- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1178.29-1180.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述了菲洛波诺斯关于运动有限性与天球转数以论证世界开端的论证,并批评他混淆了现实的无限与继起的无限。
εἰ οὖν ἀδύνατον ἀπείρους κατ’ ἐνέργειαν γεγονέναι κινήσεις διὰ τὸ τῶν ἀξιωμάτων δεύτερον, οὐδὲ ἄρα τὴν τοῦ μερικοῦ πυρὸς ὑποστῆναι κίνησιν δυνατὸν ἦν διά τε ταῦτα καὶ διὰ τὸ τρίτον ἀξίωμα τὸ λέγον, ὅτι οὐ πρὸ τῆς γενέσεως ἄπειρα προϋποστῆναι ἀνάγκη, τοῦτο οὐκ ἂν γένοιτο.1 εἰ οὖν ἡ τοῦ μερικοῦ πυρὸς κίνησις γέγονεν, οὐκ ἂν προϋπῆρξαν αὐτῆς ἄπειροι κινήσεις κατὰ τὴν τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ἀνάγκην,2 (ὡς φησιν οὗτος ὁ καὶ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, ἥτις ποτέ ἐστιν, ἀγνοῶν, ὡς ἔδειξα οἶμαι τὰ πρὸς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ ῥηθέντα αὐτῷ βασανίζων)· εἰ οὖν διὰ πεπερασμένων, φησί, κινήσεων ἦλθεν ἡ φύσις, ἵνα τὴν τοῦ μερικοῦ πυρὸς ποιήσῃ κίνησιν, ἔστιν ἄρα τις πρώτη κίνησις, ἧς μὴ προϋπῆρξεν ἄλλη, καὶ ἐπὶ ἄλλων τῶν καθ’ ἕκαστα κινήσεων ὁ αὐτὸς λόγος, καὶ τοῦτο, φησί, τῷ φυσικῷ λόγῳ σύμφωνόν ἐστι. τὰ γὰρ τέλεια τῶν ἀτελῶν καὶ τὰ ἐνεργείᾳ τῶν δυνάμει πρῶτά ἐστιν. εἰ μὲν οὖν ἐπ’ ἄπειρον ἡ ἄνοδος γένοιτο, οὔτε τὰ τέλεια τῶν ἀτελῶν οὔτε τὰ ἐνεργείᾳ τῶν δυνάμει προηγήσεται, εἰ δὲ πεπερασμέναι, ἡ πρώτη δηλονότι ἅμα τῷ παντὶ συνυποστᾶσα ἐκ τοῦ ἐνεργείᾳ καὶ τοῦ τελείου τὴν ἀρχὴν τῶν ἑξῆς πεποίηται κινήσεων. εἰ δὲ τῶν μερικῶν, φησί, κινήσεων ἀρχή τίς ἐστι καὶ οὐχ οἷόν τε ἐπ’ ἄπειρον ἄλλην πρὸ ἄλλης ἐπινοεῖν κίνησιν, ἀνάγκη καὶ τὴν ἐγκύκλιον τῶν οὐρανίων κίνησιν ἀπό τινος ἀρχῆς ἄρξασθαι πρότερον οὐκ οὖσαν. οὐ γὰρ ἐνδέχεται τὸν μὲν οὐρανὸν ἀεὶ ὡσαύτως ἔχειν, τὰ δὲ ἐντὸς γενητὰ καὶ φθαρτὰ μὴ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχειν.” τέταρτον καὶ τοῦτο προστίθησιν· “εἰ ταῖς γινομέναις κινήσεσιν αἱ γενησόμεναι προστιθέμεναι αὔξουσιν αὐτῶν τὸν ἀριθμόν, τὸ δὲ ἄπειρον αὔξειν ἀδύνατον, οὐκ ἂν ἄπειροι εἶεν αἱ προγενόμεναι κινήσεις.” πέμπτον δέ· “εἰ οὐκ ἰσοχρόνως, φησίν, αἱ σφαῖραι κινοῦνται, ἀλλ’ ἡ μὲν διὰ τριάκοντα