέφυκεν οὕτως ἕως τοῦ ἢ λόγον ἔχειν τὸ μὴ ἁπλοῦν." Πλάσματι ἐοικέναι εἰπὼν τὸ λέγειν, ὅτι ὁτὲ μὲν ἦν κίνησις, ὁτὲ δὲ οὔ, διὰ τὸ μὴ ἔχειν αἰτίαν ἀποδοῦναι τούτου, ἐφεξῆς φησιν ὅτι καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτω, καὶ ταύτην ὡς ἀρχὴν καὶ αἰτίαν ἀποδιδόναι, ὁμοίως πλασματῶδές ἐστιν. τοῦτο δὲ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπεῖν, ὅτε λέγει ὅτι τὸ κρατεῖν καὶ κινεῖν ἐν μέρει τὴν Φιλίαν καὶ τὸ Νεῖκος ἐξ ἀνάγκης ὑπάρχει τοῖς πράγμασιν, εἰ δὲ καὶ τοῦτο, καὶ τὸ ἠρεμεῖν ἐν τῷ μεταξὺ χρόνῳ· τῶν γὰρ ἐναντίων κινήσεων ἠρεμία μεταξύ ἐστιν. Εὔδημος δὲ τὴν ἀκινησίαν ἐν τῇ τῆς Φιλίας ἐπικρατείᾳ κατὰ τὸν Σφαῖρον ἐκδέχεται, ἐπειδὰν ἅπαντα συγκριθῇ, ἔνθ’ οὔτ’ ἠελίοιο διείδεται ὠκέα γυῖα, ἀλλ’, ὥς φησιν, οὕτως Ἁρμονίης πυκινῷ κρυφῷ ἐστήρικται Σφαῖρος κυκλοτερὴς μονίῃ περιγηθέϊ γαίων· ἀρξαμένου δὲ πάλιν τοῦ Νείκους ἐπικρατεῖν τότε πάλιν κίνησις ἐν τῷ Σφαίρῳ γίνεται· πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο. Τί δὲ διαφέρει τοῦ ὅτι πέφυκεν οὕτως τὸ ἐξ ἀνάγκης λέγειν αἰτίαν μὴ προστιθέντα; ταῦτα δὲ Ἐμπεδοκλῆς ἔοικε λέγειν ἐν τῷ· ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο· καὶ ὅτ’ ἀνάγκην τῶν γινομένων αἰτιᾶται· ἔστιν ἀνάγκη χρῆμα θεῶν σφρήγισμα παλαιόν, ἀίδιον πλατέεσσι κατεσφρηγισμένον ὅρκοις· διὰ γὰρ τὴν ἀνάγκην καὶ τοὺς ὅρκους τούτους ἑκάτερον παρὰ μέρος ἐπικρατεῖν φησι. λέγει δὲ καὶ ταῦτα Ἐμπεδοκλῆς ἐπὶ τῆς τοῦ Νείκους ἐπικρατείας· αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶ μελέεσσιν ἐρέφθη ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου.1 ταῦτα οὖν φησι χωρὶς αἰτίας λεγόμενα οὐδὲν ἄλλο λέγειν ἐστὶν ἢ πέφυκεν οὕτω. Τάχα δέ, φησί, καὶ Ἀναξαγόρας ὁ μίαν ἀρχὴν κινήσεως τῶν πρότερον ἠρεμουσῶν ὁμοιομερειῶν τὸν νοῦν λέγων καὶ μὴ προστιθεὶς αἰτίαν, δι’ ἣν τότε ἐκίνησεν, ἀλλὰ μὴ καὶ πρότερον, οὐδὲν ἄλλο