← 辛普里丘

亚里士多德《物理学》注释

§117.3-118.25

基于前提虚假与推论无效反驳巴门尼德

辛普里丘引用了巴门尼德的诗句,并解释了亚里士多德如何从前提的虚假(将存在的多重含义混同于单一含义,忽视非实体范畴)和推论的无效(从“在存在之外者即是无”推不出“存在是一”,以及混淆属与种的单一性与数目的多重性)两个方面反驳巴门尼德的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

εἰπὼν γάρ ἔστι γὰρ εἶναι, μηδὲν δ’ οὐκ ἔστι, τά γ’ ἐγὼ φράζεσθαι ἄνωγα, πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης διζήσιος 〈εἴργω〉, 〈ἐπάγει〉 αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδέν πλάττονται δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν στήθεσιν ἰθύνει πλαγκτὸν νόον. οἱ δὲ φοροῦνται κωφοὶ ὁμῶς τυφλοί τε τεθηπότες ἄκριτα φῦλα, οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος. Τούτου δὴ τοῦ λόγου πρῶτον μὲν τὸ ψεῦδος ἐλέγχει τῶν προτάσεων ὁ Ἀριστοτέλης, εἶτα τὸ ἀσυλλόγιστον. καὶ ψεύδεσθαι μέν φησιν ὅτι μοναχῶς λαμβάνει τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐν κατηγορίαις ἐπιδέδεικται τρόπους λεγόμενον. τὸ γὰρ ‘εἴ τι παρὰ τὸ ὂν ἔστιν, ἐκεῖνο οὐκ ὄν ἐστιν’ εἰ μοναχῶς ἐλέγετο τὸ ὄν, ἴσως ὀρθῶς ἂν ἐλέγετο, ἐπὶ δὲ τῶν πολλαχῶς λεγομένων οὐκέτι· οἷον εἰ λέγοι τις· εἴ τι παρὰ τὸν καρκίνον ἐστίν, ἐκεῖνο οὐ καρκίνος ἐστί· πευσόμεθα γὰρ τὸ παρὰ ποῖον καρκίνον. ὁ μὲν γὰρ παρὰ τὸν ἔνυδρον καρκίνον οὐράνιος καρκίνος ἐστὶν ἢ ὁ τοῦ χαλκέως· καὶ ὁ παρὰ τὸν οὐράνιον δὲ ἄλλο τι εἶδος καρκίνου οὐ κωλύεται εἶναι· ὁμοίως δὲ καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἱονεὶ παρὰ τὴν οὐσίαν, ἐκεῖνο οὐκ οὐσία μέν, ποιότης μέντοι γε ἢ ποσότης εἶναι οὐ κωλύεται, καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης. καὶ οὕτως οὐδὲν κωλύει πολλὰ εἶναι τὰ ὄντα, καὶ αὐτό γε τὸ ὂν οὐκ ὂν εἶναι, ἀλλ’ οὐχὶ τὰ ἀντικείμενα. Σωκράτης γὰρ ἄνθρωπος μέν ἐστιν, ἵππος δὲ οὔ, καὶ οὐσία μέν, ποιότης δὲ οὔ. καὶ ἄλλως δὲ ἄτοπον τὸ λῆμμα. τὸ γὰρ ‘εἴ τι παρὰ τὸ ὂν ἔστιν, οὐκ ὄν ἐστιν’ ἅμα διδόντων ἐστὶν εἶναί τι τὸ αὐτὸ καὶ μὴ εἶναι·1 τοῦτο δὲ ἐπὶ τοῦ καθ’ αὑτὸ λεγομένου εἶναι ἄτοπον.2 εἴ τις δὲ οὕτω προφέροι τὴν πρώτην πρότασιν ὡς πολλαχῶς τοῦ ὄντος λεγομένου, αὕτη μὲν ἀληθὴς ἔσται, ἡ μέντοι ἐφεξῆς αὐτῇ οὐκέτι ἀληθὴς ἡ λέγουσα τὸ οὐκ ὂν οὐδέν· ἴσον γάρ ἐστι τοῦτο τῷ ‘τὸ παρὰ τὴν οὐσίαν οὐδέν ἐστι’, καίτοι πολλῶν ὄντων ἃ οὐκ εἰσὶν οὐσίαι. οὕτως μὲν οὖν αἱ κατὰ Θεόφραστον προτάσεις ὡς ψευδεῖς οὖσαι διελέγχονται· ὡς δὲ ἀσυμπέραντοι, ὅτι τὸ μὲν ἀκολούθως ἐπαγόμενον συμπέρασμα ἦν ‘τὸ παρὰ τὸ ὂν οὐδέν’. ὁ δὲ ἐπήγαγεν ‘ἓν ἄρα τὸ ὄν’. κἂν μοναχῶς δέ τις ὑπόθηται τὸ ὂν λέγεσθαι, ὡς μνημονεύει Εὔδημος, ψεῦδος καὶ οὗτος λαμβάνει· οὐ γὰρ μοναχῶς τὸ ὄν, εἴ γε δεκαχῶς. ἔπειτα οὐδὲ οὕτως συμπεραίνει ὅτι ἓν τὸ ὄν. κἂν ὑπόθηται δέ τις μηδὲν ἄλλο παρὰ τὴν οὐσίαν εἶναι, οὐδὲν κωλύει οὐσίας μὲν εἶναι μόνας, πολλὰς δὲ ταύτας, ὅπερ καὶ ὁ Εὔδημος ἐδήλωσε διὰ τοῦ “οὐδὲ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὄν” καὶ τὸ ἑξῆς “ὡς γὰρ εἰ πάντα τὰ ὄντα καλὰ εἴη καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά (τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὁτιδήποτε)”, τὸ δὲ αὐτὸ ἐπὶ τοῦ λευκοῦ ἔδειξεν ὁ Ἀριστοτέλης, “οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό”· καὶ ψευδὴς ἡ ἐπιφορὰ ἡ λέγουσα ‘ἓν ἄρα τὸ ὂν’ καὶ οὐκ ἐκ τῶν κειμένων συνηγμένη. κἂν γὰρ μοναχῶς τὸ ὄν, οὐκ ἤδη ἓν τὸ ὄν· μοναχῶς γὰρ λέγεται καὶ γένει καὶ εἴδει· ἑκατέρως δὲ πολλά. καὶ συμβήσεται τὸ ἐπὶ τοῦ κατὰ τὸ καλὸν παραδείγματος ὑπὸ τοῦ Εὐδήμου εἰρημένον “ὅτι καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἓν τὸ καλόν” τῷ ἀριθμῷ· τὰ γὰρ τῷ λόγῳ ἓν οὐκ ἤδη καὶ τῷ ἀριθμῷ ἕν. τὰ δὲ αὐτὰ ἐπὶ τοῦ λευκοῦ συνήγαγεν ὁ Ἀριστοτέλης. εἰ δέ τις λέγοι μὴ τῷ ἀριθμῷ συνάγειν ἓν τὸ ὄν, ἀλλὰ τῷ εἴδει ἢ τῷ γένει, οὗτος αὐτόθεν ὁμολογεῖ πολλὰ λέγειν τὰ ὄντα τῷ ἀριθμῷ· τὰ δὲ κατὰ γένος ἓν καὶ τῷ λόγῳ πολλά ἐστιν.3 εἰ δὲ οὕτως ἓν τὸ ὂν λέγουσι, πῶς ἔτι διὰ τὸ ἓν εἶναι ἀκίνητον ἐροῦσιν;

