← 辛普里丘

亚里士多德《物理学》注释

§1181.22-1182.39

否定直线转变与结束对斐洛庞诺斯的反驳

辛普里丘通过辨明生成在种上的循环与直线走向无限的转变之别,结束了对约翰·斐洛庞诺斯第六卷的反驳,并决定返回对亚里士多德原文的连续注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13#8

τῇ οὖν ἐπ’ ἄπειρον ὑποτεθείσῃ κατ’ εἶδος μεταβολῇ τῶν στοιχείων ἠκολούθησε τὸ ἀπείρους εἶναι κατ’ ἐνέργειαν τὰς ἐναντιώσεις, ὅπερ ἡμῖν οὐκ ἀκολουθεῖ τοῖς ἐπ’ ἄπειρον μὲν λέγουσι προϊέναι τὴν γένεσιν καὶ τὴν κίνησιν, οὐ μέντοι κατ’ εἶδος ἐξαλλαττομένην, ἀλλὰ ἀνακυκλουμένην. ὅπερ καὶ αὐτὸς εἰσαγαγεῖν βούλεται1 διὰ τοῦ ἀνελεῖν τὴν ἐπ’ ἄπειρον ἐπ’ εὐθείας κατ’ εἶδος πρόοδον. ἀναιρεῖ δέ, ταύτῃ μὲν ἀκολουθεῖν λέγων τὸ ἀπείρους εἶναι ἐνεργείᾳ κατ’ εἶδος τὰς ἐναντιώσεις, τούτῳ δὲ ἄτοπα ἀκολουθεῖν τὸ μὲν τὴν ἡμετέραν περὶ τῶν ὄντων γνῶσιν ἀναιροῦν, τὸ δὲ τὴν γένεσιν·2 ἡ μὲν γὰρ τοῦ τί ἐστιν ἕκαστον γνῶσις ἐν ἡμῖν διὰ τῶν ὁρισμῶν ἐστιν· ἀπείρων δὲ κατ’ ἐνέργειαν οὐσῶν τῶν εἰδοποιῶν διαφορῶν, καθ’ ἃς εἰδοποιεῖται τὰ στοιχεῖα, εἴπερ ἄπειρος ἐπ’ εὐθείας ἐστὶν ἡ τῶν στοιχείων ἐξαλλαγή, ἄλλου εἴδους ἐξ ἄλλου ἐπ’ ἄπειρον γινομένου, ὡς εἶπον, οὐκ ἔστιν ὁρίσασθαι, εἴπερ ἐκ γένους καὶ διαφορῶν ὡρισμένων εἰσὶν οἱ ὁρισμοί. ἀλλ’ οὐδὲ γενέσθαι τι δυνατὸν ἀπείρων ὄντων κατ’ ἐνέργειαν καὶ ἀδιεξιτήτων τῶν μεταξύ· εἰ γὰρ πεπερασμένα ταῦτα, καὶ τὰ ἄκρα πεπερασμένα εἶναι ἀνάγκη. ἄλλο οὖν ἐστιν ἐκεῖνο τὸ ἄπειρον τὸ ἅμα ὅλον ὑποτιθέμενον καὶ ἄλλο τὸ ἐπ’ ἄπειρον ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχον, ὡς εἴρηται· καὶ τὸ μὲν ληφθὲν ἀεὶ πεπερασμένον τούτου, ἕτερον δὲ καὶ ἕτερον, οὐκ ἐμποδιζομένης ἐκ τούτου τῆς γενέσεως, ἀλλὰ συνεργουμένης μᾶλλον· ὥστε καὶ γέγονεν ἡ τοῦ μερικοῦ πυρὸς καὶ τῶν ἄλλων κίνησις. καὶ οὐ προϋπῆρξαν αὐτῶν ἄπειροι κινήσεις, αἵ γε πεπερασμέναι νῦν εἰσι, καὶ πρώτη κίνησις οὐκ ἔστιν, ἀλλ’ ἀεὶ τῆς πρώτης ὑποτιθεμένης ἔστι προτέραν λαβεῖν. εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὴν ἐγκύκλιον τῶν οὐρανίων κίνησιν ἄναρχον εἶναι, ἀφ’ ἧς ἡ τῶν ὑπὸ σελήνην ἀνέκλειπτος κίνησις διασῴζεται. ἀλλ’ οὐδὲ αἱ προστιθέμεναι κινήσεις τὸν ἄπειρον κατ’ ἐνέργειαν τῶν κινήσεων ἀριθμὸν αὔξουσιν, ὡς οὗτός φησιν, ἀλλὰ τὸν πεπερασμένον. πεπέρανται γὰρ ὁ μέχρι νῦν καὶ ὁ ἀεὶ προστιθέμενος πεπερασμένος, ἀλλ’ οὐκ ἄπειρος, κἂν ἐπ’ ἄπειρον προστιθῆται. ὥστε κἂν ἀνισοταχεῖς αἱ σφαῖραι καὶ ἄναρχος ἑκάστων ἡ ἀποκατάστασις, ἀλλ’ οὐκ ἄπειροι αἱ μέχρι νῦν οὐδὲ γενήσονται ἄπειροί ποτε ὑπ’ αὐτοῦ τούτου τοῦ ἐπ’ ἄπειρον προϊέναι κωλυόμεναι ἄπειροι γενέσθαι·3 τὸ γὰρ ἐπ’ ἄπειρον ἔχει τι ἀεὶ ἐλλεῖπον (ἐνυπάρχει γὰρ αὐτῷ ἀεὶ τὸ δυνάμει), τὸ δὲ ἄπειρον, εἴπερ εἴη τι τοιοῦτον, κατ’ ἐνέργειαν ἀνελλιπές ἐστιν. ἀλλ’ οὐδὲ τῷ φυσικῷ λόγῳ τὰ ὑπ’ αὐτοῦ λεγόμενα συμφωνεῖ τῷ λέγοντι τὰ τέλεια προηγεῖσθαι τῶν ἀτελῶν καὶ τὰ ἐνεργείᾳ τῶν δυνάμει, ὁπότε οὐδὲ ἐφ’ ὧν ταῦτα ἀληθεύει, γινώσκειν οὗτος ἔοικεν. ἐπὶ μὲν γὰρ τῶν ὅλων ἀληθές, ἐν μέντοι τῇ γενέσει μᾶλλον ἐπὶ τοῦ αὐτοῦ τὰ ἀτελῆ τῶν τελείων καὶ τὰ δυνάμει προϋπάρχει τῶν ἐνεργείᾳ, εἰ καὶ κατὰ ἀλήθειαν ἐξ ἀλλήλων τὴν γένεσιν ἔχουσι· καὶ γὰρ ἐκ σπέρματος ἄνθρωπος καὶ ἐξ ἀνθρώπου σπέρμα. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν χρονικὴν προΰπαρξιν εἶπον, ἣν μόνην, ὡς ἔοικεν, οὗτος γινώσκει· ἐπεὶ τῇ γε δυνάμει καὶ αἰτίᾳ καὶ τῇ τῆς ἀξίας ὑπεροχῇ προϋπάρχει πάντως τῶν ἀτελῶν τὰ τέλεια καὶ τῶν δυνάμει τὰ ἐνεργείᾳ, καὶ τῷ χρόνῳ δὲ τὰ ποιοῦντα τῶν πασχόντων. ἐν μέντοι τῇ γενέσει, ὅπερ εἶπον, μὴ οὔσης ἀρχῆς χρονικῆς, οὐκ ἄν τις χρόνῳ προυπάρχειν ἁπλῶς φαίη τὸ ἐνεργείᾳ τοῦ δυνάμει· τὸ γὰρ ἐν ἑκάστῳ δυνάμει τοῦ κατ’ αὐτὸ ἐνεργείᾳ προϋπάρχει τῷ χρόνῳ ὥσπερ τὸ ᾠὸν τῆς ὄρνιθος. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ ἕκτον τοῦ Γραμματικοῦ βιβλίον, ὃ τὴν ἀϊδιότητα τῆς κινήσεως ἀνελεῖν ἐπειρᾶτο, ἵνα μὴ δι’ αὐτὴν ἀΐδιος ὁ κόσμος ἀποδεικνύηται· σκοπὸν γὰρ ἕνα προὐβάλετο μήτε τὸν θεὸν ἀμετάβλητον μήτε τὸν κόσμον ἀΐδιον ὑπὸ τῶν δυστυχῶς αὐτῷ πειθομένων νομίζεσθαι· μέχρι δὲ τῶν εἰρημένων προελθὼν τέλος ἔχειν ἐνόμισεν αὑτῷ τὴν ἀντιλογίαν τὴν πρὸς τὴν ἀϊδιότητα τῆς κινήσεως οὐδὲ τούτῳ ἐπιστῆσαι δυνηθείς, ὅτι τὰ κυριώτατα τῆς ἀποδείξεως ἐν τοῖς ἐφεξῆς παραδίδοται, ἐν οἷς δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. ἀλλ’ εἰ δοκεῖ λοιπὸν ἐπὶ τὸ συνεχὲς τῶν Ἀριστοτέλους ῥήσεων ἐπανιτέον, ὅτε τῆς ἀπαιδεύτου προσυλακτήσεως ἐκείνης τοὺς τοῖς προλαβοῦσιν ἐντυγχάνοντας ἀπηλλάξαμεν.