ἐτῶν, ἡ δὲ διὰ δώδεκα καὶ ἐφεξῆς δι’ ἐλάττονος χρόνου, ὥστε τὴν τῆς σελήνης διὰ μηνὸς καὶ τὴν τῆς ἀπλανοῦς διὰ ἡμερονυκτίου, ἄναρχος δέ ἐστιν ἡ τοῦ οὐρανοῦ κίνησις, ἀνάγκη τὴν τοῦ Κρόνου σφαῖραν ἀπείρους περιεληλυθέναι περιφοράς, τὴν δὲ τοῦ Διὸς ἐγγὺς τριπλασίους τούτων, αἱ δὲ τοῦ ἡλίου τριακονταπλασίους ἔσονται τῶν τοῦ Κρόνου, αἱ δὲ τῆς σελήνης τριακοσιοεξηκονταπλασίονες, αἱ δὲ τῆς ἀπλανοῦς πλέον ἢ μυριοπλάσιοι. πῶς οὖν οὐκ ἀτόπου παντὸς ἐπέκεινα, εἰ μηδὲ ἅπαξ διεξιτητὸν ἐνδέχεται εἶναι τὸ ἄπειρον, μυριοπλάσιον τοῦ ἀπείρου, μᾶλλον δὲ ἀπειράκις τὸ ἄπειρον ὑποτίθεσθαι, ὥστε ἀνάγκη, φησί, καὶ τὴν τῶν οὐρανίων κυκλοφορίαν ἄρξασθαι τοῦ εἶναι πρότερον οὐκ οὖσαν, ὅτε καὶ αὐτὸς ὁ οὐρανός (ὡς οὗτός φησι, μὴ γὰρ ἐμὸς λόγος) τοῦ εἶναι ἤρξατο.” Ἐν δὴ τούτοις τὰ μὲν ἀξιώματα δυνατὸν ἀληθῶς εἰλῆφθαι, ἓν δὲ οὗτος ἀγνοήσας, ὡς οἶμαι, πολὺν συρφετὸν ἀντιλογιῶν ἐσώρευσεν, ἑαυτὸν μὲν πρῶτον παραλογιζόμενος, εἶτα καὶ τοὺς οἰομένους τῆς σφῶν αὐτῶν δόξης βεβαιωτικὴν ὑπάρχειν τὴν τοῦ κόσμου φθοράν. τὸ δὲ ἕν, ὃ λέγει, τόδε ἐστί· τὸ κατ’ ἐνέργειαν καὶ κυρίως ἄπειρον, εἴτε κατ’ ἀριθμὸν εἴτε κατὰ μέγεθος ὑποτίθεται ἄπειρον, οὐ κατά τι μὲν ἄπειρον, κατά τι δὲ πεπερασμένον ἐστί· τὸ γὰρ τοιοῦτον οὐ μᾶλλον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, ἀλλ’ οὐδὲ τὸ ἐπ’ ἄπειρον προϊὸν ἄπειρόν ἐστιν ἢ λέγεται κυρίως. τὸ γὰρ προϊὸν εἰς ἄπειρον οὔπω τὸ ἄπειρον ἀπείληφε, κἂν ἀεὶ προϊὸν ἐπὶ τοῦτο μὴ παύσηται, οὐδέποτε τὸ ἄπειρον ἀπολήψεται. οὗτος δὲ τὰ ἀξιώματα ἐπὶ τῶν κατ’ ἐνέργειαν λαβὼν ἀπείρων, ἐφ’ ὧν ἀληθὲς ὅτι ἀριθμὸν ἄπειρον ὑποστῆναι ἀδύνατον ἢ διεξελθεῖν ἀριθμοῦντα τὸ ἄπειρον ἢ αὐξηθῆναι τὸ ἄπειρον ἢ προϋποστῆναι γενέσεώς τινος τὸν ἐνεργείᾳ ἄπειρον ἀριθμόν, ὡς ἐπὶ τῶν στοιχείων ἔδειξεν Ἀριστοτέλης, οὐκέτι ἐπὶ τοῦ τοιούτου ἀπείρου τὰς ἀποδείξεις προήγαγε τοῦ ἅμα ὄντος, ἀλλ’ ἐπὶ τοῦ ἐπ’ ἄπειρον γινομένου,3 οἵαν εἶναι τὴν κίνησίν φαμεν, οὐκ ἐννοήσας, ὅτι κἂν ἄναρχον καὶ ἀτελεύτητον τὴν κίνησιν εἶναι λέγωμεν, ἀλλ’ ἥ γε μέχρι νῦν οὐκ ἔστιν ἄπειρος· πέρας γοῦν αὐτῆς τὸ νῦν ὑποτιθέμεθα.
