← 辛普里丘

亚里士多德《物理学》注释

§1183.1-1183.18

假定运动与时间具有生灭之虚构性

针对亚里士多德将假定运动与时间具有生灭称为“虚构”(252a4)之文句,辛普里丘阐明了假定其在某一特定时刻开始所导致的荒谬与概念矛盾,并引述评析了亚历山大的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.14

" Καὶ γὰρ ἔοικε τὸ οὕτω λέγειν πλάσματι μᾶλλον." Δείξας, ὅτι ἀΐδιος ἡ κίνησις διὰ τῆς τοῦ χρόνου ἀϊδιότητος καὶ ὅτι ἀδύνατον κίνησιν ἢ χρόνον γινόμενα ἢ φθειρόμενα ὑποτίθεσθαι, νῦν φησιν ὅτι καὶ ἐκ τούτου ἀΐδιος ἡ κίνησις καὶ ὁ χρόνος δείκνυται ἐκ τοῦ τὸ μὴ οὕτω λέγειν, ἀλλὰ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι κίνησιν ἢ χρόνον, πλάσματι μᾶλλον ἐοικέναι.1 τί γὰρ ἂν εἴη πλασματωδέστερον τοῦ λέγειν, ὅτι μὴ οὖσα κίνησις μηδὲ χρόνος πρότερον τότε γεγόνασι; διὰ τί γὰρ τότε, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον, πλάσματι μᾶλλον ἔοικε;2 λέγοι δὲ ἂν ἴσως πλασματῶδες καὶ τὸ λέγειν εἶναι χρόνον, ὅτε χρόνος οὐκ ἦν· ὁ δὲ λέγων ὅτι ὁτὲ μὲν ἦν χρόνος, ὁτὲ δὲ οὔ, τοῦτο λέγει. τὸ αὐτὸ δὲ πλάσμα καὶ ἐπὶ κινήσεως, εἴπερ ἀριθμὸς κινήσεως ὁ χρόνος. εἰ γὰρ ἦν χρόνος, ὅτε οὐκ ἦν κίνησις, ὅτε δὲ κίνησις, οὐκ ἦν οὐδὲ χρόνος, δῆλον ὅτι ὁ τοῦτο λέγων οὐδὲν ἄλλο λέγει ἢ ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν χρόνος. “λέγοι δὲ ἄν, ὥς φησιν Ἀλέξανδρος, πλάσματι μᾶλλον ἐοικέναι τὸ οὕτω λέγειν, καὶ διότι χωρὶς ἀποδείξεως καὶ λόγων εἰκότων οἱ ταῦτα λέγοντες ἔλεγον, ἢ ὅτι ἀκινήτου τῆς κινήσεως δεδειγμένης τὸ φθαρτὴν αὐτὴν λέγειν ἀπίθανον,” εἰ μὴ ἄρα τὸ πλασματῶδες οὐ πρὸς τὸ φθαρτὴν μόνον λέγειν, ἀλλὰ καὶ πρὸς τὸ γενητὴν ἀποδέδοται.3

“因为这样说毋宁更像是一种虚构。” 在通过时间的永恒性表明运动是永恒的,并且表明假定运动或时间处于生成或毁灭中是不可能的之后,他现在说,从这一点也可以证明运动和时间是永恒的:即不这样说,而是说运动或时间时而存在时而并不存在,毋宁更像是一种虚构。因为有什么比说运动和时间此前并不存在而在那时生成了更像虚构呢?因为“为何是在那时,而非在更早或更晚”这一问题毋宁更像是一种虚构。并且他大概也会说,说存在着时间不存在时的时间,也是一种虚构;而那个说有时存在时间、有时则不然的人,所说的正是这一点。如果时间确实是运动的数目,那么对于运动而言也是同样的虚构。因为如果在没有运动的时候存在着时间,而在没有运动的时候时间也不存在,显然说这话的人无非是在说,在没有时间的时候存在着时间。“正如亚历山大所说,他之所以说这样说毋宁更像是一种虚构,也是因为说这些话的人是在毫无论证和合情理的理据之情况下说的,或是因为在运动已被证明为不动之后,说它是可毁灭的是不可置信的”,——除非这所谓的虚构不仅针对说它是可毁灭的而言,而且也是针对说它是生成出来的而言。

语法注3 条
  1. 8.14ἐκ τοῦ τὸ μὴ οὕτω λέγειν, ἀλλὰ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι κίνησιν ἢ χρόνον, πλάσματι μᾶλλον ἐοικέναι

    由介词 ἐκ 与中性属格冠词 τοῦ 引导的定冠词不定式从句,同位语式地详述了前面的 ἐκ τούτου。在该从句内部,主语是带有冠词的不定式短语 τὸ μὴ οὕτω λέγειν, ἀλλὰ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι κίνησιν ἢ χρόνον,支配动词为不定式 ἐοικέναι,其补足语为与格 πλάσματι。

  2. 8.14διὰ τί γὰρ τότε, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον, πλάσματι μᾶλλον ἔοικε;

    直接疑问句 διὰ τί τότε, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον(“为何是在那时,而非更早或更晚”)实质上作为名词化主语,充当谓语动词 πλάσματι μᾶλλον ἔοικε 的主语。尽管句末带有问号,整句在修辞上构成肯定性的论据支撑,意在说明无法解释为何是此时而非彼时这一事实本身就更像是一种凭空捏造。

  3. 8.14εἰ μὴ ἄρα τὸ πλασματῶδες οὐ πρὸς τὸ φθαρτὴν μόνον λέγειν, ἀλλὰ καὶ πρὸς τὸ γενητὴν ἀποδέδοται.

    连词 εἰ μὴ ἄρα(“除非确实”、“若非事实是”)引入了辛普里丘对前面亚历山大解释的保留与修正。亚历山大将亚里士多德的话理解为主要针对主张运动“可毁灭”(φθαρτή)的批判,而辛普里丘则以审慎的条件句形式指出,所谓的“虚构”同样适用于主张运动是“生成出来的”(γενητή)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1183.1-1183.18