因此,从元素在种上被假定为走向无限的转变中,得出了诸对立在现实中是无限的结论;但这对于我们这些虽然主张生成与运动走向无限,却非在种上改变而是循环进行的人来说,并不随之而来。而这正是他自己[亚里士多德]通过废除在种上沿直线走向无限的前进而意图确立的。他废除它,是因为他一方面指出,种上的诸对立在现实中是无限的乃随此[直线前进]而来;另一方面指出,伴随这一点的荒谬结论中,其一废除了我们对存在物的认识,其二废除了生成。因为我们关于每一事物是什么的认识是通过定义来进行的;但由于使元素成其为种的种差在现实中是无限的(如果确实如我所言,元素的改变沿直线走向无限,一个种接一个种无限地生成),那么如果定义确实由属和确定的种差构成,要进行定义就是不可能的。不仅如此,如果中间项在现实中是无限且不可穿越的,任何事物的生成也是不可能的;因为如果这些项是有限的,两端也必然是有限的。因此,正如所说过的,那个被假定为同时作为整体的无限是一回事,而其存在处于生成与毁灭之中、走向无限者则是另一回事;后者的所取之物始终是有限的,却总是一个又一个不同的,生成非但未因此受阻,反而更受其助益;因此个别的火及其他事物的运动确实已经生成了。并且在它们之前并未预先存在无限的运动(这些运动至少截至目前是有限的),也不存在最初的运动,而是总能在假定为最初的运动之前取到更早的运动。如果这样,那么天体的圆周运动也必然是无开端的,月下界不绝的运动正由此得以保全。而且那些被添加的运动并没有像此人所说的那样增加现实中运动的无限数目,而是增加了有限的数目。因为截至目前的数目是有限的,且始终被添加的也是有限的而非无限的,即使它是走向无限地被添加。因此,即使诸天球速度不均,且各自的复位无始,但截至目前的运动并非无限,也决不会变成无限,恰恰因为走向无限这一事实本身受阻而不能成为无限;因为走向无限者总是具有所欠缺的某种东西(因为潜在者始终内在存在于其中),而无限者(若真有任何此等之物)在现实中是无所欠缺的。此外,他所说的论调也不符合关于完全者先于不完全者、现实者先于潜在者的自然学原理,因为此人似乎连这些原理在何种对象上为真都不知道。因为在整体上这固然是真实的,但在生成中,就同一事物而言,不如说不完全者先于完全者,潜在者先于现实者,即使它们依真理而言是互为生成的渊源;因为人由种子生,种子由人生。我说这些是针对时间上的预先存在而言的,而看来此人所知道的也仅限于此;因为至少就力量、原因以及品级的卓越而言,完全者绝对先于不完全者,现实者先于潜在者,而在时间上作用者亦先于承受者。然而在生成中,正如我所说的,若没有时间的开端,人们绝不会说现实者在时间上单纯先于潜在者;因为在每一事物中,潜在者在时间上先于依其自身的现实者,正如蛋先于鸟一样。那么,针对语法学家的第六卷(该书试图废除运动的永恒性,以免宇宙因之被证明是永恒的),就说这么多吧;因为他确立了唯一的意图,即让不幸听信他的人认为神并非不可变异,宇宙也并非永恒。他在推进到上述论点之后,便自以为针对运动永恒性的反驳已经告成,却未能察觉到,论证中最具决定性的部分是在接下来的论述中传授的,在那些论述中亚里士多德表明,在存在物中,有些是不可动的,有些是始终运动的,有些则是时而运动、时而静止的。不过,既然我们已经使阅读前文的人摆脱了那场毫无教养的吠叫,如果可行的话,我们现在就应当回到亚里士多德连续的文句上去了。