因为他说过:“存在是可能的,而无则不存在;我命你思考这些;因为我首先使你避开这一探求之途”,[他接着说,]“然后又使你避开凡人一无所知、生着两个头颅彷徨于其上的那一途径;因为他们胸中的无力指引着迷途的理智。他们聋盲并具,惊惶失措,作为无分别的族类被驱赶前行,在他们看来,存在与不存在被认为是同一的又不是同一的,万物的道路皆是逆转的。” 因此,对于这一论证,亚里士多德首先反驳其前提的虚假,继而反驳其缺乏推论性。他说,由于把有多重含义的存在当作只以单一种方式被说的,因而陷于虚假,正如在《范畴篇》中所指出的那种种被说的方式那样。因为“若有某物在存在之外,那物即是非存在”这一说法,如果存在是以单一种方式被说的,或许说是正确的,但就具有多重含义的事物而言则不再如此;正如有人若说:若有某物在蟹之外,那物就不是蟹;因为我们会追问,在何种蟹之外?因为在水生蟹之外者,是天上的巨蟹座或铜匠的蟹钳;而在天上的蟹之外者,也并不妨碍它是蟹的另一物种。同样地,若有某物在存在之外,例如在实体之外,那物虽不是实体,却并不妨碍它是性质或数量;若有某物在性质之外,虽不是性质,却不妨碍它是实体或数量。由此,没有任何事物妨碍存在者是多数,也不妨碍存在本身是非存在,但并非对立的事物。因为苏格拉底是人,但不是马;是实体,但不是性质。从另一角度看,这一前提也是荒谬的。因为“若有某物在存在之外,它即是非存在”,是属于那些同时承认同一事物既是某物又不存在的人的主张;而这对于依自身被说的存在而言是荒谬的。但若有人在存在具有多重含义的前提下提出第一前提,这前提诚然是真的,然而紧接着陈述“非存在即无”的前提便不再是真的了;因为这等同于说“在实体之外者即是无”,尽管有许多存在者并不是实体。因此,依泰奥弗拉斯托斯的前提由于是虚假的而遭反驳;而由于推不出结论而遭反驳,则是因为逻辑上顺承得出的结论本是“在存在之外者即是无”,他却得出了“因此存在是一”。即使有人假定存在只以单一种方式被说,如欧德谟所记述的,此人所假定的也是虚假的;因为既然按十种方式被说,存在就不是只以单一种方式被说的。其次,即便如此也不能推论出存在是一。即使有人假定除实体外别无他物,也毫无阻碍唯有实体存在,而这些实体是多数;欧德谟正是通过“哪怕有人向他让步承认存在只以单一种方式被说”以及接下来的话阐明了这一点:“因为正如如果所有的存在者都是美的,且不可能取得任何非美之物,那么万物诚然将是美的,然而美本身绝非单一而是多数(因为颜色是美的,行事也是美的,不论其他何物皆然)”,而亚里士多德在白的事例上也表明了同样的事,“同样地,万物诚然将是存在者,但绝非一,也非同一者”;而且陈述“因此存在是一”的推论是虚假的,并非从已立的前提中推导出来的。因为即使存在是以单一种方式被说的,存在并不随即就是单一的;因为依属和依种皆可说是单一种方式,然而在两种情况下事物都是多数的。欧德谟在以美为例时所说的话便会随之出现,即“万物诚然将是美的,然而美在数目上绝非是一”;因为在定义上为一的事物,并不随即在数目上也为一。亚里士多德也在白的事例上推导出了同样的结果。但若有人说他不是在数目上推导出存在是一,而是在种或属上,那么此人当下就承认自己在数目上肯定存在者是多数;而在属上为一的事物在定义上也同样是多数。但如果他们是在这种意义上说存在是一,他们又如何能进一步因为其是一而说它是不可运动的呢?