λέγει ἢ τὸ πλασματῶδες τοῦτο ὅτι πέφυκεν οὕτω. καίτοι γε τὸ ἀναίτιον καὶ ἄτακτον μάλιστα ἐπὶ τῆς φύσεως καὶ τῶν φύσει γινομένων φυλακτέον, διότι ἡ φύσις λόγος οὖσα αἰτία πᾶσι τάξεώς ἐστι καὶ λόγου. ὁ δὲ χρόνος, ὃν ἠρέμουν πρότερον, ἄπειρος ὢν πρὸς τόν, ἀφ’ οὗ ἤρξαντο κινεῖσθαι, οὐδένα λόγον ἔχει. τὸ γὰρ ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· ἀλλ’ οὐδὲ πρὸς τὸ πεπερασμένον. συνάγεται ἄρα ἐν δευτέρῳ σχήματι, ὅτι ἡ ἄπειρος ἠρεμία πρὸς τὴν ἄπειρον ἢ τὴν πεπερασμένην κίνησιν οὐκ ἔστι φύσει.2 καὶ τὸ ἄπειρον δὲ χρόνον ἠρεμεῖν, εἶτα κινηθῆναί ποτε, καὶ τούτου μηδεμίαν λέγειν διαφοράν, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον κινοῦνται, μηδὲ ἔχειν τινὰ τάξιν, οὐκ ἔστι φύσεως ἔργον, διότι τὰ φύσει οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχει ἄνευ λόγου καὶ αἰτίας, ἀλλ’ ἢ ἁπλῶς καὶ ὁμοίως ἔχει πάντα τὰ φύσει.3 οἷον τὸ πῦρ ἄνω φύσει φέρεσθαι λέγομεν, διότι οὐχ ὁτὲ μὲν ὁτὲ δὲ οὔ, ἀλλὰ ἁπλῶς ἄνω φέρεται καθόλου καὶ ἀεὶ ὁμοίως· ἡ δὲ γῆ κάτω καὶ αὕτη ἁπλῶς. εἰ δέ τι τῶν φύσει μὴ ἀεὶ ὁμοίως ἔχει, ἀλλ’ ὁτὲ μὲν ὁτὲ δ’ οὔ, ἔστι λόγος τις καὶ αἰτία τοῦ μὴ ἁπλοῦ, ἀλλὰ διαφόρου, οἷον τοῦ μὴ ἀεὶ θέρος εἶναι ἢ ἀεὶ χειμῶνα, ἀλλὰ παρὰ μέρος, αἰτία ἥ τε τοῦ ζῳδιακοῦ ἔγκλισις καὶ ἡ τοῦ ἡλίου ἐπ’ αὐτοῦ κίνησις· καὶ τοῦ μὴ ἀεὶ γεννᾶν τὰ ζῷα αἴτιον τὸ τελείων εἶναι τὸ δύνασθαι ὅμοια ποιεῖν ἑαυτοῖς. Ὁ δὲ Εὔδημος μέμφεται τῷ Ἀναξαγόρᾳ οὐ μόνον, ὅτι μὴ πρότερον οὖσαν ἄρξασθαί ποτε λέγει τὴν κίνησιν, ἀλλ’ ὅτι καὶ περὶ τοῦ διαμένειν ἢ λήξειν ποτὲ παρέλιπεν εἰπεῖν, καίπερ οὐκ ὄντος φανεροῦ. “τί γὰρ κωλύει, φησί, δόξαι ποτὲ τῷ νῷ στῆσαι πάντα χρήματα, καθάπερ ἐκεῖνος εἶπεν κινῆσαι.” καὶ τοῦτο δὲ αἰτιᾶται τοῦ Ἀναξαγόρου ὁ Εὔδημος· “πῶς ἐνδέχεται στέρησίν τινα προτέραν εἶναι τῆς ἀντικειμένης ἕξεως· εἰ οὖν ἡ ἠρεμία στέρησις κινήσεώς ἐστιν, οὐκ ἂν εἴη πρὸ τῆς κινήσεως.”
