- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1180.8-1181.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了火的生成与过去的诸运动在现实中并非无限,而是被“现在”及循环生成所限定,并通过引述《自然学》第三卷与《论生成与消灭》第二卷,驳斥了语法学家将亚里士多德所说的“走向无限者”与“现实中的无限”相混淆的谬误。
ὥστε τῆς τοῦ μερικοῦ τοῦδε πυρὸς κινήσεως οὐ προϋπάρχει ἄπειρος ἐνεργείᾳ κίνησις· πεπέρανται γοῦν ἡ μέχρι νῦν τῷ νῦν τούτῳ. οὐδὲ κωλύεται γίνεσθαι τοδὶ τὸ πῦρ διὰ τὰς προϋπαρχούσας κινήσεις, ὅτι πεπερασμέναι εἰσὶν ἐπὶ τὸ γινόμενον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ὑπάρχοντα αἴτια τοῦ πυρὸς πεπερασμένα ἐστίν, εἴπερ ἡ γένεσις τοῖς τέτρασι στοιχείοις ἐξ ἀλλήλων ἐστὶ κύκλῳ περιοῦσα. πῦρ γὰρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς καὶ γῆ ἐκ πυρός, καὶ πάλιν πῦρ ἐξ ἀέρος καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔδει δὲ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν, καὶ τίνι διαφέρει τοῦτο τοῦ κατ’ ἐνέργειαν ἀπείρου παρὰ τοῦ Ἀριστοτέλους μαθόντα, οὕτως εἴ τι πρὸς αὐτὴν εἶχεν ἀπορεῖν, ἀλλ’ οὐχὶ τὰ ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου συναγόμενα ἄτοπα τῷ ἐπ’ ἄπειρον προσάγειν.1 λέγει δὲ περὶ τοῦ τοιούτου ἀπείρου τοῦ ἐπ’ ἄπειρον ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας τάδε· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον.” ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται. “ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ’ ἀεὶ ἐν γενέσει καὶ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.” κἂν πρὸ ἐμοῦ οὖν ὁ πατήρ, καὶ πρὸ τοῦ ἐμοῦ πατρὸς ὁ ἐκείνου, καὶ τοῦτο ἐπ’ ἄπειρον ἀναλύοιμεν ὡς μὴ οὔσης ἀρχῆς, ἀλλ’ οὐκ ἔστιν ἄπειρα τὰ προγεγονότα· πεπέρανται γοῦν τέως εἰς ἐμὲ ἀλλ’ οὐκ ἔστη, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον διαδέχεται ἀεὶ πεπερασμένον. Τοιαύτη μὲν οὖν ἐστιν ἡ τῶν ἀτόμων γένεσις καὶ φθορὰ οὐδέποτε μὲν ἐπιλείπουσα, ἀεὶ δὲ ἐν πέρατι οὖσα διὰ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν. ὁ δὲ Γραμματικὸς ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου τὰ ἀξιώματα λαβὼν ἀληθεύοντα τοῦ μηδὲ ὑφεστηκότος ὅλως, ὡς καὶ αὐτὸς ὁμολογεῖ· “εἴ τινος, φησίν, εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι ἓν ἐξ ἑνὸς γινόμενον, τοῦτο ἀδύνατον γενέσθαι, ὅτι ἀπείρους αὐτῆς κινήσεις ἀναγκαῖον ἦν προϋπάρχειν”, σαφῶς τὸ ἀδύνατον τὸ τῷ ἐνεργείᾳ ἅμα ὄντι ὅλῳ ἀπείρῳ καὶ πανταχόθεν ἀπείρῳ ἑπόμενον τῷ ἐπ’ ἄπειρον προσάγων,2 ἐν ᾧ πᾶν τὸ λαμβανόμενον ἐστὶ πάντως, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον. ἀπείρων μὲν γὰρ ὄντων κατ’ ἐνέργειαν τῶν προγεγονότων οὐκ ἄν τι ὄντως ἐξ αὐτῶν γένοιτο οὐ μόνον, ὅτι οὐδέν ἐστιν ἔξω τοῦ ἀπείρου, ἀλλ’ ὅτι οὐκ ἔστι συναφθῆναι τῷ ἀπείρῳ τὸ γινόμενον μήτε ἀρχὴν ἔχοντι μήτε τέλος. ὁ δὲ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως, ἐπειδὴ καὶ ἐκείνων οὗτος ἐμνήσθη, μηδὲν τῶν ἐκεῖ λεγομένων νοήσας, οὐχὶ τῇ ἐπ’ ἄπειρον ὑποτιθεμένῃ τῶν γινομένων καὶ φθειρομένων προόδῳ ἀκολουθεῖν φησι τὸ μὴ γίνεσθαι τὰ στοιχεῖα, ὡς οὗτος ᾠήθη, μηδὲ τοῦτο δυνηθεὶς ἐννοῆσαι, ὅτι αὐτὸ τοῦτο προὔκειτο ἐν ἐκείνοις τῷ Ἀριστοτέλει ἐπ’ ἄπειρον μὲν καὶ ἀίδιον δεῖξαι τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν ἀνακυκλουμένην, ἀλλ’ οὐ τῷ ἀπείρους κατ’ ἐνέργειαν ὑποτεθῆναι τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις. τοῦτο δὲ ἀκολουθεῖ τοῖς λέγουσιν οὐκ ἐπ’ ἄπειρον ἁπλῶς, ὥσπερ ἡμεῖς λέγομεν, ἀνακυκλούμενα τῷ εἴδει, ἀλλὰ κατ’ εἶδος ἐπ’ ἄπειρον ἐξαλλάττεσθαι τὰ γινόμενα ἐπ’ εὐθείας προϊόντα, οἷον ἐκ πυρὸς ἀέρα καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆν καὶ ἐκ γῆς ἄλλο τι κἀξ ἐκείνου πάλιν ἄλλο ἐπ’ ἄπειρον, οὕτω τῷ εἴδει διαφέροντα. εἰ δὲ τοῦτο, ἀνάγκη ἀπείρους εἶναι κατ’ ἐνέργειαν ἐν τῇ φύσει τῶν ὄντων τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις, καθ’ ἃς ἡ μεταβολὴ γίνεται· ὡς γὰρ οὐκ ἂν ἦν τοῦ λευκοῦ εἰς τὸ μέλαν μεταβολή, εἰ μὴ ἦν τὸ μέλαν ἐν τοῖς οὖσιν, οὕτως οὐκ ἂν ἦν ἐπ’ ἄπειρον κατ’ εἶδος ἐξαλλάττεσθαι, εἰ μὴ ἦν ἄπειρα τῷ ἀριθμῷ εἴδη. πεπερασμένων γὰρ ὄντων ἀδύνατον ἦν ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος ἐξαλλαγὴν γίνεσθαι· ἐπέλιπε γὰρ ἄν.