语法注3 条
  1. 8.13ὅπερ καὶ αὐτὸς εἰσαγαγεῖν βούλεται

    代词 αὐτός(他自己)的指代判断。此处指亚里士多德,而非前文提及的论敌语法学家(斐洛庞诺斯,后者常被称为 οὗτος)。后文 ἀναιρεῖ δέ... 重述亚里士多德在《论生成与消灭》中的反驳方式证实了这一点。

  2. 8.13τούτῳ δὲ ἄτοπα ἀκολουθεῖν τὸ μὲν τὴν ἡμετέραν περὶ τῶν ὄντων γνῶσιν ἀναιροῦν, τὸ δὲ τὴν γένεσιν

    中性复数宾格 ἄτοπα 的同格结构。实体化分词短语 τὸ μὲν... ἀναιροῦν, τὸ δὲ...[ἀναιροῦν](“其一废除……其二[废除]……”)与 ἄτοπα 构成同格,具体列举出这两项荒谬的归结。

  3. 8.13ὑπ’ αὐτοῦ τούτου τοῦ ἐπ’ ἄπειρον προϊέναι κωλυόμεναι ἄπειροι γενέσθαι

    修饰分词 κωλυόμεναι(“受阻/被阻止”)的原因结构。介词 ὑπό 支配冠词不定式属格 τοῦ... προϊέναι(“走向无限”),并由 αὐτοῦ τούτου(“恰恰因为此事实本身”)加重语气;补充不定式 ἄπειροι γενέσθαι 则指明受阻而未能实现的状态(“成为无限”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1181.22-1182.39