“同样,说自然本就如此”直至“或者非单纯之物具有比例。” 在指出说“运动时而存在,时而并不存在”由于不能为此给出原因而类似于一种虚构之后,他接着说,说“自然本就如此”,并将此作为本原和原因给出,同样是虚构的。这似乎是恩培多克勒会说的话,当他说“爱”与“争”轮流支配并运动是出于必然归属于事物的,而若是如此,在居间的时间中静止也归属于事物时;因为在相反的运动之间存在着静止。然而欧德谟将这种不动性解释为在“球体”中“爱”的支配时期,当万物结合在一起时,“在那里太阳矫健的肢体亦不可分辨”,而是正如他所说,“在和谐致密的幽蔽处,圆形的球体如此被稳固确立,陶醉于欣喜的静定之中”;但当“争”重新开始支配时,那时在“球体”中又产生了运动;“因为神的肢体依次全部震颤起来”。而说“出于必然”却不附加原因,与说“自然本就如此”又有何区别呢?恩培多克勒似乎在下述诗行中说了这些话:“在流转的时间中它们轮流支配”;以及当他将生成之物归咎于必然时:“存在着必然之事,诸神古老的铭约,依广阔的誓言被封印的永恒之物”;因为他说,正是由于这种必然和这些誓言,二者才轮流居于支配地位。恩培多克勒在论及“争”的支配时也说了这些话:“但是当巨大的争在肢体中被滋养,在时限圆满之际跃起夺取其荣耀,那依广阔誓言为它们轮流确立的时限”。因此他说,在没有原因的情况下说这些,无非是说“自然本就如此”。他说,或许阿那克萨戈拉也是如此,他将“心灵”称为此前静止的同质体之运动的唯一本原,却没有附加究竟因何“心灵”是在那时运动它们而非在更早之时,他所说的同样无非是这种虚构之辞:“自然本就如此”。然而,无原因和无秩序之物,在自然以及依自然生成之物上乃是最应加以戒除的,因为自然作为理法,对于万物而言是秩序与比例的原因。而它们此前静止的时间是无限的,相对于它们开始被运动之后的时间而言并不具有任何比例。因为无限对于无限没有任何比例,对于有限亦同样如此。因此在第二格三段论中推得:无限的静止相对于无限或有限的运动而言并非出于自然。而且,静止无限的时间,然后又在某个时候被运动,却对此说不出任何它们现在而非此前被运动的差异,也不具有任何秩序,这并非自然的作为;因为出于自然之物并非在没有理法和原因的情况下时而如此时而别样,而是凡出于自然之物要么是单纯且一致地如此。例如,我们说火依自然向上运动,是因为它并非时而向上时而不然,而是普遍且始终一致地单纯向上运动;土向下运动,也是同样单纯如此。但如果出于自然之物中有并非始终一致、而是时而如此时而不然者,则对于非单纯而相异的情形存在着某种比例和原因;例如,并非始终是夏日亦非始终是冬日、而是轮流交替的原因,既在于黄道的倾斜,也在于太阳在黄道上的运动;而动物并非始终繁衍的原因,在于能够生成与自身相似之物乃是成熟个体的属性。欧德谟指责阿那克萨戈拉,不仅是因为他说运动此前不存在而于某时开始,而且是因为关于运动是永续还是某时终止,尽管这并不显然,他却遗漏未予说明。“因为有什么能阻止,”他说,“心灵在某时决意使万物停顿,正如那人所说它使万物运动一样?”欧德谟还因此指责阿那克萨戈拉:“一种缺失状态怎么可能先于相反的习性状态?因此,如果静止是运动的缺失,它就不可能在运动之前。”
- 8.15ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου
恩培多克勒诗行中的句法结构。关系代词 ὅς 的先行词是前文的 χρόνος,παρελήλαται 是 ἐλαύνω 的完成时被动第三人称单数,表示时间期限被驱进或确立。ἀμοιβαῖος 作表语性/状语性修饰(“轮流地/交替地”),πλατέος ὅρκου 则作为表示依据或出处的属格(“依照广阔的誓言”)。
- 8.15συνάγεται ἄρα ἐν δευτέρῳ σχήματι, ὅτι ἡ ἄπειρος ἠρεμία πρὸς τὴν ἄπειρον ἢ τὴν πεπερασμένην κίνησιν οὐκ ἔστι φύσει
第二格三段论推论的句式结构。大前提为“凡出于自然之物皆具有秩序与比例(理法)”,小前提为“无限的时间相对于其他时间不具有比例”,由此在第二格中得出全称否定结论:“无限的静止相对于无限或有限的运动而言不具有比例,因而不是出于自然的”。介词短语 πρὸς τὴν ἄπειρον ἢ τὴν πεπερασμένην κίνησιν 表示静止与运动之间的相对比例/对应关系。
- 8.15ἀλλ’ ἢ ἁπλῶς καὶ ὁμοίως ἔχει πάντα τὰ φύσει
倒装语序与句式结构。连词 ἢ 承接前文的否定表达(οὐχ ὁτὲ μὲν... ὁτὲ δὲ ἄλλως),引出排他性的对立转折(“否则一切出于自然之物皆单纯且一致地如此”)。πάντα τὰ φύσει(出于自然的一切事物)为主语,动词 ἔχει 与副词连用表示处于某种状态(不及物用法)。