因此,在这一特定的火的运动之前,并不预先存在现实中无限的运动;因为至少截至目前的运动已经被这“现在”所限定。这一火的生成也不会由于预先存在的诸运动而受阻,因为它们直到正在生成之物为止是有限的;不仅如此,火的现存原因也是有限的,如果四元素的生成确实是循环互生的话。因为火由气生,气由水生,水由土生,土由火生,再次火由气生,而这是走向无限的。但他本应从亚里士多德那里了解到走向无限者的本性,以及它与现实中的无限有何不同,若对它有什么疑难本该这样提出,而不应把就现实中的无限推导出的荒谬强加给走向无限者。亚里士多德在本著作的第三卷中关于这种走向无限的无限是这样说的:“因为一般而言,无限就是以这种方式存在的,即总是不断取一个又一个,所取的固然总是有限的,但确实总是一个又一个不同的。”此外,存在有多重含义。“因此不应把无限当作‘某个这个’来把握,比如一个人或一座房屋,而应像人们说到日子或比赛那样,对它们而言,存在并不是作为实体而生成的,而是始终处于生成与毁灭之中,虽是有限的,却总是一个又一个不同的。”因此,即使我之前有父亲,我的父亲之前有他的父亲,而且如果因为没有开端我们把这向上追溯至无限,但先前生成的事物并不是无限的;因为至少眼下它们截至我为止已经被限定了,但并没有停止,而是总有一个又一个不同的事物相承接,始终是有限的。因此,个体的生成与毁灭就是如此,决不匮乏,但由于走向无限者的本性,它始终处于界限之内。但语法学家把公理当作在现实中的无限上为真而加以采纳(而现实中的无限甚至根本不曾存立,正如他自己也承认的:“他说,如果为了任何事物的生成,必须一个接一个地生成而预先存立无限者,该物绝不可能生成,因为在其之前必须预先存在无限的运动”),他显然是将伴随着在现实中同时作为整体无限且在各个方向上都无限者的不可能性,强加给了走向无限者——在走向无限者中,所取的一切完全是有限的,却总是一个又一个不同的。因为如果先前生成的事物在现实中是无限的,确实不可能从它们之中生成任何东西,这不仅因为无限之外无物存在,而且因为正在生成之物不可能与既无开端也无终结的无限者相连接。而亚里士多德在《论生成与消灭》第二卷中(既然此人也提到了那些论述,却对那里所讲的内容一无所知),并未如这人所认为的那样,声称元素的不生成会随着假定生成与消灭之物走向无限的前进而随之而来;这人甚至未能理解这一点:亚里士多德在那些论述中的旨趣恰恰在于表明,元素之间的相互转变是循环走向无限且永恒的,而非由于元素具种性的对立被假定为在现实中是无限的。而这一点[即元素不生成]乃是随那些主张生成之物不是像我们所说的那样在种上循环而单纯地走向无限,而是在种上无限地改变且直线前进的人而来的——比如由火成气,由气成水,由水成土,由土成别物,再由此成另一物以至无限,如此在种上互不相同。如果这样,那么作为转变根据的元素具种性的诸对立在存在物的本性中就必然在现实中是无限的;因为正如若在存在物中没有黑,就不会有从白到黑的转变,同样,若诸形式在数目上不是无限的,也就不会在种上无限地改变。因为若是有限的,在种上的改变就不可能走向无限地生成;因为这本会匮乏殆尽的。
- 8.13ἔδει δὲ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν, καὶ τίνι διαφέρει τοῦτο τοῦ κατ’ ἐνέργειαν ἀπείρου παρὰ τοῦ Ἀριστοτέλους μαθόντα, οὕτως εἴ τι πρὸς αὐτὴν εἶχεν ἀπορεῖν, ἀλλ’ οὐχὶ τὰ ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου συναγόμενα ἄτοπα τῷ ἐπ’ ἄπειρον προσάγειν
无人称动词 ἔδει 以宾格分词 μαθόντα 作为其逻辑主语,并列统辖不定式 ἀπορεῖν(包含在条件结构 εἴ τι ... εἶχεν ἀπορεῖν 中)与由否定连词引导的 ἀλλ’ οὐχὶ ... προσάγειν。该结构形成了对比:他本应在向亚里士多德学习之后提出疑难,而不是把现实中无限的荒谬推论强加给走向无限者。
- 8.13ὁ δὲ Γραμματικὸς ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου τὰ ἀξιώματα λαβὼν ἀληθεύοντα τοῦ μηδὲ ὑφεστηκότος ὅλως, ὡς καὶ αὐτὸς ὁμολογεῖ· ... σαφῶς τὸ ἀδύνατον τὸ τῷ ἐνεργείᾳ ἅμα ὄντι ὅλῳ ἀπείρῳ καὶ πανταχόθεν ἀπείρῳ ἑπόμενον τῷ ἐπ’ ἄπειρον προσάγων
这是一个破格句(anacoluthon):句首的主格主语 ὁ δὲ Γραμματικός 没有支配限定动词,而是由分词 λαβών 和 προσάγων 承担了谓语功能。在插入长篇引文(εἴ τινος ... προϋπάρχειν)后,分词 προσάγων 起到了实质上的述谓作用。