因此,如果由于公理中的第二条,现实中生成无限的运动是不可能的,那么根据这些原因,并且根据声称“凡在其生成之前必须预先存立无限者,该物绝不可能生成”的第三条公理,这一特定的火的运动也绝不可能存立。因此,如果这一特定的火的运动已经生成,那么根据换质位法的必然性,在它之前就不可能预先存在无限的运动(正如这人所说——他甚至连换质位法究竟是什么都不知道,正如我想我在审查他针对《论天》第一卷所说的话时所表明的那样)。他说,因此,如果自然是通过有限的运动来产生这一特定的火的运动,那么就存在着某种第一运动,在其之前不曾有其他运动预先存在,并且对于其他个别运动也是同样的论据;他说,这与自然学的论据相吻合。因为完全者先于不完全者,现实者先于潜在者。因此,如果向上追溯走向无限,完全者既不会先行于不完全者,现实者也不会先行于潜在者;但如果是有限的,那么显而易见,第一运动与整个宇宙一同共同存立,由现实者与完全者构成了后继诸运动的开端。“他说,如果个别运动有某种开端,而不能设想一个运动在另一个运动之前推至无限,那么天体的圆周运动也必然是从某个开端开始的,而在此之前并不存在。因为不可能天体始终保持原样,而其内部生成与可灭之物却不在生成与毁灭中具有存在。”作为第四点,他还补充了这一点:“如果在生成的诸运动上加上将要生成的诸运动而增加了它们的数目,而增加无限是不可能的,那么先前生成的诸运动就不可能是无限的。”作为第五点,他说:“如果诸天球不是以相等的时间运动,而是一个用三十年,另一个用十二年,接下去以更短的时间运动,从而月亮天球用一个月,恒星天球用一昼夜,且天的运动是没有开端的,那么土星天球必然已经转过了无限的周转,木星天球〔必然已经转过了〕它们的近三倍,而太阳的〔周转〕将是土星〔周转〕的三十倍,月亮的〔周转〕是三百六十倍,恒星天球的〔周转〕则是一万倍以上。因此,如果无限甚至连一次都不可能被遍历,那么假定一万倍于无限,或者不如说无限倍的无限,这岂不是超越了一切荒谬之极吗?他说,从而天体的旋转运动也必然开始存在,而在此之前并不存在,这时天自身(正如这人所说,因为这并非我的主张)也开始存在了。” 在这些论据中,公理本身固然可能是真实被采纳的,但依我看来,此人由于忽视了一点,便堆砌了大量的反驳垃圾,首先让自己陷入谬误推理,随后也让那些以为世界的毁灭能够证实他们自己观点的人陷入谬误。而所说的那一点乃是:现实中且本义上的无限,无论被假定在数目上还是在量度上是无限的,绝非在某一方面是无限而在另一方面是有限的;因为这样的事物并不比有限者更是无限的,而向着无限前进的事物也不是本义上的无限或被这样称呼。因为向着无限前进者尚未获得无限,即使永远向着它前进而不停止,也绝不会获得无限。但这人在现实中无限的事物上采纳了公理——在这些事物上,现实中不可能存立无限的数目,或者数数者不可能遍历无限,或者无限不可能被增加,或者某种生成之前不可能预先存立现实中无限的数目(正如亚里士多德在诸元素上所表明的那样),这确实是真实的——却不再将证明应用于这种同时存在的无限上,而是应用于向着无限生成的事物上(正如我们所说运动就是如此),而没有意识到,即使我们说运动是无始无终的,但至少截至目前的运动并不是无限的;无论如何,我们把“现在”假定为它的界限。
- 8.13τὸ τρίτον ἀξίωμα τὸ λέγον, ὅτι οὐ πρὸ τῆς γενέσεως ἄπειρα προϋποστῆναι ἀνάγκη, τοῦτο οὐκ ἂν γένοιτο
在 ὅτι οὐ πρὸ τῆς γενέσεως... 句中,οὐ 被解读为关系代词属格 οὗ(指代后文的 τοῦτο),而非否定副词,意为“凡在其生成之前(οὗ πρὸ τῆς γενέσεως)必须预先存立无限者的事物,该物不可能生成”。这是对上一节(§8.13#5)中第三条公理(εἴ τινος εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι... τοῦτο ἀδύνατον γενέσθαι)的重述。
- 8.13κατὰ τὴν τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ἀνάγκην
短语 ἡ σὺν ἀντιθέσει ἀντιστροφή 是逻辑学术语,指“对偶换位法(换质位法,contraposition)”(即由“若A则B”推出“若非B则非A”)。在此语境中,它指由于该特定的火已经生成,从而否定了其前存在无限运动的前提。
- 8.13οὐκέτι ἐπὶ τοῦ τοιούτου ἀπείρου τὰς ἀποδείξεις προήγαγε τοῦ ἅμα ὄντος, ἀλλ’ ἐπὶ τοῦ ἐπ’ ἄπειρον γινομένου
τοῦ ἅμα ὄντος(同时存在的无限,即现实的无限)与 τοῦ ἐπ’ ἄπειρον γινομένου(向着无限生成的事物,即继起的/潜在的无限)在此形成对照。辛普利丘指责菲洛波诺斯错误地将仅适用于现实、同时共存的无限的公理应用到了随时间相继发生的运动过程中。