语法注3 条
  1. 1.21ἅμα διδόντων ἐστὶν εἶναί τι τὸ αὐτὸ καὶ μὴ εἶναι

    διδόντων 是与 ἐστίν 连用的属格表语,表示性质或归属(“属于那些承认……的人”)。不定式短语 εἶναί τι τὸ αὐτὸ καὶ μὴ εἶναι 作分词 διδόντων 的补足宾语。

  2. 1.21τοῦτο δὲ ἐπὶ τοῦ καθ’ αὑτὸ λεγομένου εἶναι ἄτοπον

    τοῦτο 指前文“同一事物既是又不是”的矛盾。εἶναι 依存于 τοῦ καθ’ αὑτὸ λεγομένου,表示“在依自身被说为存在的事物上”,而非与 ἄτοπον 搭配的系动词,这与前文区分实体与偶性的语境相呼应。

  3. 1.21τὰ δὲ κατὰ γένος ἓν καὶ τῷ λόγῳ πολλά ἐστιν

    τὰ κατὰ γένος ἕν 用作实体化的复数主语(“在属上为一的事物”)。καί 修饰并加强 τῷ λόγῳ(“甚至在定义上也”),指出属上的单一性统摄不同种的本质定义,因而在定义上同样是多数。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:117.3-118.25